Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ζ΄: Η θεοπτία του Ησαΐα και η αναγκαιότητα της ενανθρωπήσεως του Λόγου

Η ανάλυση του οράματος του Ησαΐα επιβεβαιώνει την παρουσία του προϋπάρχοντος Χριστού και τονίζει την αναγκαιότητα της σωτηριώδους συγκατάβασης για τη συντριβή της φθοράς και της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 20 από 31

〈Τάδε ἔνεστιν ἐν τῷ ἑβδόμῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 αʹ. Τίς ὁ τρόπος τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδημίας. ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ τοῦ Ἡσαΐου. βʹ. Ἀπὸ τοῦ αὐτοῦ.

γʹ. Ἀπὸ τοῦ αὐτοῦ. βʹ. Ποῦ γῆς ὁ χριστὸς γεννηθήσεσθαι προεφητεύετο. δʹ. Ἀπὸ τοῦ Μιχαία. εʹ. Ἀπὸ τοῦ Ψαλμοῦ ρλαʹ. γʹ. Ἀφ᾽ οἵου γένους προελεύσεσθαι ἐβοᾶτο. ϛʹ. Ἀπὸ τῆς βʹ τῶν Παραλε〈ι〉πομένων. ζʹ. Ἀπὸ Ψαλμοῦ οαʹ.

ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. θʹ. Ἀπὸ τοῦ Ἱερεμίου. ιʹ. Ἀπὸ τῆς Γενέσεως.

Εὐαγγελικῆς ἀποδείξεως τόμος ζʹ. Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι καὶ σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύσεσθαι, δύο τε ταῦτα μέγιστα. τεκμήρια τῆς αὐτοῦ παρουσίας ἔσεσθαι, κλῆσιν ἐπ᾽ ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τούτου συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμαθηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους ἔτυχεν τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβδόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ᾽ ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους ποιήσασθαι πάροδον.

φέρε οὖν ἐντεῦθεν ἤδη σκοπήσωμεν ὁποῖός τις ὁ τρόπος ἔσεσθαι τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδημίας ἐθεσπίζετο, καὶ ποῦ γῆς γεννηθήσεσθαι προεκηρύττετο, ἀπὸ ποίου τε γένους προελεύσεσθαι ἐβοᾶτο. [〈Ἀπὸ τοῦ Ἡσαΐου.〉] Ὥσπερ ὁ θαυμάσιος εὐαγγελιστὴς Ἰωάννης μείζονι ἢ κατὰ ἄνθρωπον μεγαλοφωνίᾳ τὸν σωτῆρα καὶ κύριον ἡμῶν θεολογῶν, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, τῆς τε ἱερᾶς γραφῆς αὐτοῦ ἀπαρχόμενος ὁμοῦ τῇ θεολογίᾳ καὶ τὴν ἔνσαρκον αὐτοῦ εἰς ἀνθρώπους παρίστησιν ἐπιδημίαν («ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος, οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, πάντα δι᾽ αὐτοῦ ἐγένετο», φήσας, τούτοις ἑξῆς ἐπάγων· «καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»), τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεσπέσιος προφήτης θεὸν ἐκ παρθένου γεγεννημένον μέλλων ἀνακηρύττειν, τὴν ἔνδοξον αὐτοῦ θεοπτίαν προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων· 〈〈Ἀπὸ τοῦ Ἡσαΐου.〉〉 «Εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο.

καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον, ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», καὶ ἑξῆς ἐπιλέγει· «καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. καὶ εἶπεν πρός με, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους».

Ποῖον δὲ θεμιτὸν φάσκειν τὸν προφήτην ἑωρακέναι κύριον ἢ ὃν τοῖς περὶ τὸν Ἀβραὰμ προπάτορσιν ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου προμεμαθήκαμεν. μέλλων τοιγαροῦν τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν, τὴν ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι᾽ ἧς φησιν ἑωρακέναι αὐτὸν «καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου». οὗτος δ᾽ ἂν εἴη ὁ θρόνος αὐτοῦ ἐκεῖνος ὁ καὶ ἐν τῷ «περὶ τοῦ ἀγαπητοῦ» ψαλμῷ δεδηλωμένος, κατὰ τὸ «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», ἐφ᾽ ὃν καὶ ὁ ἀνωτάτω τῶν ὅλων ποιητὴς θεὸς πατήρ τε αὐτοῦ ὡς ἂν μονογενεῖ καὶ ἀγαπητῷ καθέζεσθαι παρεκελεύετο, λέγων· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». συνίστησιν δὲ ταύτην ἡμῶν τὴν εἰς τοὺς τόπους ἑρμηνείαν Ἰωάννης ὁ εὐαγγελιστής, ὃς παραθέμενος τὰς προκειμένας τοῦ Ἡσαΐου φωνάς, ἐν αἷς εἴρητο «ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν», ἐπιφέρει περὶ τοῦ Χριστοῦ λέγων· «ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησεν περὶ αὐτοῦ».

ἰδὼν δὴ οὖν ὁ προφήτης τὴν ἐπὶ τοῦ πατρικοῦ θρόνου τῆς ἐνθέου δόξης τε καὶ βασιλείας ἵδρυσιν τοῦ σωτῆρος ἡμῶν, τῷ τε ἁγίῳ ἐπιθειάσας πνεύματι καὶ μέλλων ἑξῆς τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἐκ παρθένου γέννησιν ὑπογράφειν, προμαρτύρεται τὴν εἰς πᾶσαν τὴν γῆν μέλλουσαν ἔσεσθαι γνῶσίν τε καὶ δοξολογίαν, τὰ Σεραφὶμ εἰσάγων κυκλοῦντα αὐτὸν καὶ φάσκοντα· «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ». τίνα δ᾽ ἂν εἴη τὰ Σεραφὶμ τὰ τὸν Χριστὸν τοῦ θεοῦ δορυφοροῦντα ἢ τάχα ἴσως ἀγγέλων καὶ θείων δυνάμεων χοροί, ἢ καὶ προφητῶν καὶ ἀποστόλων; ἑρμηνεύεται γὰρ τὰ Σεραφὶμ «ἀρχὴ στόματος αὐτῶν». τοιοῦτοι δὲ οἱ προφῆται καὶ ἀπόστολοι, ὧν διὰ τοῦ στόματος ἡ ἀπαρχὴ γέγονεν τοῦ σωτηρίου κηρύγματος, δι᾽ ὃ ταύτης ἔτυχον τῆς προσηγορίας· ὧ〈ν〉 καὶ τοῦ ἁγίου πνεύματος αἱ δυνάμεις, «πτέρυγες» ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρ〈ρ〉ητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων. καὶ δυνάμεις δὲ θεῖαι καὶ οὐράνιοι εἶεν ἂν διὰ τῶν Σεραφὶμ δηλούμεναι, καθὸ ἑτέρως τὰ Σεραφὶμ ἑρμηνεύεται «ἐμπρησμοί», δι᾽ ὃ εἴρηται· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα».

κεκράγασιν δὲ οὗτοι καὶ βοῶσιν ἕτερος τῷ ἑτέρῳ κατὰ τὴν οἰκείαν δύναμιν, τὴν ἁγιότητα τοῦ θεολογουμένου παριστῶντες καί, τό γε πάντων παραδοξότατον, θεολογοῦντες ὅτι δὴ μὴ μόνον οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ πάντα πλήρη τυγχάνει τῆς δοξολογίας αὐτοῦ, ἀλλὰ καὶ «πᾶσα ἡ γῆ» τῆς αὐτῆς μετέσχεν δυνάμεως διὰ τὴν ἐξ οὐρανῶν εἰς ἀνθρώπους αὐτοῦ θεσπιζομένην κάθοδον, ἣν προϊὼν ἑξῆς ὁ λόγος προφητεύει, τὴν ἐκ παρθένου γένεσιν καὶ τὴν διὰ ταύτης εἰς πᾶσαν τὴν γῆν ἐφαπλωθεῖσαν δοξολογίαν αὐτοῦ κηρύττων. «Κύριος» δὲ «Σαβαὼθ» ἑρμηνεύεται «κύριος τῶν δυνάμεων». αὐτὸς δ᾽ ἂν εἴη ὁ «ἀρχιστράτηγος δυνάμεως κυρίου», ὃν καὶ ἐν 〈κ〉 καὶ 〈γ〉 ψαλμῷ «κύριον Σαβαὼθ» αἱ θεῖαι πάλιν ἀποκαλοῦσι δυνάμεις, τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ θεσπίζουσαι δι᾽ ὧν φασιν· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης»· τὸ γοῦν Ἑβραϊκὸν πάλιν ἐνταῦθα «κύριον Σαβαὼθ» αὐτὸν καλεῖ.

καὶ ἐπειδήπερ αὐτός ἐστιν «ὁ βασιλεὺς τῆς δόξης», διά τε τὴν ἐπιδημίαν αὐτοῦ ἔμελλεν πᾶσα ἡ γῆ πληροῦσθαι τῆς δόξης αὐτοῦ, εἰκότως τὸ μέλλον ἔσεσθαι ἔν τε τῷ προφήτῃ λέλεκται καὶ ἐν τῷ ψαλμῷ, ἐν μὲν τῷ προφήτῃ διὰ τοῦ «πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἐν δὲ τῷ ψαλμῷ διὰ τῆς ἀρχῆς φασκούσης· «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ».

Τούτων τεθεσπισμένων ἑξῆς ὑποβὰς ὁ προφήτης μαρτύρεται, ὅτι δὴ εἰ καὶ «πλήρης» ἔσται «πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἀλλά γε τὸ Ἰουδαίων ἔθνος οὐ προσήσεται αὐτόν. διό φησιν· καὶ εἶπεν κύριος (αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος «κύριος Σαβαώθ»), «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῖς ὠσὶν αὐτῶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς». δι᾽ ὧν ἄντικρυς θεσπίζει τὴν ἐσομένην εἰς αὐτὸν ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ, καὶ ὡς ὄψονται μὲν αὐτόν, οὐ μὴν προσέξουσιν τίς εἴη, λέγοντός τε ἐν αὐτοῖς καὶ διδάσκοντος ἀκούσονται, οὐ μὴν καὶ συνήσουσιν, οὔθ᾽ ὅστις ὢν αὐτοῖς διαλέξοιτο, οὔθ᾽ ἅπερ αὐτοῖς τῆς καινῆς διδασκαλίας παραδώσει μαθήματα. μαρτυρεῖ δὲ τοῖς τῶν λόγων ἀποτελέσμασιν ὁ εὐαγγελιστὴς Ἰωάννης, περὶ τοῦ σωτῆρος ἡμῶν λέγων· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν, κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;

διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησεν περὶ αὐτοῦ». ἀναμφιλόγως οὖν ἐπὶ τὸν Χριστὸν ἀνήνεγκεν τὴν ἐν τῷ Ἡσαΐᾳ θεοφάνειαν ὁ εὐαγγελιστὴς καὶ ἐπὶ τὸν Ἰουδαίων λαόν, οὐ παραδεδεγμένον τὸν ἑωραμένον τῷ προφήτῃ κύριον κατὰ τὴν περὶ αὐτοῦ πρόρρησιν. τῷ γοῦν προφήτῃ ἑωρακότι «τὸν κύριον Σαβαώθ» φησιν ὁ χρησμὸς εἰπεῖν τῷ Ἰουδαίων ἔθνει, ὅτι δὴ καὶ αὐτοὶ ὄψονταί ποτε τὸν αὐτόν, ἀλλ᾽ οὐ συνήσουσιν ὅστις εἴη, καὶ ἀκούσονται αὐτοῦ λέγοντος ἐν αὐτοῖς καὶ διδάσκοντος, ἀλλ᾽ οὐ νοήσουσιν, διὰ τὸ πεπωρῶσθαι αὐτῶν τὴν καρδίαν.

ταῦτ᾽ οὖν ὁ Ἡσαΐας δι᾽ ὧν παρεθέμεθα λέξεων θεσπίσας, ἐν ἱστορίας ἀφηγήσει πολεμίων ἔφοδον κατὰ τοῦ Ἄχαζ, ὃς ἐπεῖχεν τότε τὰ τῆς βασιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερεν νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν δυνάμεων (περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματ〈ε〉ίας διεληλύθαμεν, ὡς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ᾽ αὐτήν γε τὴν ἄθεον εἰδωλολατρίαν καταβεβληκότων), οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θεοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκεῦος ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ [ἡ] τούτου χρεία ἦν, καιρὸς ἂν εἴη διαλαβεῖν.

Ἐπειδὴ δι᾽ ἀνθρώπου θάνατος «εἰσῆλθεν εἰς τὸν κόσμον», φησὶν ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ θανάτου βραβευθῆναι νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι, μηκέτι ἁμαρτίας αὐτοῦ ἀλλὰ δικαιοσύνης κρατούσης. καὶ ἐπειδὴ διὰ τῶν τῆς σαρκὸς ἁμαρτημάτων πάλαι πρότερον ἡ πτῶσις ἐγίνετο πᾶσιν ἀνθρώποις, εἰκότως πάλιν δι᾽ ἀναμαρτήτου καὶ πάσης ἀχράντου κακίας τὰ κατὰ τῶν ἐχθρῶν ἀνηγείρετο τρόπαια. τίνων δὲ ἐχθρῶν ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παραδοξοποιίας ἀνθρώπων ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστήσοντα, μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι, ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλμοῖς οὐδ᾽ ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου. ἵν᾽ οὖν καὶ διὰ σωμάτων αἰσθήσεως τῆς τῶν νοητῶν καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον αὐτὸς ὁ θεὸς λόγος 〈ἄνθρωπον〉 ἀνελάμβανε, καὶ πάντα γε δι᾽ αὐτοῦ τὰ σωτήρια τοῖς αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε καὶ ἔργων προεβάλλετο.

καὶ ταῦτ᾽ ἔπραττεν, ταῖς τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ᾽ οὕτως οἷα ἀνθρώπου ψυχὴ τῷ σώματι πεδούμενος, ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ θεῖα μηδὲ πανταχῆ παρεῖναι, θεοῦ λόγον ὄντα καὶ τὰ πάντα πληροῦντα καὶ διὰ πάντων ἥκοντα· ἀλλ᾽ οὐδὲ ῥύπον ἢ φθορὰν ἢ μίασμα ἐξ ἧς ἀνείληφεν σαρκὸς ἐπενηνεγμένος, ὅτι δὴ ἀσώματος ὢν τὴν φύσιν καὶ ἄυλος καὶ ἄσαρκος, οἷα θεοῦ λόγος, ἐνθέῳ δυνάμει καὶ λόγοις ἡμῖν ἀρρήτοις πᾶσαν ὑπῄει τὴν οἰκονομίαν, τῶν οἰκείων μεταδιδοὺς ἀλλ᾽ οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων. οὔκουν τι φοβεῖσθαι χρὴ τὴν ἔνσαρκον οἰκονομίαν, ἐπεὶ μὴ ἐμολύνετο ὁ ἀμόλυντος μηδὲ ἐκ τῆς σαρκὸς ὁ ἀμίαντος ἐμιαίνετο μηδὲ συνεφθείρετο τῇ τοῦ σώματος οἰκείᾳ φύσει ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν ἄν τι ἀκτῖνες, νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι. τῷ δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητόν, ἀπετελεῖτο, ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος βουλαῖς τε καὶ πράξεσιν διηκονεῖτο.