Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο ΣΤ΄: Η επιφάνεια του Σωτήρος, η πτώση της Ιερουσαλήμ και η πνευματική κλήση των εθνών

Η κάθοδος του Σωτήρος συνδέεται άρρηκτα με τη λύτρωση των εθνών, την εκπλήρωση των μεσσιανικών επαγγελιών και τη συνακόλουθη ερήμωση του ιουδαϊκού έθνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 19 από 31

Τῷ μὲν οὖν Δαβὶδ ἐπηγγείλατο ὁ θεὸς ἀναστήσειν ἐκ κοιλίας αὐτοῦ βασιλέα, οὗ πατὴρ αὐτὸς ὁ θεὸς ἔσεσθαί φησιν, ὥστε τὸν γεννώμενον «ἐκ σπέρματος Δαβὶδ» υἱὸν ὀνομασθῆναι θεοῦ θρόνον τε βασιλείας ἕξειν αἰώνιον. ταῦτα δὲ ἐν μὲν τῇ δευτέρᾳ τῶν Βασιλειῶν διὰ Νάθαν τοῦ προφήτου ἐχρήσθη τῷ Δαβὶδ τοῦτον τὸν τρόπον· «καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν». τὰ δ᾽ αὐτὰ καὶ ἐν Παραλειπομέναις ὁμοίως εἴρηται.

Ἐν δὲ ψαλμῷ ὀγδοηκοστῷ ὀγδόῳ λέλεκται· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ», καὶ πάλιν· «ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου», καὶ αὖθις· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνῃ κατηρτισμένη εἰς τὸν αἰῶνα».

Τούτων δὴ καὶ ὁ ἑκατοστὸς τριακοστὸς πρῶτος ψαλμὸς μνημονεύσας, ἐπὶ τὸν Χριστὸν ἀναφέρει τὰ δηλούμενα. ἄκουε δ᾽ οὖν καὶ τούτου· «μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ». οἷς μεθ᾽ ἕτερα ἐπιλέγει· «ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου». καὶ ὑποκαταβὰς ἑξῆς τὸν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ ἀναστησόμενον λευκότερον ὀνομάζει λέγων· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου».

Ταῦτα τοιγαροῦν Σολομῶν ὁ σοφώτατος τῷ ἑαυτοῦ πατρὶ χρησθέντα συννοήσας, μὴ μικρὰ μείζονα δὲ τῆς κατὰ ἄνθρωπον φύσεως τυγχάνοντα συνιδών, καὶ μᾶλλον ἁρμόζοντα θεῷ ἤπερ αὐτῷ καίπερ ὄντι υἱῷ Δαβίδ, συνιείς τε τὸν πρὸς τοῦ θεοῦ πρωτότοκον ὠνομασμένον καὶ τὸν σαφῶς προφητευόμενον υἱὸν θεοῦ, ὑπεργέγηθεν ταῖς ἐπαγγελίαις, καὶ συνεύχεται πιστωθῆναι τὰ τῆς προρρήσεως, ἐπιδημήσειν τε τὸν προφητευόμενον, πρωτότοκον καὶ θεοῦ υἱὸν ἀναγορεύων. διό φησιν· «καὶ νῦν, ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου Δαβίδ, τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι;» 〈Ἀπὸ τοῦ Μιχαία〉. «Ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι᾽ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραήλ.» Καὶ νῦν ἀκαλύπτως ἐξ οὐρανοῦ κατιὼν κύριος ὁ θεὸς ἐκπορευόμενός τε «ἐκ τοῦ τόπου αὐτοῦ» διὰ τῶν προκειμένων κηρύττεται.

εἴη δ᾽ ἂν ὁ τοῦ θεοῦ λόγος, ὃν μόνον διὰ τῶν ἔμπροσθεν γενητὸν ὑπάρχειν θεὸν καὶ κύριον μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πάντων ἀπεδείξαμεν. τόπον δ᾽ αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων εἶναι τὴν ἐν οὐρανοῖς βασιλείαν, τόν τε ἔνδοξον τῆς θεότητος αὐτοῦ θρόνον, ὃν θεολογῶν ὁ προφήτης ἔψαλλεν· «ὁ θρόνος σου», φάσκων, «ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», ἐφ᾽ ὃν αὐτῷ ὁ πατήρ, ὡς ἂν υἱῷ μονογενεῖ, καθέζεσθαι παρεκελεύσατο εἰπών· «κάθου ἐκ δεξιῶν μου». ταῦτα γὰρ σαφῶς ἤδη πρότερον ἐπὶ μόνον ἀναφέρεσθαι τὸν ἡμέτερον σωτῆρα τὸν θεὸν λόγον παρεστήσαμεν· αὐτὸν δὴ οὖν τοῦτον ὁ παρὼν θεσπίζει λόγος «ἐκπορεύεσθαι ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεσθαί τε ἐπὶ τὰ ὕψη τῆς γῆς». ποῖα δ᾽ ἂν εἴη ταῦτα ἢ ῥητῶς μὲν τὰ ὄρη τοῦ Ἰσραὴλ καὶ οἱ βουνοί, περὶ ὧν μυρίαι προφητεῖαι θεσπίζουσιν, αὐτή τε Ἱερουσαλήμ, καὶ τὸ Σιὼν ὄρος, ἐν ᾧ τὰς πλείστας ἐποιεῖτο διατριβὰς ὁ σωτὴρ καὶ κύριος ἡμῶν; τούτων δὲ διαφθορὰν ἔσεσθαι καὶ ἀπώλειαν ἐπὶ τῇ τοῦ Χριστοῦ καθόδῳ θεσπίζει. καὶ πρόδηλον ὡς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ τὰ κατ᾽ αὐτοῦ τετολμημένα τὰ προειρημένα πάντα πεπολιόρκηται καὶ εἰς ἐσχάτην ἐρημίαν ἐλήλυθεν.

οὐ μὴν ἀλλὰ καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ἥ τε παρ᾽ αὐτοῖς τὸ πρὶν συνεστῶσα βασιλεία, ἱερωσύνη τε καὶ διδασκάλων προεδρία «ὄρη» νῦν τροπικῶς ὀνομαζόμενα, «σαλευθήσεσθαι» λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχεν τίς οὐκ ἂν ὁμολογήσειεν, μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους πάντ᾽ ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα ἀλλὰ καὶ ἐκποδὼν γεγενημένα; «κοιλάδες» δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιὼν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαί, ἀποθρηνοῦσαι καὶ ἀποκλαιόμεναι καὶ «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολήν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρᾶς καὶ πολυετοῦς δουλείας ἕνεκεν. καὶ ἄλλως δὲ κατὰ διάνοιαν ἡ τοῦ λόγου τοῦ θείου «ἐπίβασις» οὐκ ἐν χάσμασι καὶ κοιλώμασιν, οὐδ᾽ ἐν ταπειναῖς καὶ χαμαιπετέσιν διανοίαις ἀλλ᾽ ἐν ἐπηρμέναις τὸ φρόνημα κατεγίνετο. ταύτῃ γοῦν τροπικώτερον αὐτὸς ὁ κύριος καταβήσεσθαι ἐπὶ «τὰ ὕψη τῆς γῆς» εἴρητο. «ὄρη» δὲ σειόμενα «ὑποκάτωθεν αὐτοῦ» αὐτὰ δὴ ἐκεῖνα ἦν, ἔνθα «ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου», ὅτε καὶ «παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν», «καὶ ἦν μετὰ τῶν θηρίων». «

ὄρη» δ᾽ ἂν εἴη αὖθις τροπικώτερον ἡ ἐν τοῖς ὄρεσι τὸ πρὶν ἐπιτελουμένη εἰδωλολατρία, καὶ αἱ ἐν τούτοις ἐνεργήσασαι ἀόρατοι καὶ ἀρχοντικαὶ δυνάμεις, ἃς οὐ μικρῶς ἡ τοῦ σωτῆρος ἡμῶν ἀνέσειέν τε καὶ ἀνεκίνει διδασκαλία. τούτων γὰρ ὁ ἔνθεος· αὐτοῦ λόγος ἥ τε θαυματουργὸς καὶ παραδοξοποιὸς ἰσχὺς λεληθότως τὴν κατὰ τῶν ἀνθρώπων μακρὰν καὶ παλαιὰν δυναστείαν καθῄρει. ὡσαύτως δὲ καὶ «κοιλάδες τηκόμεναι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» δαίμονες ἂν εἶεν χθόνιοι καὶ περίγειοι, καθ᾽ ὧν τὸ καυστικὸν τῆς μοχθηρίας αὐτῶν πῦρ ἠφίει, λέγων· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» ὑφ᾽ οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἷοί τε ὄντες τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες· «ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸς καιροῦ βασανίσαι ἡμᾶς;» «οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ». τούτους δὲ μάλιστα ᾐκίζετο καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας καθῄρει, ὅτι μὴ ἀρκεσθέντες τῇ τῶν λοιπῶν ἐθνῶν διαφθορᾷ, δι᾽ ἧς τοὺς πάντας εἰς τὴν πολύθεον πλάνην καταβεβλήκεσαν, καὶ τῷ πάλαι τοῦ θεοῦ λαῷ, αὐτῷ δὴ τῷ ἐκ περιτομῆς, ἐπιβεβουλεύκασιν, καὶ ἀποστήσαντές γε τοῦ θεοῦ καὶ τοῦτον παντοίαις περιέπειραν δυσσεβείαις.

διὸ καὶ μάλιστα τὴν ἐξ οὐρανῶν πεποίητο ὁ κύριος κάθοδον, ὅθεν ἑξῆς φησιν· «διὰ τὴν ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραήλ». καὶ ἔτι πρὸς τούτοις τῆς ἐξ οὐρανοῦ καθόδου τοῦ λόγου τὴν αἰτίαν ἑξῆς διασαφεῖ, τοῦ μὲν ἐκ περιτομῆς λαοῦ τὰς δυ〈σ〉σεβείας ἀπαριθμούμενος καὶ τὸν ἐπὶ ταύταις μετελθόντα αὐτοὺς ὄλεθρον, τῶν δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν προαναφωνῶν τὴν κλῆσιν· διὰ ταῦτα γὰρ ἐπεδήμει ὁ τοῦ θεοῦ λόγος ἐξ οὐρανῶν ἐπὶ γῆς. καὶ τῶν γε λέξεων ἄκουε· «δι᾽ ἀσέβειαν οἴκου Ἰακὼβ πάντα ταῦτα, καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια οἴκου Ἰακώβ, οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία Ἰούδα, οὐχὶ Ἱερουσαλήμ; καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω», καὶ ἐπιλέγει· «κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων», καὶ αὖθις· «ἡ δόξα τῆς θυγατρὸς Ἱερουσαλήμ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ», ἐπὶ τούτοις· «Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ».

Σιὼν δὲ καὶ Ἱερουσαλὴμ καὶ τὸ καλούμενον «ὄρος τοῦ οἴκου», ταῦτ᾽ ἦν ἐκεῖνα τὰ πρόσθεν δεδηλωμένα διὰ τοῦ «καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, δι᾽ ἀσέβειαν Ἰακώβ». διὰ γὰρ τὰς δρασθείσας κατ᾽ αὐτοῦ δυ〈σ〉σεβείας εὐθὺς καὶ οὐκ εἰς μακρὸν καὶ τὰ ὄρη καὶ οἱ ἐν τούτοις οἰκοῦντες πεπολιόρκηντο, ἐμπρησμόν τε καὶ ἐσχάτην ἐρημίαν τὸ Σιὼν ὄρος ὑπέμεινε, καὶ γέγονεν «τὸ ὄρος τοῦ οἴκου τοῦ θεοῦ εἰς ἄλσος δρυμοῦ». ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν καθόδῳ περὶ ἐκείνους ἔσεσθαι καὶ ἡ παροῦσα προφητεία σημαίνει, ἃ καὶ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν. εἰ γοῦν τι δύναται καὶ ἡ ἡμετέρα ἱστορία, καθ᾽ ἡμᾶς αὐτοὺς τὴν πάλαι βοωμένην Σιὼν ζεύγεσι βοῶν ὑπὸ Ῥωμαίων ἀνδρῶν ἀρουμένην ὀφθαλμοῖς παρειλήφαμεν, καὶ τήν γε Ἱερουσαλήμ, ὡς αὐτό γέ φησι τὸ λόγιον, «ὀπωροφυλακίου» δίκην ἀπολειφθέντος, ἐν παντελεῖ καταστᾶσαν ἐρημίᾳ. ἃ καὶ δι᾽ οὐδὲν ἕτερον αὐτοῖς ἢ διὰ τὰς δυ〈σ〉σεβείας αὐτῶν συμβέβηκεν, δι᾽ ἃς καὶ ὁ λόγος ὁ οὐράνιος ἐκ τοῦ οἰκείου τόπου προελήλυθεν.

καὶ δι᾽ ἑτέρας δὲ αἰτίας ὁ τοῦ θεοῦ λόγος οὐρανόθεν κατεληλυθέναι τε καὶ ἐπιβεβηκέναι «ἐπὶ τὰ ὕψη τῆς γῆς» ἤδη πρότερον ἐλέγετο, ὅπως τὰ μὲν πάλαι ἐπαιρόμενα καὶ ὑπερυψούμενα «κατὰ τῆς γνώσεως τοῦ θεοῦ» «ὄρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ», αἱ δυνάμεις δηλονότι αἱ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυ〈σ〉σεβείας καὶ εἰδωλολατρίας πράγμασιν καταδεδούλωνται, οἱ δὲ πονηροὶ δαίμονες, «κοιλάδες» ἐπικαλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν σωμάτων κοιλώμασιν ἐνδιατρίβειν, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν. καὶ ἑτέρα δ᾽ ἂν εἴη παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυρα〈ν〉νίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ θεοῦ. καὶ αὐτὰ ὧδέ πως αἱ τῆς αὐτῆς προφητείας φωναὶ ἑξῆς καὶ κατὰ τὸ αὐτὸ ὑπὸ μίαν συνάφειαν διανοίας κηρύττουσιν· «καὶ ἔσται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ᾽ αὐτῷ λαοί.

καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν».

Τοιαῦτα καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως, ἃ καὶ ὁποίας ἔχεται διανοίας ὅπως τε καὶ αὐτὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἴληφεν, ἐπὶ σχολῆς ἄν τις καταμάθοι. ἀκολούθως γε μὴν τούτοις ἀρχόμενος ὁ τῆς προφητείας λόγος, ὡς ἂν ἐπὶ σωτηρίᾳ οὐ μόνον τοῦ Ἰουδαίων ἔθνους ἀλλὰ γὰρ καὶ τῶν ἐθνῶν ἁπάντων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους καθόδου γενησομένης, πᾶσι τοῖς λαοῖς καὶ τοῖς ἐπὶ τῆς γῆς ἅπασιν ἐπιφωνεῖ λέγων· «ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ». καὶ τὸ μαρτύριον δὲ τοῦ πάθους ᾐνίττετο τοῦ κυρίου ἐπιφέρων· «καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον».

Εἶθ᾽ ἑξῆς ὁ αὐτὸς προϊὼν προφήτης, ὡς ἂν ἤδη προπαιδεύσας τὰ περὶ τῆς ὑπάρξεως τοῦ θεοῦ λόγου τῆς τε ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως, καὶ ὡς τὰ αἴτια τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας προειπών, ἑπομένως τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην γένεσιν καὶ αὐτὸ δὴ τὸ χωρίον, ἔνθα τεχθήσεσθαι ἔμελλεν, ὧδέ πως διδάσκει λέγων· «καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος». ἐπιμελῶς δὲ πρό〈σ〉σχες, τίνα τρόπον τοῦ ἐπὶ τὴν Βηθλεὲμ (χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας) φανησομένου τὰς ἐξόδους ἄνωθεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησίν, τὴν ἔνθεον δηλῶν προΰπαρξίν τε καὶ οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν οὖν ἔχοι τις ἐφ᾽ ἕτερον ἀναφέρειν τὸν χρησμόν, τίς οὗτος, ἀποδεικνύτω· εἰ δ᾽ οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ ἐπαληθευούσῃ τὴν πρόρρησιν; μόνος γοῦν οὗτος ἐπιφανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθλεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους, τὸ ἀνθρώπειον ὑποδὺς σχῆμα, προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προηγορευμένα.

αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προφητευ〈ο〉μένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσιν πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὗτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς «ἡγούμενος» ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰσραήλ· οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως «τὰς ἐξόδους αὐτοῦ» τῆς ἐνθέου προϋπάρξεως «ἀπ᾽ ἀρχῆς» καὶ «ἐξ ἡμερῶν αἰῶνος» ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει. τούτοις ἑξῆς ὁ προφητικὸς λόγος, ὑποβὰς μικρόν, καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοῦ λαοῦ λέγων· «ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;» ἐκ δὲ προσώπου τοῦ θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος· «εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; καὶ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;»

Ἔχεις τοιγαροῦν κἀνταῦθα ἐπὶ τῇ προφητευομένῃ τοῦ κυρίου ἐξ οὐρανῶν εἰς ἀνθρώπους καθόδῳ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ πλεῖστα ὅσα σημαινόμενα, Ἰουδαίων ἀποβολήν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς τε πάλαι πρότερον παρ᾽ αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν τρόπον εὐσεβείας, νόμον τε νέον, καὶ λόγον ἐκ μὲν τῆς Ἰουδαίων χώρας προελευσόμενον εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδε[ι]κται, σοὶ καταλείπω σκοπεῖν. 〈Ἀπὸ τοῦ Ἀμβακούμ〉. «Καὶ ἀπεκρίθη κύριος πρός με καὶ εἶπεν, γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά, διότι ἔτι ὅρασις εἰς καιρόν, καὶ ἀνατελεῖ ἑσπέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται.» Καὶ ἐνταῦθα διαρρήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. τίς δ᾽ ἦν οὗτος ἢ ὁ ἀνωτέρω δηλωθεὶς κατὰ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν;» τοῦτον δὲ οἷα φῶς τυγχάνοντα τῆς ἑσπέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων.

ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ», καὶ τὸν χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει· «τὸ πρὸς ἑσπέραν ἔσται φῶς» ... «ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν», ἀνθ᾽ οὗ ὁ Ἀκύλας πεποίηκεν· «ἐὰν [δὲ] μελλήσῃ, προσδέχου αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ βραδυνεῖ». τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ δι᾽ ὧν φησιν· «μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». καὶ ὅρα γε ὅπως διὰ τούτων ἀσαφῶς κείμενον τὸ προφητικόν, διὰ τὸ καθ᾽ ὑπερβατὸν εἰρῆσθαι, ἐπὶ τὸ σαφέστερον ἡ ἐπιστολὴ διείληφεν. ἡ μὲν γὰρ τῆς προφητείας λέξις «ἐρχόμενος», φησίν, «ἥξει καὶ οὐ χρονίσει», καὶ ἐπιφέρει· «ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ», ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχόμενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτοπον. πῶς γὰρ ἐπ᾽ ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ᾽ ἡ τῆς ἐπιστολῆς παράθεσις, ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν, τὴν διάνοιαν ἐσώσατο.

μετὰ γὰρ τὸ «ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει» ἑξῆς συνῆψε τὸ «ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται», εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύτερον ἐν τῷ «καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφητείας, ὅτι δὴ τὸ φῶς τὸ πᾶσιν τοῖς ἔθνεσιν ἐπηγγελμένον διὰ τῆς Χριστοῦ παρουσίας ὀψέ ποτε καὶ «ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται» (οὕτω γὰρ ἀντὶ τοῦ «καὶ οὐκ εἰς κενόν» ὁ Ἀκύλας ἡρμήνευσεν), ἔπειτα, διὰ τὸ μέλλειν ὀψὲ καὶ ἑσπέρας ἔσεσθαι τὴν τοῦ προφητευομένου παρουσίαν, εἰς ὑπομονὴν παρακαλέσας διὰ τοῦ «ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν» (ἢ «ἐὰν μελλήσῃ, προσδέχου αὐτόν»), «ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», ἐπὶ τὴν πίστιν τῆς προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ, λέγων. ὁ δὴ τούτοις πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὐτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωήν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἷς ἂν «ὑποστεί[λ]ληται», μὴ θαρσήσας μηδ᾽ ἐμπιστεύσας τοῖς εἰρημένοις, «οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ».

οὐκοῦν καὶ αὐτοὶ τούτοις ἀκολούθως ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως, μετὰ τὸ «ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει» καθ᾽ ὑπερβατὸν συνάπτοντες τὸ «ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται», καὶ τούτῳ ἐπιλέγοντες τὸ «ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». ταύτῃ δὲ καὶ ὁ Ἀκύλας τῇ διανοίᾳ συντρέχει λέγων· «ἐὰν μελλήσῃ, προσδέχου αὐτόν, ὅτι ἐρχόμενος ἐλεύσεται καὶ οὐ βραδυνεῖ. ἰδοὺ νωχελευομένου οὐκ εὐθεῖα ἡ ψυχή μου ἐν αὐτῷ, καὶ δίκαιος ἐν πίστει αὐτοῦ ζήσεται». 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ. ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος καὶ ἐξελεύσεται εἰς πεδία.»

Ἐπακούσας δὴ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι «ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», «ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται», πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησιν· «κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην», καὶ τὰ ἑξῆς, δι᾽ ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δ᾽ ἂν οὗτος εἴη ὁ πάλαι γνωριζόμενος, ὕστερον δέ ποτε «ἐν τῷ ἐγγίζειν τὰ ἔτη» γνωσθησόμενος καὶ κατὰ τὸν προφητευόμενον χρόνον «ἀναδειχθησόμενος», ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως «ἐπὶ συντελείᾳ τῶν αἰώνων» εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς;

τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφεν σκήνους γένεσιν, καὶ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών», τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας, καὶ τὰ κατ᾽ αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει, τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβών, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος αὐτὸν θείου πνεύματος μαθών, «ἐκστῆναι» ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων· «κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην». ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν, αὐτὸς οὗτος ὁ τοῦ θεοῦ λόγος, «ἐν μέσῳ δύο ζωῶν ἐγνώσθη», πληθυντικῶς ἐνταῦθα καὶ περισπωμένως «τῶν ζωῶν» ἀπὸ ἑνικοῦ τοῦ «τῆς ζωῆς» ὀνόματος ἐξακουομένων. οὐ γὰρ παροξυτόνως «τῶν ζώων» ἢ ἀπὸ οὐδετέρου τοῦ ζώου λέγεται, ἀλλὰ «ζωῶν» περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς «αἱ ζωαί». «δύο οὖν», φησίν, «ζωῶν μέσον γνωσθήσῃ».

μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς τῆς δὲ ἀϊδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθών, «ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι» λέγεται κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ᾽ «ἐν τῷ ἐγγίζειν τὰ ἔτη ζώωσον αὐτό» εἴρηται (τί δὲ «αὐτὸ» ἢ τὸ κάτεργόν σού φησιν;), καὶ ὁ Θεοδοτίων δέ φησιν «ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν», καὶ ὁ Σύμμαχος «ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτόν» ἐκδέδωκεν. πάντες οὖν «ζώωσον αὐτόν» εἰπόντες, σαφῶς ὅτι μὴ περὶ οἷον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν. διὸ παρὰ τοῖς ἑβδομήκοντα λεγομένου τοῦ «ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ» οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.

Τούτοις ὁ προφήτης ἐπιλέγει· «ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ», διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ᾽ ἐν αὐτῷ τούτῳ, φησίν, τῷ καιρῷ, ἐφ᾽ ᾧ τὴν ψυχὴν ἐταράχθην. ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυ〈σ〉σεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός. τὸ γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ θεὸν καὶ ἐλέους κατέστη αἴτιον. τούτοις ἐπιλέγεται· «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει». τὸ δὲ Θαιμὰν μεταλαμβάνεται εἰς τὴν ἑλλάδα φωνὴν «συντέλεια», ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο «ὁ θεὸς ἐπὶ συντελείᾳ ἥξει». ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν εὐεργεσία. τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει», ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ «Θαιμὰν» εἰς τὸν «νότον». διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον· «ὁ θεὸς ἀπὸ νοτίου ἥξει».

Τὸ δὲ ἑξῆς εἰρημένον «καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος» νοήσεις παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνάς· «ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων». τοῦτον γοῦν τὸν ἐπιβεβηκότα «ἐπὶ ἵ〈π〉πον πυρρόν», καὶ ἑστῶτα «ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων», αὐτὸν ἡγοῦμαι εἶναι τὸν ἐν τῇ μετὰ χεῖρας δηλούμενον προφητείᾳ φασκούσῃ· τὸν ἅγιον ἥξειν «ἐξ ὄρους κατασκίου δασέος». ἐν ἑκατέροις γοῦν ὄρη κατάσκια λέλεκται, καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνειν, ὃν «ἐφύτευσεν» «ἐν Ἐδὲμ κατ᾽ ἀνατολάς», ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ· «ὄρη» γὰρ «κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ»· ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυνάμεων καὶ πνευμάτων ἁγίων ὡς ἂν σύμφυτα καὶ ἀμφιλαφῆ κατάσκια λέγεται. ἀλλ᾽ ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυρρῷ θεωρεῖται, οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς σαρκός, ᾗ ἐπωχήσατο, δηλουμένης· ἐνταῦθα δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται· ὡς γὰρ ἐκ θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡς ἂν ἐκ τῶν θειοτέρων χωρίων ἐπιφοιτήσας, λέγεται «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξειν, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος».

Εἶθ᾽ ἑξῆς ἐπιλέγει· «ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται». δι᾽ ὧν ὁμοῦ ἥ τε εἰς οὐρανοὺς ἔνδοξος αὐτοῦ βασιλεία παρίσταται καὶ ἡ μετὰ ταῦτα γενομένη τε καὶ ἐπὶ πλεῖον γενησομένη εἰς πᾶσαν τὴν γῆν τῆς περὶ αὐτοῦ διδασκαλίας αἴνεσις. τὸ δὲ «κέρατα ἐν ταῖς χερσὶν αὐτοῦ» τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ, δι᾽ ὧν κεράτων τὰς ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος καὶ κερατίζων ἀπελαύνει. ἀκολούθως τούτοις ἐπιλέγει· «καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ». καὶ τῆς γε εἰς ἀνθρώπου κραταιᾶς διαθέσεως αὐτοῦ καὶ ἀγάπης δεῖγμα μέγιστον ἦν τὸ «πρὸ προσώπου αὐτοῦ πορευθῆναι λόγον», δηλονότι τὸν σωτήριον καὶ εὐαγγελικόν, ἐξελθόντα τε τοῦτον διαδραμεῖν «εἰς πεδία», ὥστε ἐν ὀλίγῳ πᾶσαν πληρῶσαι τὴν οἰκουμένην τῆς ὑπ᾽ αὐτοῦ προξενηθείσης ἅπασιν ἀνθρώποις σωτηρίας, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ «πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία». κατὰ τὴν δευτέραν δὲ αὐτοῦ παρουσίαν ἔτι μᾶλλον καὶ κυριώτερον ὁ λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἑξῆς ἐπιφερομένοις, ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός. 〈Ἀπὸ τοῦ Ζαχαρίου〉. «Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.

διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ᾽ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με.» Κύριος αὐτὸς ὁ παντοκράτωρ ἐν τούτοις ἑαυτὸν ἀπεστάλθαι φησίν, καὶ τὸν ἀποστείλαντα ὅστις εἴη διδάσκει, λέγων «καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με». οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις μιᾷ χρωμένους προσηγορίᾳ, τόν τε ἀποστείλαντα κύριον παντοκράτορα καὶ τὸν ἀποστελλόμενον ὁμώνυμον τῷ ἀποστείλαντι. τίνα δ᾽ ἂν ἕτερον εἴποις τὸν ἀποστελλόμενον ἢ τὸν διὰ πλειόνων ἡμῖν προηγορευμένον θεὸν λόγον, πρὸς τοῦ πατρὸς ἀπεστάλθαι ὁμολογοῦντα, σαφῶς δὲ εἰρηκότα· «ὀπίσω δόξης ἀπέσταλκέν με» (δηλῶν ὅτι προϋπάρχων ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ μετὰ ταῦτα ἀπέσταλτο) «ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς»; ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοῦ θεοῦ λόγος ταῦθ᾽ ὑφ᾽ ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὐτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδούλωντο τὰ ἔθνη, «σκυλεύσαντα» αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρίᾳ. ταῦτ᾽ οὖν φησιν πείσεσθαι τὰ ἔθνη ἅπερ διατέθεικεν.

ὡς γὰρ τὸν λαὸν τοῦ θεοῦ, τῆς πατρῴας εὐσεβείας μεταστησάμενα, «σκῦλα» τοῖς ἰδίοις δαίμοσιν κατεστήσαντο, οὕτω ποτὲ καὶ αὐτὰ τῆς πατρικῆς εἰδωλολατρίας πρὸς τῶν πάλαι δεδουλευκότων αὐτοῖς σκυλευθήσονται, καὶ ὑπὸ τὸν ζυγὸν τῆς καθ᾽ Ἑβραίους εὐσεβείας μεταστήσονται. τοῦτο δὲ ἔσεσθαί φησιν ὁ κύριος δι᾽ ἑαυτοῦ, ἐπὶ τῷ τοιῷδε κατορθώματι πρὸς τοῦ πατρὸς ἀποσταλησομένου. εἴποι δ᾽ ἄν τις καὶ νοητάς τινας καὶ ἀοράτους δυνάμεις «ἔθνη» νῦν ὀνομάζεσθαι τὰ «σκυλεύσαντα» καὶ αἰχμαλωτεύσαντα τὰς τῶν ἀνθρώπων ψυχάς, ὧν ψυχῶν οὕτω φησὶν κήδεσθαι ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος ὡσεὶ τῆς ἰδίας ὀφθαλμοῦ κόρης· καὶ δεῖγμα τῆς τοιᾶσδε αὐτοῦ περὶ τὸ τῶν ἀνθρώπων γένος κηδεμονίας τὸ μηδ᾽ ὑποστείλασθαι αὐτόν, θεοῦ λόγον ὄντα καὶ ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ τυγχάνοντα, τὴν εἰς ἀνθρώπους ἐπιδημίαν τε καὶ οἰκονομίαν ἀναδέξασθαι. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.»

Ἐπεὶ πρόκειται νῦν τὸ δεύτερον αἴτιον ἐκ τῶν προφητῶν ἀποδεῖξαι ἀνθρώποις μέλλον ἐπὶ γῆς συμπολιτεύεσθαι, οἶμαι τούτου παραστατικὸν εἶναι καὶ τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρόδηλον μηδὲ πλείονος ἐξεργασίας δεῖσθαι. τηρήσεις δὲ ὅτι καὶ τὴν αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησιν· «καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν». ταῦτα δὲ ὁ λόγος τὴν θυγατέρα Σιὼν εὐαγγελίζεται, οὕτω τὴν ἐκκλησίαν τοῦ θεοῦ προσαγορεύων, διὰ τὸ τῆς ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, μητρὸς οὔσης ἐκείνης τῶν ἁγίων κατὰ τὸν ἱερὸν ἀπόστολον. ἢ καὶ ἄλλως θυγάτηρ Σιὼν ἡ ἐκκλησία Χριστοῦ λεχθείη ἄν, ὡς ἂν ἐκ τῆς προτέρας συναγωγῆς τῶν ἐκ περιτομῆς διά τε ἀποστόλων καὶ εὐαγγελιστῶν ὑποστᾶσα, οἳ καὶ γεννήματα ἐτύγχανον μητρός, τῆς ἀπορριφείσης διὰ τὰς οἰκείας δυσσεβείας καὶ χήρας γεγενημένης διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφητῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα· «οὐχ ὡς ἄνδρα με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;» ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοις τὸν τρόπον τῆς μητρὸς διαβάλλων φησίν· «ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν», καὶ πάλιν· «κριθῆτε πρὸς τὴν μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς».

εἰκότως δῆτα, ὡς ἂν τὴν μητέρα ἀπαρνησαμένου[ς] τοῦ κυρίου, τὴν θυγατέρα ἡ παροῦσα προφητεία εὐαγγελίζεται τὴν αὐτοῦ τοῦ κυρίου παρουσίαν. εἴη δ᾽ ἂν αὕτη ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐν χώρᾳ θυγατρὸς τῆς προτέρας διὰ τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν λελογισμένη. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν. καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται ἡ φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα· καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ.

καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.» Μετὰ τὴν πρώτην πολιορκίαν τῆς Ἱερουσαλὴμ καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς ἐπὶ τὴν οἰκείαν ἐπάνοδον, τὴν ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως γενομένην, ἄρτι τῆς Ἱερουσαλὴμ ἀνεγηγερμένης, ἀνανεωθέντος δὲ τοῦ ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου ἐπὶ Δαρείου τοῦ Πέρσου, ὁ παρὼν προφήτης θεσπίζει, τὴν μετὰ ταῦτα δευτέραν πολιορκίαν τῆς Ἱερουσαλὴμ σημαίνων, ἣν πέπονθεν ὑπὸ Ῥωμαίων οὐκ ἄλλοτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς οἰκήτορσιν αὐτῆς τετολμημένα. ἐναργέστατα τοιγαροῦν καὶ ἐνταῦθα τοῦ σωτῆρος ἡμῶν, τοῦ θεοῦ λόγου, ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦται.

ταῦτα δὲ ἦν ὁμοῦ τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα καὶ ἡ παραυτίκα τῷ Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς τούτοις κλῆσις τῶν ἐθνῶν τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις. ὅ γε μὴν πνευματόφορος προφήτης περιπαθέστερον ὡς ἂν ἐπ᾽ οἰκείοις ὀλοφυρόμενος τοῖς ἐκ περιτομῆς, ἐκ τῆς κατ᾽ αὐτῶν ἐκφωνήσεως τὴν καταρχὴν πεποίηται τῆς προφητείας. «ἡμέρας» δὴ οὖν «τοῦ κυρίου» ὥσπερ οὖν καὶ ἐν ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτός, οἷα «φῶς ἀληθινὸν» τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται ἡμερῶν τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ «τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους», τὸ Ἰουδαίων ἔθνος διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται δεινοῖς. τοιοῦτον γάρ ἐστιν τὸ «ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ».

μετὰ δὲ τὴν [κατὰ] τῆς Ἱερουσαλὴμ πολιορκίαν καὶ τὴν μετ᾽ αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους ἐπιλέγει ἑξῆς ἀγαθὰ τοῖς πᾶσι, θεσπίζων· «καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν», καὶ πάλιν· «ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». ἀλλὰ γὰρ καὶ τὸ Ἰουδαίων ἔθνος τοιαῦτα πείσεσθαι ἐν ταῖς τοῦ κυρίου ἡμέραις τῆς προρρήσεως ἀποφηναμένης, τίς οὐκ ἂν θαυμάσειεν τῆς προρρήσεως τὸ ἀποτέλεσμα; ἅμα γὰρ Ἰησοῦς ὁ σωτὴρ καὶ κύριος ἡμῶν παρῆν ἠσέβουν τε εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, 〈καὶ〉 πάντα αὐτοῖς ἀθρόως τὰ προηγορευμένα μετὰ πεντακοσιοστὸν ἔτος τῆς προρρήσεως τέλους ἐτύγχανεν, ἐξ αὐτοῦ Πιλάτου καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν πολιορκίας οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυίου Ἰωσήπου γραφείσης ἱστορίας ἀναλέξασθαι. τότε μὲν οὖν εἰκὸς «τὸ ἥμισυ τῆς πόλεως» ἀπολωλέναι τῇ πολιορκίᾳ, ὥς φησιν ἡ προφητεία. μετ᾽ οὐ πολὺν δὲ χρόνον κατὰ Ἀδριανὸν αὐτοκράτορα κινήσεως αὖθις Ἰουδαϊκῆς γενομένης, τὸ λεῖπον τῆς πόλεως μέρος ἥμισυ πολιορκηθὲν αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐτοῖς γενέσθαι τὸν τόπον.

Εἰ δὲ λέγοι τις κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ ταῦτα πεπληρῶσθαι, σκεψάσθω εἰ οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας κατὰ τοὺς Ἀντιόχου χρόνους· οἷον τὸ αἰχμαλωσίαν πεπονθέναι τὸν λαόν, καὶ τὸ στῆναι τοὺς πόδας κυρίου ἐπὶ τὸ τῶν ἐλαιῶν ὄρος, καὶ εἰ γέγονεν «κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», καὶ εἰ τὸ «ὄνομα» κυρίου «ἐκύκλωσεν τὴν γῆν πᾶσαν καὶ τὴν ἔρημον», ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει. καὶ τὰ λοιπὰ δὲ τῆς προρρήσεως ὁποίου τέλους ἔτυχεν Ἀντιόχου βασιλεύοντος, πῶς τις ἀποδώσει; καθ᾽ ἡμᾶς δὲ ταῦτα καὶ πρὸς λέξιν μὲν ἀποδέδοται, καὶ καθ᾽ ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὐτή γε ἡ Ἱερουσαλήμ, καὶ τὸ πᾶν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μωσέως θρησκείας καθῃρεῖτο· αὐτίκα τε τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ σωματικῇ πεπόνθασιν, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα «κηρῦξαι» τοῖς ὑπὸ δαιμόνων πονηρῶν «αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς» τὰς διανοίας «τυφλοῖς ἀνάβλεψιν».

ταῦτα δὲ πεπονθότων ἐκείνων διὰ τὴν ἀπιστίαν αὐτῶν, οἱ τὸν σφῶν λυτρωτὴν ἐπιγνόντες οἰκεῖοί τε αὐτοῦ γενόμενοι μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί, πλεῖστοί τε ἄλλοι τῶν ἐκ περιτομῆς εἰς αὐτὸν πεπιστευκότων, περὶ ὧν φησιν ὁ ἀπόστολος «οὕτω καὶ νῦν λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν», καὶ τὸ «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν», τῆς νενοημένης ἡμῖν κατὰ διάνοιαν πολιορκίας ἄπειροι διεφυλάχθησαν οὐ μόνον ἀλλὰ καὶ τῆς πρὸς λέξιν ἀποδοθείσης. οἱ γοῦν ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, καὶ πάντες οἱ ἐξ Ἰουδαίων εἰς αὐτὸν πεπιστευκότες, μακρὰν τῆς Ἰουδαίας γῆς γενόμενοι καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπισπαρέντες, τὸν κατὰ τῶν οἰκούντων τὴν πόλιν ὄλεθρον διαδρᾶναι τότε ἠδυνήθησαν. καὶ τοῦτο δὲ ἡ προφητεία προλαβοῦσα ἐθέσπισεν δι᾽ ὧν ἔφησεν· «οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν».

Οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου». ἐν ποίοις δὲ ἔθνεσιν κύριος παρατάξεται ἢ ἐν τοῖς τὴν Ἱερουσαλὴμ πολιορκήσουσιν; δηλοῖ δὲ ὁ λόγος αὐτὸν τὸν κύριον συμμαχήσειν τοῖς πολιορκοῦσιν, ἐν αὐτοῖς ὄντα καὶ σὺν αὐτοῖς παραταττόμενον, ὥσπερ τινὰ στρατηγὸν καὶ ὑπέρμαχον αὐτῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευομένων. οὐ γάρ φησιν ὁ λόγος τὸν κύριον κατὰ τῶν ἐθνῶν παρατάξεσθαι. τίσιν δὲ καὶ κατὰ τίνων 〈ἢ〉 κατὰ τῆς Ἱερουσαλὴμ καὶ τῶν οἰκητόρων αὐτῆς, περὶ ὧν ἦν ὁ λόγος; τὸ δὲ «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν» τί ἕτερον δηλοῖ ἢ κυρίου τοῦ θεοῦ, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, τὴν ἐπὶ τῆς ἐκκλησίας αὐτοῦ στάσιν τε καὶ βεβαίωσιν, ἣν ὄρος ἐλαιῶν ἐπὶ τοῦ παρόντος κατὰ τρόπον ἀλληγορίας ὀνομάζει; ὡς γὰρ «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ» καὶ ἦν «ἀμπελὼν κυρίου Σαβαὼθ» ἀλληγορικῶς «ὁ οἶκος τοῦ Ἰσραήλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον», οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι «ἀγριέλαιον» οὖσαν κατεφύτευσεν, «ἐγκεντρίσας» ἐπὶ τὰς ἀποστολικὰς τῆς «καλλιελαίου» ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομήν, ὥσπερ οὖν ὁ ἀπόστολος παιδεύει.

καὶ κατεφύτευσέν γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονονουχὶ διὰ τῆς προφητείας λέγων· «ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσεν κύριος τὸ ὄνομά σου». ἐπεὶ γὰρ ὁ πρῶτος ἀμπελὼν δέον «ποιῆσαι σταφυλὴν ἐποίησεν ἀκάνθας», καὶ «οὐ δικαιοσύνην ἀλλὰ κραυγήν», εἰκότως ὡς ἂν ἀκάρπου αὐτοῦ «καθελὼν» ὁ θεὸς «τὸν φραγμὸν αὐτοῦ» καὶ «τὸν τοῖχον αὐτοῦ», παραδούς τε αὐτὸν τοῖς ἐχθροῖς «εἰς διαρπαγὴν καὶ καταπάτησιν», κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος «ἐλαιῶνα» ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέου τετυχηκότα καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ᾽ ἔστιν ψυχαῖς ἁγίαις καὶ φωτὸς θρεπτικαῖς οἵαις τε λέγειν «ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ». τοῦτο δὲ τὸ τῶν ἐλαιῶν ὄρος κατέναντι τῆς Ἱερουσαλὴμ εἶναι λέλεκται, ἐπειδήπερ ἀντὶ τῆς παλαιᾶς ἐπιγείου Ἱερουσαλὴμ καὶ τῆς ἐν αὐτῇ θρησκείας συνέστη τῷ θεῷ μετὰ τὴν τῆς Ἱερουσαλὴμ καθαίρεσιν. φήσας γοῦν ἀνωτέρω ὁ λόγος περὶ τῆς Ἱερουσαλήμ, ὡς «ἁλώσεται ἡ πόλις» καὶ τὰ ἐχθρὰ καὶ πολέμια ἔθνη συναχθήσεται ἐπ᾽ αὐτήν, «καὶ διαμερισθήσεται τὰ σκῦλα» αὐτῆς, εἰκότως οὐκ ἐπὶ τῆς Ἱερουσαλὴμ «τοὺς πόδας» τοῦ κυρίου «στήσεσθαί» φησιν. πῶς γὰρ καὶ οἷόν τε ἦν ἅπαξ καθῃρημένης; μεταβάντων δὲ ἐξ αὐτῆς ἐπὶ τὸ ἄντικρυς τῆς Ἱερουσαλὴμ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἐνταῦθα στήσεσθαι διδάσκει.

τοῦτο δὲ καὶ ὁ προφήτης Ἰεζεκιὴλ τῷ θείῳ πνεύματι προλαβὼν θεωρεῖ· λέγει δ᾽ οὖν· «καὶ ἐξῆρεν τὰ Χερουβίμ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ᾽ αὐτοῖς ὑπεράνω αὐτῶν. καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσου τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους ὃ ἦν ἀπέναντι τῆς πόλεως», ὅπερ ἐστὶν καὶ ἄλλως πρὸς λέξιν ὁρᾶν πεπληρωμένον εἰσέτι καὶ σήμερον, τῶν εἰς Χριστὸν πεπιστευκότων ἁπάντων πανταχόθεν γῆς συντρεχόντων, οὐχ ὡς πάλαι τῆς κατὰ τὴν Ἱερουσαλὴμ ἀγλαΐας ἕνεκα, οὐδ᾽ ὥστε προσκυνῆσαι ἐν τῷ πάλαι συνεστῶτι ἐπὶ τῆς Ἱερουσαλὴμ ἁγιάσματι, καταλύειν δὲ ἕνεκεν ἱστορίας τε ὁμοῦ τῆς κατὰ τὴν προφητείαν ἁλώσεως καὶ ἐρημίας τῆς Ἱερουσαλὴμ καὶ τῆς «ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ» προσκυνήσεως, ἔνθα ἡ δόξα κυρίου μετέστη καταλείψασα τὴν προτέραν πόλιν. «

ἔστησαν» δὲ ἀληθῶς καὶ κατὰ τὴν πρόχειρον καὶ ῥητὴν διήγησιν «οἱ πόδες» τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, δι᾽ οὗ ἀνείληφεν ἀνθρωπείου σκήνους, ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν πρὸς τῷ αὐτόθι δεικνυμένῳ σπηλαίῳ, εὐξαμένου γε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐπὶ τῆς ἀκρωρείας τοῦ τῶν ἐλαιῶν ὄρους τὰ περὶ τῆς συντελείας μυστήρια παραδεδωκότος, ἐντεῦθέν τε τὴν εἰς οὐρανοὺς ἄνοδον πεποιημένου, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διδάσκει φάσκων, ὅτι δὴ ἐν τῷ τῶν ἐλαιῶν ὄρει συμπαρόντων αὐτῷ τῶν ἀποστόλων «βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, οἳ καὶ εἶπον, ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν», οἷς ἐπιφέρει λέγων· «τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν κατέναντι Ἱερουσαλήμ». ἔστι μὲν οὖν καὶ πρὸς λέξιν «κατέναντι Ἱερουσαλὴμ» καὶ «ἐξ ἀνατολῶν» αὐτῆς τὸ δηλούμενον τῶν ἐλαιῶν ὄρος.

πλὴν ἀλλὰ κατὰ τὴν διάνοιαν ἡ ἁγία Χριστοῦ ἐκκλησία (καὶ τὸ ὄρος ἐφ᾽ ᾧ τεθεμελίωται, περὶ οὗ διδάσκει λέγων ὁ σωτήρ· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη») ἀντὶ τῆς πεσούσης καὶ μὴ ἐγερθείσης Ἱερουσαλὴμ ἀνεγερθεῖσα, καὶ τῶν ποδῶν τοῦ κυρίου καταξιωθεῖσα, οὐ μόνον «κατέναντί» ἐστιν «Ἱερουσαλήμ», ἀλλὰ καὶ «ἐξ ἀνατολῶν» αὐτῆς, προ[σ]λαβοῦσα τὰς αὐγὰς τοῦ τῆς θεοσεβείας φωτὸς καὶ πολὺ προτέρα τῆς Ἱερουσαλὴμ γενομένη αὐτῷ τε πλησιάσασα τῷ τῆς δικαιοσύνης ἡλίῳ, περὶ οὗ λέλεκται· «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης».

Εἰ δὲ λέγει τὸ ἑξῆς, ὅτι «σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ αὐτοῦ πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον», δύναται μὲν τὴν καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐξάπλωσιν τῆς ἐκκλησίας σημαίνειν, ἐπεὶ καὶ ἀνατολὰς ἡλίου αὐτά τε τὰ ἑῷα καὶ ἀνατολικὰ ἔθνη πεπλήρωκεν, διατείνει δὲ καὶ ἐπὶ τὴν δυτικὴν θάλασσαν τάς τε ἐν αὐτῇ νήσους, οὐ μὴν ἀλλ᾽ ἔφθακεν κατά τε νότον καὶ μεσημβρίαν, κατά τε βορρᾶν καὶ ἄρκτον. πάντη γὰρ καὶ πανταχοῦ ὁ σημαινόμενος τροπικῶς τοῦ κυρίου ἐλαιών, ἡ ἐκκλησία αὐτοῦ, καταπεφύτευται. δύναται δὲ καὶ κατὰ διάνοιαν τὰ ἐπὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας γενόμενά τε καὶ εἰσέτι νῦν γινόμενα σχίσματα καὶ τὰς αἱρέσεις τάς τε ἠθικὰς κατὰ τὸν βίον ἀποπτώσεις αἰνίττεσθαι σχισθέντα· φησὶν γάρ· τὸ ὄρος διαστήσεσθαι, «τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον», ὡς εἰς τέσσαρα μέρη διαιρεῖσθαι, δύο μὲν τὰ σεμνότερα καὶ κρείττω, δύο δὲ τὰ ἐναντία.

καὶ ὅρα μή ποτε διὰ τούτων τὸ μὲν «πρὸς ἀνατολὰς» καὶ «πρὸς νότον» δύο τάγματα σημαίνει τῶν τῆς κατὰ θεὸν προκοπῆς ἐπειλημμένων, ἓν μὲν τῶν ἐν γνώσει καὶ λόγῳ καὶ τοῖς λοιποῖς τοῦ θείου πνεύματος χαρίσμασιν τελειουμένων, θάτερον δὲ τῶν διὰ βίου κατορθούντων, ἐν ἐκλογαῖς γε μὴν 〈μὴ〉 διατριβόντων. τὰ δὲ λοιπὰ δύο μέρη τῶν προτέρων διῃρημένα εἴη ἄν, τὸ κατὰ θάλασσαν καὶ πρὸς βορρᾶν, ἀμφότερα πρὸς τῇ κακίᾳ σημαινόμενα. «ἀπὸ προσώπου», γάρ φησιν, «βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν», ὅ τε δράκων ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς λέγεται, ὥστε εἰκότως κἀνταῦθα τῶν ἀπὸ τῆς ἐκκλησίας ἀποπιπτόντων δύο πάλιν δηλοῦσθαι τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις.

Τούτοις ἑξῆς ἐπιλέγεται· «καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα». «κοιλὰς» δὲ ἐν τούτοις τῶν ὀρέων τοῦ θεοῦ τίς ἂν εἴη ἢ ἡ κατὰ τὸν Μωσέως νόμον ἐν τῇ Ἱερουσαλὴμ πάλαι πρότερον συντελουμένη σωματικὴ καὶ ἰουδαϊκὴ θρησκεία; ἣν ἀποκλεισθήσεσθαι ὥσπερ ἀποφραχθεῖσαν ὁ παρὼν λόγος θεσπίζει φάσκων· «καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται»· ἀνθ᾽ ὧν ὁ Σύμμαχος πεποίηκεν· «καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἔτι ἐγγιεῖ ἡ φάραγξ τῶν ὀρέων πρὸς τὸ παρακείμενον, καὶ ἐμφραχθήσεται», δι᾽ ὧν παρίστησιν τὸ αἴτιον τῆς ἐμφραχθείσης φάραγγος. τί δὲ ἦν τοῦτο ἀλλ᾽ ἢ τὸ ἐγγίσαι αὐτὴν καὶ πλησιάσαι τῷ παρακειμένῳ αὐτῇ; τοῦτο δὲ ἦν τὸ τοῦ κυρίου ὄρος τὸ τῶν ἐλαιῶν προωνομασμένον, ὅπερ Ἀσαὴλ ὠνόμασται παρὰ τοῖς ἑβδομήκοντα. δηλοῖ δὲ τοῦτο κατὰ τὴν Ἑβραίων φωνὴν «ποίησιν θεοῦ». οὕτω δέ, φησίν, ἡ παλαιὰ «φάραγξ» πλησιάσασα τῷ ὄρει καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ τῷ τε ποιήματι θεοῦ «ἐμφραχθήσεται» καὶ ἀποκλεισθήσεται, «ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα».

ζητῶν δὲ παρ᾽ ἐμαυτῷ καὶ τὰς θείας περιιὼν γραφάς, εἴ ποτε «ἐν ταῖς ἡμέραις Ὀζίου» ἡ ἐνταῦθα δηλουμένη φάραγξ «ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ», ἐν μὲν ταῖς τῶν Βασιλειῶν ἱστορίαις οὐδὲν ηὕρισκον· οὔτε γὰρ σωματικῶς κατ᾽ αὐτὸν σεισμὸς γεγονὼς οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀναγέγραπται. ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος γεγονέναι, εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ καὶ δι᾽ ἑαυτοῦ θῦσαι τῷ θεῷ τολμήσας, δι᾽ ὃ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος καὶ τὰς ἔξωθεν ἰουδαϊκὰς δευτερώσεις ἀπηκριβωκώς, ἅτε «Ἑβραῖος ἐξ Ἑβραίων» τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων «ἐξιέναι τοῦ ἱεροῦ καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν. μεταξὺ δὲ σεισμὸς ἐκλόνησεν τὴν γῆν, καὶ διαστάντος τοῦ ναοῦ φέγγος λαμπρὸν ἐξέλαμψεν καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραχθῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς.»

ταῦτά μοι ἀπὸ τοῦ συγγράμματος τῆς Ἰωσήπου Ἰουδαϊκῆς ἀρχαιολογίας κείσθω. καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ᾽ ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν «ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ». ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει. οἶμαι δὲ τὸν αὐτὸν προφήτην προϊόντα τὸν σεισμὸν ὑπογράφειν ἐν οἷς φησιν· «εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπεν, πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῆς ἐν ῥομφαίᾳ ἀποκτενῶ», δι᾽ ὧν ἡγοῦμαι θεσπίζεσθαι τὸν σεισμὸν καὶ τὴν καθαίρεσιν τῶν πάλαι σεμνῶν τοῦ Ἰουδαίων ἔθνους καὶ τῆς ἐπιτελουμένης ὑπ᾽ αὐτῶν ἐν τῇ Ἱερουσαλὴμ θρησκείας, τήν τε ἀπώλειαν τὴν μετελθοῦσαν αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὅτε παραιτησαμένων αὐτῶν τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ἀληθῆ ἀρχιερέα, λέπρα κατὰ τῶν ψυχῶν ἐξήνθησεν, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Ὀζίου, ὅτε καὶ ἀοράτῳ δυνάμει αὐτὸς ὁ κύριος ἐπιστὰς τῷ θυσιαστηρίῳ αὐτῶν τὴν ἐξουσίαν ἔδωκεν τῷ πατάσσοντι, φήσας «πάταξον 〈ἐπὶ〉 τὸ θυσιαστήριον». δυνάμει γοῦν τοῦτο ἐδήλου λέγων· «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος»· αὐτίκα γοῦν ἐπὶ τῷ πάθει αὐτοῦ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω», ὥσπερ οὖν ὁ Ἰώσηπος ἱστορεῖ γεγονέναι κατὰ τοὺς Ὀζίου χρόνους.

εἶτα πρότερον μὲν «ἐσείσθη τὰ πρόπυλα», ὅτε «ἡ γῆ ἐσείσθη» κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν· μετ᾽ οὐ πολὺ δὲ καὶ τὴν ἐσχάτην ὑπέμεινε πτῶσιν, λαβών τε τὴν ἐξουσίαν ὁ πατάσσων «διέκοψεν εἰς κεφαλὰς ἁπάντων». κατὰ τοῦτο δὴ οὖν τοῦ καιροῦ καὶ «ἡ κοιλὰς» τῶν τοῦ θεοῦ «ὀρέων ἐνεφράγη», ὥσπερ οὖν γέγονεν ἐπὶ Ὀζίου, πρὸς μὲν ῥητὸν καὶ λέξιν κατὰ τὴν Ῥωμαίων πολιορκίαν, καθ᾽ ἣν οἶμαι συμβῆναί τινα τοιαῦτα, πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ Μωσέως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα.

Μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει λέγων· «καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ», εἴτε τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς ὀνομάζων «ἁγίους» αὐτοῦ, εἴτε δυνάμεις τινὰς ἀοράτους καὶ πνεύματα λειτουργικά, περὶ ὧν εἴρηται· «καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ». εἶτ᾽ ἐπὶ τῆς παρουσίας τοῦ κυρίου «ἔσται», φησίν, «ἡμέρα», καὶ «οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν», ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, ἥτις ἔγνωσται τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νύξ, ἀλλ᾽ ἔσται τὸ πρὸς ἑσπέραν φῶς». καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν «οὐκ ἔσται φῶς» ἐπληροῦτο, ἡνίκα «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης», τὸ δὲ «ἀλλὰ ψῦχος καὶ πάγος», ὅτε κατὰ τὸν Λουκᾶν· παραλαβόντες τὸν Ἰησοῦν «ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως, ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν, περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς ἐκάθητο» κατὰ τὸν Μάρκον μετὰ τῶν λοιπῶν «θερμαινόμενος». ὁ δὲ Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπών· «εἱστήκεισαν οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο».

Γνωστὴ δέ, φησίν, ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ· οὐχ ἡμέρα μέν, διὰ τὸ προειρῆσθαι «οὐκ ἔσται φῶς», ὃ καὶ ἐπληροῦτο, ὅτε «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης»· οὐδὲ νὺξ δέ, διὰ τὸ ἐπιλέγεσθαι «πρὸς ἑσπέραν ἔσται φῶς», ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα. καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ [τὴν] τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας «εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου» ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους «ἐν σκότει» καὶ «σκιᾷ θανάτου» μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.

Ἐν αὐτῇ δὴ οὖν τῇ τοιαύτῃ ἡμέρᾳ τοῦ κυρίου, «ἐξελεύσεται», φησίν, «ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ». τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ζωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτόν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν· «εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν». αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν· ἐνθένδε γοῦν ὥρμητο αὐτοῦ τὸ εὐαγγέλιον, καὶ οἱ τούτου κήρυκες πᾶσαν κατέπλησαν τὴν οἰκουμένην, ὃ καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι «εἰς τὴν θάλασσαν τὴν πρώτην» καὶ «εἰς τὴν θάλασσαν τὴν ἐσχάτην» «τὸ ζῶν ὕδωρ ἐξελεύσεσθαι», δι᾽ ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ «πρώτη θάλαττα» ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα ἥλιον διὰ «τῆς θαλάττης τῆς ἐσχάτης» σημαινόμενα, ἃ καὶ πεπλήρωκεν τὸ «ζῶν ὕδωρ» τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευσε λέγων· «ὃς ἂν πίῃ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα», καὶ πάλιν· «ποταμοί», φησίν, «ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος» «ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ αὖθις· «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω».

Μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα, ὅπερ σαφέστερον ἐν ἑτέρῳ δηλοῦται διὰ τοῦ «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν», «ἔσται», φησί, «κύριος εἰς βασιλέα», οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλ᾽ «ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», καὶ «ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν». ἃ καὶ αὐτὰ συνᾴδει τοῖς ἀπὸ τῶν ψαλμῶν παρατεθεῖσιν, δι᾽ ὧν ἐλέγετο· «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη», καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν». ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται· ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας «ἰδοὺ ἡμέραι», φησίν «ἔρχονται τοῦ κυρίου», καὶ ἔσται τάδε. τίνα δὴ ταῦτα ἀλλ᾽ ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὄρος, καὶ τὸ «παρέσται κύριος» καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ «ζῶν ὕδωρ», τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, πληροῦν πᾶσαν τὴν γῆν», ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διειλήφαμεν;

πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα. 〈Ἀπὸ τοῦ Βαρούχ〉. «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν» (δηλοῖ δὲ τὴν σοφίαν), «καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας αὐτὴν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων· ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· καὶ οἱ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτούς, καὶ εἶπαν, πάρεσμεν· ἔλαμψαν μετ᾽ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Οὐδὲν ἐπιλέγειν δεῖ ταῖς θείαις φωναῖς ἐναργῶς τῷ προβλήματι παρισταμέναις. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Ὅρασις Αἰγύπτου.

ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους. καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν», καὶ τὰ τούτοις ἑξῆς.

Καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, «ἥξειν εἰς Αἴγυπτον» ἡ παροῦσα προφητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς οὐδ᾽ ἀοράτως οὐδ᾽ ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ᾽ «ἐπὶ νεφέλης κούφης» ὀχούμενον, μᾶλλον δὲ «ἐπὶ πάχους ἐλαφροῦ»· οὕτω γὰρ ἔχειν φασὶν τὴν Ἑβραίων φωνήν. λεγέτωσαν δῆτα Ἑβραίων παῖδες, πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἰ γὰρ ὁ ἐπὶ πάντων θεός, καὶ πῶς ἐπὶ «πάχους ἐλαφροῦ» οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς; ἑρμηνευέτωσαν δὲ καὶ τὸ «πάχος ἐλαφρὸν» τί ποτε ἄρα ἐστίν, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ. πότε δὲ καὶ ἱστόρηται τὰ ἐν τῇ προφητείᾳ εἰρημένα τέλους τετυχηκέναι, τὸ «σεισθῆναι», λέγω, τὰ εἴδωλα «τὰ χειροποίητα Αἰγύπτου», καὶ τὸ Αἰγυπτίους Αἰγυπτίοις πολεμῆσαι διὰ τὴν τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίαν, καὶ 〈τὸ〉 «τοὺς θεοὺς αὐτῶν», δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος; «εἰς χεῖρας» δὲ ποίων «κυρίων σκληρῶν», ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσιν παραδίδονται; καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω.

ἡμεῖς γὰρ οὐκ ἄλλως ταῦτά φαμεν συνίστασθαι ἢ διὰ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας· οὗτος γάρ, θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις, κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ Αἰγυπτίων χώρᾳ διὰ «νεφέλης κούφης» ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι᾽ οὗ ἀνείληφεν σώματος ἐκ παρθένου καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ᾐνίξατο εἰπών· «ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ᾽ Αἴγυπτον», πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας. καὶ τοῦτο τοιγαροῦν τὸ τῆς προφητείας μέρος πρὸς λέξιν τέλους ἐτύγχανεν, ὅτε ἄγγελος κυρίου ὄναρ ἐπιφανεὶς εἶπεν τῷ Ἰωσήφ· «ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι». τότε γοῦν αὐτὸς ὁ κύριος ὁ θεὸς λόγος, ἐπιπαριὼν τῇ τοῦ παιδὸς ἡλικίᾳ, καὶ ἐν τῇ συστάσῃ αὐτοῦ ἐξ ἁγίας παρθένου σαρκὶ («παχείᾳ» μὲν οὔσῃ διὰ τὸ τῆς σωματικῆς ὕλης ἀντίτυπον, «ἐλαφρᾷ» δὲ πάλιν διὰ τὸ κρείττονα ἢ καθ᾽ ἡμᾶς εἶναι, καὶ «νεφέλη κούφη» ὀνομαζομένῃ διὰ τὸ μὴ ἐξ ἡδυπαθοῦς φθορᾶς, ἀλλ᾽ ἐξ ἁγίου πνεύματος συστῆναι) τῇ τῶν Αἰγυπτίων ἐπιδημεῖ χώρᾳ.

Ἡ δ᾽ αἰτία τῆς ἐκεῖσε ἐπιδημίας αὐτοῦ τοῦτον ἔχει τὸν λόγον. ἐπεὶ γὰρ ἐν αὐτῇ πρώτῃ κατάρξαι τὰ τῆς εἰδωλολάτρου πλάνης μνημονεύεται, ἐδόκουν τε πάντων ἀνθρώπων μάλιστα δεισιδαιμονέστατοι τυγχάνειν ἐχθροί τε εἶναι καὶ πολέμιοι τοῦ λαοῦ τοῦ θεοῦ, τῶν προφητῶν κατὰ πλεῖστον ὅσον ἀφεστῶτες, εἰκότως αὐτοῖς πρώτοις ἡ τοῦ θεοῦ ἐφίστη δύναμις. διὸ καὶ πάντων ἀνθρώπων μᾶλλον παρ᾽ Αἰγυπτίοις ἴσχυσεν ὁ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος· ὅθεν ἡ παροῦσα προφητεία αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει, ἀλλ᾽ οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ᾽ ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί φησιν οὐδέν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὐτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς· κατορθώσειν γοῦν αὐτοῦ τὴν ἐπιδημίαν ταῦτα, ἅπερ καὶ αὐτοῖς ἔργοις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ ἐπιφάνειαν συνίσταται πεπληρωμένα. τίνα δὲ ἦν, θεασώμεθα.

Οἱ πρὶν τὴν Αἴγυπτον οἰκοῦντες φαῦλοι καὶ μοχθηροὶ δαίμονες, ἐξ αἰῶνος μακροῦ τοῖς ξοάνοις ἐμφωλεύοντες καὶ τὰς τῶν Αἰγυπτίων ψυχὰς πάσῃ δεισιδαιμονίας πλάνῃ καταδουλούμενοι, συναισθόμενοι ξένης τινὸς καὶ ἐνθέου δυνάμεως ἐπιδημούσης αὐτοῖς, αὐτίκα συνεκινοῦντο, σάλον καὶ κλόνον ἐν ἑαυτοῖς πάσχοντες, ἥ τε καρδία αὐτῶν καὶ ἡ διανοητικὴ δύναμις ἡττᾶτο ἔνδον ἐν ἑαυτοῖς, ὑποχωροῦσα καὶ νικωμένη ὑπὸ τῆς ἀοράτως συνελαυνούσης καὶ πυρὸς δίκην ἀρρήτῳ λόγῳ φλεγούσης αὐτοὺς δυνάμεως.

ἀλλὰ τότε μὲν ἀοράτως οἱ δαίμονες ταῦτ᾽ ἔπασχον ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὴν Αἴγυπτον ἐνσάρκῳ ἐπιδημίᾳ, ἐπειδὴ δὲ μετὰ ταῦτα γυμνῶς ἤδη λοιπὸν τὸ περὶ αὐτοῦ εὐαγγέλιον τοῖς Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, ἐκηρύττετο, ἥ τε ἀόρατος αὐτοῦ δύναμις σὺν τοῖς ἀποστόλοις αὐτοῦ παρῆν, ἀφανῶς συμπράττουσα αὐτοῖς καὶ συνεργοῦσα καὶ καταγγέλλουσα δι᾽ αὐτῶν τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ, μόνον τὸν ἕνα καὶ μόνον ἀληθῆ θεὸν εὐσεβεῖν παρακελευομένη, τῶν δὲ δαιμόνων τοὺς πάλαι πεπλανημένους ἀφιστῶσα, ἐνταῦθα λοιπὸν ἤδη Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, στάσις καὶ πόλεμος ἐμφύλιος συνίστατο, τῶν μὲν ἀναχωρούντων τῆς πολυθέου πλάνης καὶ τῷ τοῦ Χριστοῦ λόγῳ προστρεχόντων, τῶν δὲ ἐξ ἐναντίας τούτοις πολεμούντων καὶ ὑπὸ τῶν οἰκείων δαιμόνων ἐξοιστρουμένων, ὡς καὶ ἀδελφοὺς ἀλλήλων διίστασθαι καὶ τοὺς φιλτάτους διὰ ξιφῶν χωρεῖν τῆς τοῦ Χριστοῦ διδασκαλίας ἕνεκεν. 〈διό〉 φησιν ὁ χρησμός· «καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ».

πιστοῦται δὲ τὴν προφητικὴν πρόρρησιν καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν, φάσκων ἐν τοῖς εὐαγγελίοις· «παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς», καὶ αὖθις· «μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην δοῦναι ἐν τῇ γῇ, οὐχὶ λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνί, τρεῖς διαμεμερισμένοι ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν· διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην, καὶ νύμφη ἐπὶ τὴν πενθεράν». τί γὰρ ταῦτα τῆς προφητικῆς διαφέροι ἂν φωνῆς ἐπὶ τῇ τοῦ κυρίου εἰς Αἴγυπτον παρουσίᾳ λεγούσης «ἐπεγερθήσεσθαι Αἰγυπτίους κατ᾽ Αἰγυπτίων καὶ πολεμ〈ήσ〉ειν ἄνθρωπον τὸν ἀδελφὸν αὐτοῦ»; καὶ «νόμος» δὲ ὁ τῆς καινῆς διαθήκης τοῦ Χριστοῦ «ἐπὶ νόμον» τὸν τῆς πολυθέου δεισιδαιμονίας ἠγείρετο, ὅ τε τῶν εἰδωλολατρῶν ἐθνῶν νόμος τὴν Χριστοῦ πολεμῶν διδασκαλίαν, «πόλις» τε καὶ πολιτεία τῆς ἐν Χριστῷ ἐκκλησίας τοῖς τῶν ἀπίστων ἐθνῶν πολιτεύμασιν ἐπανίστατο. διὸ λέλεκται· «πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον».

ἔστιν δὲ ἐπὶ τούτοις τοὺς Αἰγυπτίους (πάντας τοὺς εἰδωλολάτρας) τό τε ἐνεργοῦν ἐν αὐτοῖς τῆς εἰδωλολατρίας πνεῦμα συνιδεῖν ταραττομένους εἰσέτι νῦν, καὶ πολλὰ μὲν βουλευομένους κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας, ὡς ἂν σβέσοιεν αὐτὴν καὶ ἐξ ἀνθρώπων ἀφανίσοιεν, διασκεδαν〈ν〉υμένους δὲ ὑπὸ τοῦ θεοῦ, φήσαντος ἐν τῇ προφητείᾳ· «καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω». μυρία δὲ ὅσα πυνθανόμενοι καὶ «ἐπερωτῶντες» καθ᾽ ἡμῶν ἔν τε χρησμοῖς καὶ μαντείαις «τοὺς θεοὺς αὐτῶν», καὶ τοὺς ἐν τοῖς ἀγάλμασιν ἐμφωλεύοντας δαίμονας, τούς τε πάλαι ἐν αὐτοῖς πολλὰ δυναμένους «ἐγγαστριμύθους», οὐδέν τι πλέον ἐξ αὐτῶν ἔχουσιν. διό φησιν ὁ λόγος· «καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐγγαστριμύθους». ἀλλ᾽ οὐδεμιᾶς γάρ, φησίν, τεύξονται βοηθείας οἱ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς τοῦ θεοῦ κυρίοις σκληροῖς καὶ βασιλεῦσιν παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὐτῶν πειθόμενοι καὶ ὑπ᾽ αὐτῶν ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν.

Ἔνθα μοι τὸν νοῦν ἐπιστήσεις, τίνα τρόπον μέχρι μὲν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιφανείας οἰκείοις βασιλεῦσιν ἰδίως καὶ καθ᾽ ἑαυτὴν πᾶσα Αἴγυπτος κέχρητο, ἐν αὐτονομίᾳ τε καὶ ἐν ἐλευθερίᾳ διῆγον οἱ Αἰγύπτιοι, δυναστεία τε αὐτῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκείνου δὲ πρώτου Ῥωμαίων Αὐγούστου, καθ᾽ ὃν ὁ κύριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης, ὑπὸ τὴν Ῥωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπιτάγματα, τῆς προτέρας αὐτονομίας καὶ ἐλευθερίας ἀφῃρημένοι, ὡς καὶ ἐν τούτῳ τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγουμένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φάσκον· «καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν», περὶ δὲ τῶν τὴν καθόλου διεπόντων ἀρχὴν τὸ ἑξῆς, ἀνθ᾽ οὗ ὁ Ἀκύλας φησίν· «καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει ἐν αὐτοῖς», ὁ δὲ Σύμμαχος· «καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν». οὕτω δὴ τὴν Ῥωμαίων ἡγοῦμαι κεκλῆσθαι βασιλείαν, ὑφ᾽ ἧς ὥσπερ χαλινῷ καὶ δεσμῷ πεπεδημένους οὐ μόνον τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας ἀνθρώπους μηδὲν δύνασθαι τολμᾶν κατὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας δυσφημεῖν.

μετὰ ταῦτα προφητεύεται τούτοις ἑξῆς σκοτεινότερά τινα καὶ δι᾽ αἰνιγμάτων, μακροτέρας καὶ βαθυτέρας τῆς κατὰ τροπολογίαν δεόμενα ἑρμηνείας, ἃ δὴ ἐπὶ σχολῆς κατὰ τὸν προσήκοντα καιρὸν τῆς προσηκούσης τεύξεται διηγήσεως, ἐπὰν σὺν θεῷ τὸν περὶ τῶν ἐπαγγελιῶν ἀποδώσωμεν λόγον. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτε ἐ〈ρ〉ράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ, καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται.»

Κἀνταῦθα διαρρήδην θεοῦ ἄφιξις θεσπίζεται σωτήριος καὶ πολλῶν ἀγαθῶν αἰτία· κωφοῖς γοῦν ἴασις καὶ τυφλοῖς ἀνάβλεψις, προσέτι τε χωλοῖς καὶ τὴν γλῶτταν συνδεδεμένοις θεραπεία ἔσεσθαι προφητεύεται, ἃ καὶ τέλους ἔτυχεν οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, ὑφ᾽ οὗ καὶ τυφλῶν ἀνεῴχθησαν οἱ ὀφθαλμοὶ καὶ κωφοὶ τὴν ἀκοὴν ἀπειλήφασιν (τί δεῖ λέγειν ὅσοι καὶ διὰ τῶν αὐτοῦ μαθητῶν παρειμένοι καὶ κωφοὶ καὶ χωλοὶ τὰς κατὰ φύσιν βάσεις ἀπελάμβανον), ἄλλοι τε μυρίοι ποικίλαις νόσοις καὶ μαλακίαις τετρυχωμένοι τῆς παρ᾽ αὐτοῦ θεραπείας τε καὶ σωτηρίας ἠξιοῦντο, κατά τε τὴν ἔνθεον τῆς προφητείας πρόρρησιν καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν εὐαγγελίων μαρτυρίαν; «ἔρημον» δὲ ἐν τούτοις ὁ λόγος αἰνίττεται τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, ἣν πάλαι θεοῦ ἔρημον οὖσαν διὰ τῶν ἐν χερσὶν εὐαγγελίζεται, καὶ ταύτῃ δὲ πρὸς τοῖς ἄλλοις τῇ ἐρήμῳ φησὶν ὁ λόγος δοθήσεσθαι «τὴν δόξαν τοῦ Λιβάνου».

Λίβανον δὲ τὴν Ἱερουσαλὴμ ἀλληγορικῶς σύνηθές ἐστιν ἀποκαλεῖν, ὡς ἐπὶ καιροῦ διὰ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀποδείξεων παραστήσομεν. ἐν δὴ οὖν τῇ τοῦ θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ τῇ δηλωθείσῃ ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τὴν δόξαν τοῦ Λιβάνου δοθήσεσθαι ἡ προκειμένη διδάσκει πρόρρησις. ἀντὶ δὲ τοῦ «καὶ ἡ τιμὴ τοῦ Καρμήλου» ὁ μὲν Ἀκύλας φησίν· «διαπρέπεια τοῦ Καρμήλου καὶ τοῦ Σαρών, αὐτοὶ ὄψονται δόξαν κυρίου», ὁ δὲ Σύμμαχος· «εὐπρέπεια τοῦ Καρμήλου καὶ τοῦ πεδίου, αὐτοὶ ὄψοντα τὴν δόξαν κυρίου», καὶ ὁ Θεοδοτίων δέ· «ὡραιότης», φησί, «τοῦ Καρμήλου καὶ τοῦ Σαρών, αὐτοὶ ὄψονται τὴν δόξαν κυρίου». δι᾽ ὧν αἰνίττεσθαι ἡγοῦμαι τὴν προφητείαν οὐ τὴν Ἱερουσαλὴμ οὐδὲ τὴν Ἰουδαίαν ἀλλὰ τῶν ἐθνῶν τὴν χώραν καταξιωθήσεσθαι τῆς ἐνθέου γνώσεως· ὁ γοῦν Κάρμηλος καὶ ὁ καλούμενος Σαρὼν τόποι τῶν ἀλλοφύλων ὑπῆρχον ἐθνῶν.

ταῦτα μὲν οὖν πρὸς λέξιν· καὶ κατὰ διάνοιαν δὲ εἰσέτι σήμερον οἱ πρὶν τὰς ψυχὰς πεπηρωμένοι, ὡς ξύλα καὶ λίθους καὶ τὴν λοιπὴν ἄψυχον ὕλην δαίμονάς τε περιγείους καὶ πνεύματα πονηρὰ ἀντὶ τοῦ θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ ὦτα τῆς διανοίας κεκωφωμένοι καὶ σκάζοντες καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν βίον τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀρρωστημάτων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου παρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν», καὶ ἐπιφέρει λέγων· «καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ».

Ἔχεις κἀνταῦθα κύριον τὸν ἀποστελλόμενον καὶ τὸν ἀποστέλλοντα, δηλαδὴ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων, συνήθως δὶς κύριον ὀνομαζόμενον. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Οὕτως λέγει κύριος, ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι;» εἶτ᾽ ἐπὶ τῆς αὐτῆς προφητείας ὑποβάς· «ἐγὼ δέ», φησίν, «οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων».

Αὐτὸς ὁ κύριος διὰ τούτων τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν σαφῶς ὁμολογῶν ἀπελέγχει τὸν Ἰουδαίων λαόν, ὅτι μὴ ἐλθόντα αὐτὸν καταδέξονται, μηδὲ καλοῦντι ὑπακούσονται. καὶ τοῦθ᾽, ὥσπερ ἀπολογούμενος, αἴτιον τῆς αὐτῶν ἐκείνων ἀποβολῆς γεγονέναι διδάσκει· ἐπεὶ γὰρ «ἦλθον», φησίν, «καὶ οὐκ ἦν» ἐν ὑμῖν «ἄνθρωπος, ἐκάλεσά τε καὶ οὐδεὶς ἦν ὁ ὑπακούων», διὰ τοῦτο, φησίν, «ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε», ἅτε αὐτοὶ ἀφ᾽ ἑαυτῶν ἀποστάται τῆς ἐμῆς κλήσεως καταστάντες, ἀλλ᾽ οὐκ ἐμοῦ «βιβλίον» ὑμῖν «ἀποστασίου» δεδωκότος. σαφῶς δὲ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται. ὁμοῦ δὲ τὰ περὶ τὸ πάθος τετολμημένα αὐτοῖς δηλοῖ λέγων· «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα», καὶ τὰ τούτοις ἑξῆς. καὶ ταῦτα ἐπὶ σχολῆς τῆς προσηκούσης τεύξεται ἑρμηνείας. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Τάδε λέγει κύριος, δι᾽ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. διὰ τοῦτο γνώσεται ὁ λαός μου 〈τὸ ὄνομά μου〉 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ θεός. φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών.

ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ἱερουσαλήμ. καὶ ἀποκαλύψει τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.» Τούτοις ἑξῆς ἐπισυνῆπται ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν εἱρμὸν ἡ περὶ τοῦ πάθους τοῦ Χριστοῦ προφητεία, ἣν καὶ ἐπὶ σχολῆς ἐκθήσομαι. εἷς δὲ ὢν καὶ ὁ αὐτὸς κύριος ὁ φήσας ἐν τῇ πρὸ ταύτης περικοπῇ πρὸς τὸν Ἰουδαίων λαόν «ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων», διὰ τῶν ἐν χερσὶ πρὸς τοὺς αὐτούς φησιν· «δι᾽ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν». εἶθ᾽, ὡς ἔχων ἕτερον παρ᾽ αὐτοὺς λαόν, ἐπιφέρει· «διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου», διδάσκει τε ὅτι μὴ ἕτερος ἀλλ᾽ αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας κύριος ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων· «ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι».

τὸ δὲ «ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, 〈ὅτι〉 ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιών, βασιλεύσει σου ὁ θεός», σαφέστερον οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευταί, ὁ μὲν Ἀκύλας εἰπών· «τί ὡραιώθησαν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, ἀκουτίζοντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθόν, ἀκουτίζοντος σωτηρίαν, λέγοντος τῇ Σιών, ἐβασίλευσεν ὁ θεός σου», καὶ ὁ Σύμμαχος φήσας· «τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθά, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιών, ἐβασίλευσεν ὁ θεός σου»· ἀντὶ δὲ τοῦ «φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται», ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσεν· «φωνὴ τῶν σκοπῶν σου ἐπῆραν φωνήν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται». λέγοιντο δ᾽ ἂν ἐν τούτοις «σκοποὶ» οἱ ἱεροὶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ «ὀφθαλμοφανῶς» ἰδόντες τὸν προφητευόμενον ὕψωσαν αὐτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες.

Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς τόποις εὐαγγελιζομένην οἶδεν ἐπουρανίους ὁ ἀπόστολος δι᾽ ὧν φησιν· «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν», καὶ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει». λέγοιτο δ᾽ ἂν Σιὼν καὶ ἡ εἰς πάντα τὸν ἐπὶ γῆς τόπον διὰ Χριστοῦ συστᾶσα ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν τὸ θεοσεβὲς πολίτευμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίοις τοῖς πάλαι τὸ πρὶν συνεστώς, εἰς ἐρημίαν διὰ τὰς δυ〈σ〉σεβείας αὐτῶν περιτέτραπται, εἶτ᾽ αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχεν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. διό φησιν ἡ προφητεία· «ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐ〈ρ〉ρύσατο Ἱερουσαλήμ». οὐκ ἂν δὲ ἁμάρτοις τὴν παντὸς ἁγίου καὶ θεοφιλοῦς ψυχήν, καθὸ μὲν ἐπῆρται τῷ βίῳ, «τὸ πολίτευμα» ἔχουσα «ἐν οὐρανοῖς», σκοποῦσα τὰ ὑπερκόσμια, Σιὼν ὀνομάζων (ἑρμηνεύεται γὰρ «σκοπευτήριον»), καθὸ δὲ ἐν εὐσταθείᾳ καὶ γαλήνῃ παθῶν καθέστηκεν, Ἱερουσαλὴμ αὐτὴν ἀποκαλῶν («ὅρασιν» γὰρ «εἰρήνης» μεταληφθὲν τοὔνομα σημαίνει). τούτοις ἀκολούθως ἡ τῶν ἐθνῶν ἐπὶ τὴν εὐσέβειαν τοῦ θεοῦ κλῆσις ἐναργέστατα δηλοῦται διὰ τοῦ «καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν».

βραχίονα δὲ τοῦ θεοῦ μὴ ἄλλον εἶναι τοῦ λόγου καὶ τῆς σοφίας καὶ αὐτοῦ τοῦ κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, νόμιζε. τοῦτο γοῦν ἐκ πολλῶν παραστῆσαι ῥᾴδιον. ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ἰσραὴλ «βραχίονι» θεοῦ ῥυσθέντα τῆς ὑπ᾽ Αἰγυπτίοις δουλείας. αὐτὸν δὴ ἐκεῖνον τὸν βραχίονα τοῦ θεοῦ, τὸν ἀναφανέντα σωτῆρα τοῦ πάλαι λαοῦ, πᾶσι τοῖς ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. «τὴν» δὲ «σωτηρίαν», ἥν φησιν ὄψεσθαι «πάντα τὰ ἄκρα τῆς γῆς», καὶ ἣν ἀνώτερον ἐδήλου λέγων «ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου», ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ», καὶ ἑξῆς· «εἶπεν κύριος, κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ᾽ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἤκουσάν μου τὸ ὄνομα οὐδὲ ἑωράκασίν μου τὴν δόξαν, καὶ ἀναγγελοῦσί μου τὰ ἔργα ἐν τοῖς ἔθνεσιν».

Ἄντικρυς καὶ ἐν τούτοις ἡ τοῦ κυρίου εἰς ἀνθρώπους παρουσία δηλοῦται. καὶ ἐπειδήπερ εἴρηται «ὡς πῦρ ἥξειν», εἰκότως φησὶν ὁ σωτὴρ ἡμῶν· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» «ἅρματα» δὲ «αὐτοῦ» τὰς δορυφορούσας αὐτὸν θείας δυνάμεις καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους εἴποις ἄν, περὶ ὧν εἴρηται· «καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ», καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητάς, οἷς ἐποχούμενος ἐνθέῳ καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ θεοῦ λόγος τὴν πᾶσαν διέδραμεν οἰκουμένην. λέγοιτο δ᾽ ἂν καὶ ἄλλως πρὸς λέξιν, «πῦρ» καὶ «ἅρματα» καταγγέλλεσθαι σὺν τῇ αὐτοῦ παρουσίᾳ, διὰ τὴν καταλαβοῦσαν πολιορκίαν τὴν Ἱερουσαλὴμ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἄφιξιν, μεθ᾽ ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο καὶ τὴν ἐσχάτην ὑπέμενεν ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολεμικῶν, μεθ᾽ ἃ καὶ τὰ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμφώνως τῇ προφητείᾳ τέλους ἔτυχεν.

Τίς δ᾽ οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας», ὁρῶν καθ᾽ ὅλης τῆς τῶν ἀνθρώπων γῆς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας τε καὶ κλήσεως τὰς τῶν ἐθνῶν συναγωγὰς ἐπ᾽ ὀνόματος τοῦ Χριστοῦ συγκροτουμένας, τάς τε γλώσσας ἁπάντων τῶν ἐθνῶν ἐν παντοίαις διαλέκτοις ἀνθρώπων τὸν ἕνα θεὸν καὶ κύριον ἐπικαλουμένας; καὶ ἐπὶ πᾶσιν δὲ τούτοις, τίς θεώμενος τῷ σωτηριώδει σημείῳ πάντας τοὺς εἰς Χριστὸν πεπιστευκότας σφραγῖδι χρωμένους, οὐκ ἂν εὐλόγως καταπλαγείη ἀκούων πρόπαλαι τοῦ κυρίου εἰρηκότος· «καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ᾽ αὐτῶν σημεῖον»; ἐν μέρει μὲν οὖν ἐντεῦθεν ἤδη κατὰ τὴν προτέραν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τῶν θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ᾽ ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, ὅτε «πάντα τὰ ἔθνη» «ὄψονται τὴν δόξαν» αὐτοῦ ἐρχόμενόν τε αὐτὸν ἐξ οὐρανῶν «μετὰ δυνάμεως καὶ δόξης πολλῆς». ἀναχθείη δ᾽ ἂν εἰς ἐκεῖνο καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προρρήσει δηλουμένων, ὥσπερ οὖν συστήσομεν κατὰ τὴν οἰκείαν ὑπόθεσιν.

Τοσούτων ἡμῖν ἐπὶ τοῦ παρόντος συνειλεγμένων περὶ τῆς εἰς ἀνθρώπους θεσπιζομένης ἔσεσθαι παρουσίας θεοῦ, ἑξῆς ἂν εἴη ἐπισυνάψαι, ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώπινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο.