Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Α΄: Ο παιδαγωγικός χαρακτήρας του Μωσαϊκού νόμου και η Καινή Διαθήκη

Τεκμηριώνεται η προσωρινή, παιδαγωγική λειτουργία του Μωσαϊκού νόμου και η αντικατάστασή του από τον άγραφο ευαγγελικό νόμο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 31

Ἐπειδὴ γὰρ ἐν τῇ παρ᾽ Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τῶν θεοφιλῶν προπατόρων τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπαχθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν γεγονέναι δὲ κατὰ πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν· εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μωσῆς, ἀφίστη μὲν τῆς ἀθέου πολυθεΐας, ἀνῆγεν δὲ ἐπὶ τὸν πάντων δημιουργὸν θεόν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος. ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορκεῖν, οὐκ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν οὐκ ἀδελφαῖς οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ᾽ ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως συνεχώρει. παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου, λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω· τότε πᾶσιν ἀνθρώποις ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου. εἶτα δὲ ὡς ἂν ἀτελέσιν ἀπειπὼν τὴν εἰδωλολατρίαν, θυσίαις καί τισι σωματικωτέροις τὸν ἕνα καὶ ἐπὶ πάντων θεὸν θεραπεύειν παρεκέλευεν, διά τινων ἀπορρητοτέρων ἢ διὰ συμβόλων τὴν κατ᾽ αὐτὸν θρησκείαν ἐπιτελεῖν νομοθετήσας.

ἣν καὶ θαυμασίως τῷ θείῳ πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, ὑφ᾽ ἕνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλαχόσε συντελεῖν τὰ κατ᾽ αὐτὸν νόμιμα ἢ ἐν μόνῳ ἑνὶ τόπῳ, οὗτος δ᾽ ἦν ὁ ἐν Ἱεροσολύμοις, ἔξω δὲ τούτου μηκέτι. ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας οὔτε βασιλέας, οὔτε τὰς κατὰ Μωσέα πανηγύρεις καὶ ἑορτὰς ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμελείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα. διόπερ καὶ τῇ Μωσέως εἰκότως ὑποβέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαρρήδην Μωσέως ἀποφηναμένου· «ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά».

Τούτοις δὲ πᾶσι περιπεπτώκασιν, (αὐτοῦ Μωσέως θείῳ πνεύματι προειληφότος), ὅτι δὴ τῆς διὰ Χριστοῦ καινῆς διαθήκης ἀνανεωθείσης καὶ τοῖς πᾶσιν ἔθνεσι καταγγελθείσης περιττή τις ἔσται ἡ κατ᾽ αὐτὸν νομοθεσία, ἣν εἰκότως ὑφ᾽ ἕνα τόπον περιώρισεν, ἵνα, εἴ ποτε τούτου στερηθεῖεν καὶ ἀποκλεισθεῖεν τῆς οἰκείας ἐλευθερίας, μηκέτ᾽ αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ᾽ αὐτὸν νόμιμα συντελεῖν, ὡς ἐξ ἀνάγκης τὴν δευτέραν διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον. αὐτὸ δὴ οὖν τοῦτο Μωσέως προηγορευκότος ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ καὶ τῆς καινῆς διαθήκης προεβάλλετο πᾶσι τοῖς ἔθνεσι διδασκαλία, παραχρῆμά τε Ῥωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ καθεῖλον [τὰ Ἱεροσόλυμα] καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μωσέως διάταξις, καὶ τὰ τῆς παλαιᾶς περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μωσέως πράττειν, παρανομοῦντας εἰς αὐτά, βιαζομένους· ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα.

διόπερ εἰκότως ὁ σωτὴρ καὶ κύριος τοῖς οἰομένοις ἐν μόνῃ τῇ Ἱερουσαλὴμ ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν θεὸν προσκυνεῖν φησιν· «ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».

Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορκηθέντων τῶν Ἱεροσολύμων, τοῦ τ᾽ αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μωσέως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι᾽ αὐτῆς πᾶσιν τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσάγουσα τοὺς προσιόντας αὐτῇ βίον. αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν Ἀβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσκυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ᾽ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν «ἐν πνεύματι καὶ ἀληθείᾳ», ... διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων. λέγει δ᾽ οὖν ἄντικρυς Σοφονίας· «ἐπιφανήσεται κύριος ἐπ᾽ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν».

Ὁ δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφωνεῖ, φάσκων· «οὐκ ἔστιν μου θέλημα, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ᾽ ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά». τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσίαν ἀναφέρεσθαι θεῷ τί ἕτερον παρίστησιν, ἢ ὅτι μὴ ἐν Ἱεροσολύμοις μηδ᾽ ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ. καὶ ἐν πᾶσι τοῖς ἔθνεσι μέλλουσι τὸ δι᾽ εὐχῶν θυμίαμα καὶ τὴν οὐ δι᾽ αἱμάτων ἀλλὰ δι᾽ ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ; βοᾷ δὲ διαρρήδην καὶ κέκραγεν ὁ Ἡσαΐας θεσπίζων ἅμα καὶ λέγων· «ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσιν, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς».

Ἆρά σοι δοκοῦμεν ἀληθῆ λέγειν, μετάθεσιν τοῦ Μωσέως νόμου μᾶλλον δὲ παῦλαν καὶ λύσιν φάσκοντες διὰ τῶν προφητικῶν φωνῶν θεσπίζεσθαι; ὁ μέν γε Μωσῆς θυσιαστήριον καὶ θυσίας οὐδ᾽ ἀλλαχόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν προφητῶν ἀλλ᾽ οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα αἴτιον οὐδ᾽ ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον. μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μωσέως νόμου μεταβολὴν γενέσθαι. εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων θεῷ πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων, τὰ περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς Ἀαρὼν Μωσεῖ διατεταγμένα οὐκέτ᾽ ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα.

Ὥρα δὴ οὖν καινῆς νομοθεσίας δεῖν εἰς τὴν τῶν δηλουμένων σύστασιν. τί δέ; ἆρα εἰκῆ ταῦτ᾽ ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενήνεκται τοῖς λόγοις; σκέψαι δ᾽ οὖν, εἰ μὴ σήμερον, λέγω δὴ καθ᾽ ἡμᾶς αὐτούς, ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ πᾶν γένος τῶν πρὶν εἰδωλολατρῶν ἀνθρώπων, οὓς ἡ πρόρρησις διὰ τῶν Αἰγυπτίων ᾐνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν θεὸν ἀνακαλούμενον. καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἑνὶ δὲ τῷ μόνῳ κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς διαθήκης καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρόπον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην. νῦν καθ᾽ ἡμᾶς ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις διαλάμπουσα τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν ἀλλ᾽ οὐκέτ᾽ ἀκοῇ προσδοκώμενα, τὸν καιρόν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ᾽ ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφανείας.

αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστέλλειν τὸν τῶν ὅλων θεὸν καὶ κύριον τοῖς Αἰγυπτίοις «ἄνθρωπον, ὃς σώσει αὐτούς», ὃν καὶ τὰ Μωσέως ἐδήλου λόγια, δι᾽ ὧν ἔφησεν· «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν», ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ᾽ ἄν.

Ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ᾽ οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος· τό γε μὴν παρὸν ἐπιτετηρήσθω ὅτι τὰ προηγούμενα οὐδ᾽ ἄλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο. ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο παρὰ τοῖς Αἰγυπτίοις καὶ παρὰ Πέρσαις Σύροις τε καὶ Ἀρμενίοις, καὶ παρὰ τοῖς τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦσι βαρβάροις, αὐτοῖς τε τοῖς τὸ πρὶν ἀνημερωτάτοις καὶ θηριωδεστάτοις ἔθνεσι, ναὶ μὴν καὶ παρὰ τοῖς τὰς νήσους οἰκοῦσιν (ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι) αὐτὴ ἐκείνη ἡ κατὰ τὸν Ἀβραὰμ πολιτεία καὶ ὁ παλαίτατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται. καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράγματος, εἰ δὴ οἱ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαίμοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοιχείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον θεὸν τὸν οὐρανοῦ καὶ γῆς δημιουργόν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν Ἀβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται;

καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μηδέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, νυνὶ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ διδασκαλεῖα μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ᾽ ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς μηδὲ μέχρι λόγων ἀδιαφορεῖν μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραινοῦσαν, ἄνδρας οὐ μόνον ἀλλὰ καὶ γυναῖκας, πένητάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ᾽ ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ᾽ ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ κατὰ τὴν φήσασαν προφητείαν· «καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ».

Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ τὰ Ἱεροσόλυμα, οὐδ᾽ αἵμασι καὶ θυσίαις ἀφοσιούμενος, οἴκοθεν δὲ καὶ ἐφ᾽ ἑαυτοῦ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν. καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν παλαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγεσθαι τὴν τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μωσέως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένην. ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν τίνα ἔφησεν εἶναι τὴν παλαιάν, ᾗ μηδὲν ὅμοιον σχήσειν διδάσκει τὴν καινὴν λέγων· «διαθήσομαι διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου». οὐ κατὰ ταύτην γοῦν φησιν τὴν ὑπὸ Μωσέως νενομοθετημένην· αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ᾽ Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν καινὴν διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν, εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας· «οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ᾽ ἐκεῖνο καιροῦ, καθ᾽ ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου».

Οὐ κατὰ τὴν ὑπὸ Μωσέως ἄρα ἐπὶ τῆς ἐξόδου καὶ ἐπὶ τῆς κατὰ τὴν ἔρημον διατριβῆς νενομοθετημένην ἔσεσθαι τὴν καινὴν ἐθέσπιζεν, ἀλλὰ κατ᾽ ἐκείνην δηλαδὴ τὴν πρόπαλαι πολιτευσαμένην, δι᾽ ἧς κατορθώσαντες ἀνεφάνησαν οἱ πρὸ Μωσέως. δι᾽ ἃ δὴ λοιπὸν ἤδη θαρρῶν, τὰς τῶν θεοσεβεῖν ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο ἀλλὰ τρία ... τάγματα, τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην ἀποπεπτωκότων, καὶ τὸ τῶν ἐκ περιτομῆς διὰ Μωσέως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμόν, καὶ τρίτον τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλών, μηκέθ᾽ ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ᾽ ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι, τὸν δὲ μέσον ἑλὼν τὸν τρίτον εὑρήσεις ἄνω που ἑστῶτα καὶ ὥσπερ ἐφ᾽ ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, ἑκατέρωθεν δὲ κάτω τοὺς λοιποὺς ἀπολελοιπότα.

Ἑλλήνων μὲν γὰρ ἐκπέφευγε τὴν ἄθεον καὶ πολυπλανῆ δεισιδαιμονίαν καὶ τὰς ἀνειμένας πορνείας τε καὶ ἀκοσμίας, Ἰουδαίων δὲ ὡσαύτως τὴν ὑπὸ Μωσέως ἀτελῆ καὶ οἷα νηπίοις καὶ ἀσθενέσι κατάλληλον ἐθελοθρησκείαν. τὸν οἰκεῖον δὲ ἄνωθεν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ Ἕλλησι καὶ βαρβάροις καὶ τοῖς ὑφ᾽ ἡλίῳ πᾶσιν ἔθνεσιν ἐπιβοώμενος νόμον, ὅρα τί φησίν· ὦ ἄνθρωπε, καὶ σύμπαν τὸ θνητῶν γένος, ὁ μὲν δὴ Μωσέως νόμος ἀφ᾽ ἑνὸς γένους ἀνθρώπων ἀρξάμενος, πρῶτον ἁπάντων τὸ Ἰουδαίων γένος, τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺς ὑπακούοντας ἀπαλλάττων· ἐγὼ δὲ πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνεσιν τὴν ἐπαναβεβηκυῖαν τοῦ θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τοὺς ἔτι παλαιτέρους πρὸ Μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδαπῶν ἐθνῶν πλείους ἐπ᾽ εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες. καὶ πάλιν· ὁ μὲν Μωσέως νόμος ἐφ᾽ ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γωνίᾳ γῆς οὐδ᾽ ἐν ὄρεσιν ἤ τισιν χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεόν, οἴκοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω.

καὶ πάλιν· ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζῴων [σφαγαῖς] λιβανωτοῦ τε πυρὸς καί τινων ἄλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρησκεύειν τὸν ἐπὶ πάντων θεὸν παρεκελεύετο, ἐγὼ δὲ τὰ ψυχῆς παραδιδοὺς ὄργια, διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ᾽ ἀρετὴν βίῳ, δόγμασίν τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραίρειν προστάττω. καὶ πάλιν· Μωσῆς μὲν ὡς ἂν μιαιφόνοις οὖσι τοῖς τότε μὴ φονεύειν παρῄνει, ἐγὼ δὲ τοῖς ἐν τούτῳ προπαιδαγωγηθεῖσι καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι νομοθετῶ τὴν τελειοτέραν, μηδ᾽ ὀργῆς ἐνέχεσθαι πάθει προστάττων. καὶ αὖθις· ὁ μὲν Μωσῆς μοιχοῖς καὶ ἀκολάστοις διετάττετο τὸ μὴ μοιχεύειν, μηδὲ ἀρσενοκοιτεῖν, μηδὲ τὰς παρὰ φύσιν ἡδονὰς διώκειν, θάνατον τὴν τιμωρίαν τοῖς παραβαίνουσιν ἐπάγων, ἐγὼ δὲ μηδ᾽ ἐμβλέπειν γυναῖκα μετ᾽ ἐπιθυμίας ἀκολάστου τοὺς ἐμοὺς βούλομαι. καὶ πάλιν· ὁ μὲν ἔλεγεν· «οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ θεῷ τοὺς ὅρκους σου· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ᾽ ἔσται ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν».

καὶ πάλιν· ὁ μὲν τοὺς ἀδικοῦντας ἀμύνασθαι καὶ ἀνταδικεῖν παρεκελεύετο λέγων· «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ᾽ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον». καὶ πάλιν· ὁ μὲν παρῄνει τὸν μὲν φίλον ἀγαπᾶν, μισεῖν δὲ τοὺς ἐχθρούς, ἐγὼ δὲ καθ᾽ ὑπερβολὴν φιλανθρωπίας καὶ ἀνεξικακίας ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν νομοθετῶ καὶ προσεύχεσθαι «ὑπὲρ τῶν διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅστις τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». καὶ ἐπὶ τούτοις ὁ μὲν πρὸς τὴν τῶν πολλῶν σκληρίαν ἡρμόζετο καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον καὶ ὑποβεβηκότα παρὰ τὸν παλαιὸν τρόπον παραδιδοὺς εὐσεβείας· ἐγὼ δὲ ἐπὶ τὸν τῶν πρόπαλαι θεοφιλῶν ἀνδρῶν εὐσεβῆ καὶ θεοφιλῆ βίον ἀνακαλοῦμαι τοὺς πάντας. καὶ ἐφ᾽ ἅπασιν ὁ μὲν «γῆν ῥέουσαν γάλα καὶ μέλι» οἷα νηπίοις ἐπηγγέλλετο· ἐγὼ δὲ βασιλείαν οὐρανῶν τοῖς οἵοις τε χωρεῖν προξενῶ.

Ταῦτα καὶ τὰ τοιαῦτα ὁ τῆς καινῆς διαθήκης λόγος διὰ τῆς Χριστοῦ διδασκαλίας πᾶσι κατήγγειλε τοῖς ἔθνεσιν. καὶ ταῦτα ἦν ἃ τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν τοῖς ἔθνεσι καταγγέλλειν παρῄνει, φήσας· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν»· ἃ καὶ πᾶσιν ἀνθρώποις Ἕλλησί τε καὶ βαρβάροις φυλάττειν παραδιδούς, σαφῶς τί ποτέ ἐστιν ὁ χριστιανισμὸς ἐξέφηνεν, τίνες θ᾽ ἡμεῖς καὶ ὁποῖος ὁ τῶν τοιῶνδε λόγων τε καὶ μαθημάτων διδάσκαλος, αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὁ τὴν καινὴν ταύτην καὶ πανάρετον πολιτείαν καθ᾽ ὅλου τοῦ κόσμου συστησάμενος, ὥστε τοιαῦτα μανθάνειν φιλοσοφεῖν μὴ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας, πλουσίους τε καὶ πένητας, καὶ δούλους ἅμα δεσπόταις.

Καὶ μὴν ὁ τῆς καινῆς ταύτης νομοθεσίας εἰσαγωγεὺς τὰ πάντα κατὰ τὸν Μωσέως νόμον εἰσῆκται πεπολιτευμένος· ὃ καὶ αὐτὸ θαυμάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης μέλλων καταστήσεσθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ καὶ ἐναντία τὰ Μωσέως παρῃτήσατο· ἦ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν τῆς κατὰ Μωσέως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ᾽ αὐτοῦ συσκευῆς αἰτίαν, οἳ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θάνατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο.

Νυνὶ δὲ πάντα κατὰ τὸν Μωσέως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομοθεσίας, ὁμοῦ μὲν καὶ τὰ Μωσέως οὐκ ἀλλότρια οὐδ᾽ ἐχθρὰ τῆς οἰκείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτόν, τέλος δ᾽ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως ἐπὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον· «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι».

Εἰ μὲν γὰρ παραβάτης τοῦ Μωσέως νόμου κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μωσέως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μωσέως καὶ τῶν προφητῶν κατηγγελμένος; πῶς δ᾽ ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν.

νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ᾽ αὐτῶν γενόμενος καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσιν δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, (χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ «πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν») τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν ἐνομοθέτησεν, οὐκ ἂν φθονήσας καὶ τὰ Μωσέως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος· «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» καὶ τὰ ἑξῆς· ἀδύνατον δὲ πᾶσιν δή που τοῖς ἔθνεσιν ὑπάρχει[ν] τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μωσέως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυναῖκα σπεύδειν αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἄν.

ἐπειδὴ τοίνυν ταῦτα οὐδὲ βουλομένοις δυνατὰ ἦν τοῖς ἀπῳκισμένοις τῆς Ἰουδαίας ἔθνεσιν φυλάττειν, εἰκότως μηδὲν τούτων δι᾽ ἑαυτοῦ λύσας ὁ σωτὴρ καὶ κύριος ἡμῶν, πληρωτὴς δὲ γενόμενος τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν παρασχὼν τοῖς ὁρῶσιν ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια παραγγέλματα διὰ τῶν οἰκείων μαθητῶν προβέβληται.

Ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδ᾽ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἀσμένως κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις.

Ὁ δέ γε σωτὴρ καὶ διδάσκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ᾽ αὐτὸν προφητῶν. ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔλιπεν τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δήπου καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι, οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησιν προφητεία· «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος». τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου δεύτερος μετὰ Μωσέα νομοθέτης ἀναφανεὶς ἀνθρώποις τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ. τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς ὡς αὐτόν· «προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησίν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε», τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν 〈γενέσθαι〉 ὁ θεσπιζόμενος; Μωσῆς δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων θεοῦ. οὐκοῦν καὶ τὸν προφητευόμενον, ὅσπερ ἔμελλεν ὅμοιος γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν. μυρίων γοῦν μετὰ ταῦτα προφητῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται· πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμπον τοὺς ἀκροωμένους.

μαρτυρεῖ δ᾽ οὖν ἡ γραφὴ ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσεῖ· οὔτε οὖν Ἱερεμίας οὔτε Ἡσαΐας οὔτε τις ἕτερος τῶν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομοθέτης ἀναδέδεικται. προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου, παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, νομοθετῶν πᾶσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον διαπραττόμενος. τὸ γάρ· «ἐλέχθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μη〈δὲ〉 ἐπιθυμεῖν», καὶ τὸ «ἐλέχθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι», καὶ τό· «μηκέτι ἐν Ἱεροσολύμοις, ἀλλ᾽ ἐν παντὶ τόπῳ προσκυνεῖν», καὶ τὸ μὴ λιβανωτῷ καὶ θυσίαις, «ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ θρησκεύειν», καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανσόφου ἦν ἄντικρυς καὶ τελειοτάτου νομοθέτου. διὸ καὶ οἱ ἀκροώμενοι «ἐξεπλήττοντο», φησὶν ἡ θεία γραφή, ὅτι ἐδίδασκεν αὐτοὺς «ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι». καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωσέως προφητείᾳ λόγιον ἀπεπλήρου, ὡσαύτως δὲ καὶ τὰ λοιπὰ τῶν προφητειῶν τῶν περὶ αὐτοῦ καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως θεσπίσματα.

γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ προρρήσεις εἰς πέρας ἀγαγών· καὶ μέχρι μὲν αὐτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀναφανεὶς δευτέρου τοῦ τοῖς πᾶσιν ἔθνεσι κατηγγελμένου τῆς καινῆς διαθήκης νόμου, ὡς ὁμοῦ [νόμου καὶ ἀρχῆς] αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, ἰουδαϊσμοῦ λέγω καὶ χριστιανισμοῦ, ὃ καὶ αὐτὸ θαυμάζειν ἄξιον 〈κατὰ〉 τὴν θείαν πρόρρησιν ὧδέ πως ἀναφωνοῦσαν· «ἰδού, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται».

Τίς δ᾽ ἂν εἴη ἀκρογωνιαῖος ἢ οὗτος ὁ ζῶν καὶ πολυτίμητος λίθος μίαν ἐκ δυεῖν οἰκοδομῶν ὑποστησάμενος διὰ τῆς αὐτοῦ διδασκαλίας; τὴν γὰρ Μωσέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον οἰκοδομήν. ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. καὶ ἐν ψαλμοῖς δὲ εἴρηται· «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». ἔνθα σαφῶς τὸ λόγιον καὶ τὴν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλήν, ἣν πέπονθεν ὁ θεσπιζόμενος, διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων. γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν, πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν «γενήσεσθαι εἰς κεφαλὴν γωνίας», ἀρχηγὸν καταστάντα τῆς καινῆς διαθήκης ἀκολούθως ταῖς ἀποδοθείσαις θεωρίαις.

Οὐκοῦν ἀποστάντες ἡμεῖς ἑλληνισμοῦ οὐκ ἐπὶ ἰουδαϊσμὸν καταπεπτώκαμεν, οὐδὲ ἀποδεχόμενοι τὸν Μωσέως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ ἰουδαϊκῶς ἀλλὰ κατὰ τὴν πρὸ Μωσέως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν. κἀν τούτῳ γὰρ Μωσέα καὶ τοὺς μετ᾽ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ᾽ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ᾽ ἴχνος τε τῆς αὐτοῦ διδασκαλίας βαίνειν δι᾽ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες· ὃς προειπὼν ὅτι «προφήτην ἀναστήσει κύριος ὁ θεὸς» ὅμοιον αὐτῷ ἐπιλέγει· «πᾶσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς». αὐτίκα Ἰουδαῖοι, μὴ παραδεξάμενοι τὸν προφήτην μηδ᾽ ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον ἀκόλουθα τῇ προρρήσει πεπονθότες. οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μωσέως παραγγέλματα δίχα παρανομίας οἷοί τε ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μωσέως ὑποβέβληνται κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας.

ἡμεῖς δὲ τὸν ὑπὸ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι᾽ εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μωσέως παραγγελίας, δι᾽ ἧς ἔφησεν· «αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ ἥτις δ᾽ ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς». τίνα δὲ διετάξατο ὁ προφήτης ὧν ἐπακούειν χρεών, μικρῷ πρόσθεν ἀκηκόαμεν· τὰ πάνσοφα καὶ ἐντελῆ καὶ οὐράνια παραγγέλματα, ἃ δὴ οὐκ «ἐν πλαξὶ λιθίναις» Μωσεῖ παραπλησίως, οὐδέ γε μέλανι καὶ χάρταις ἠξίωσεν παραθέσθαι, ψυχαῖς δὲ κεκαθαρμέναις καὶ νοερὰν οὐσίαν κεκτημέναις τῶν αὐτοῦ φοιτητῶν· ἐν αἷς ἐγγράψας τοὺς τῆς καινῆς διαθήκης νόμους ἔργοις ἀπεπλήρου τὴν φήσασαν διὰ Ἱερεμίου προφητείαν· «διαθήσομαι διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν γράψω αὐτούς, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός».

Ἀλλ᾽ ὁ μὲν ἐν πλαξὶν ἀψύχοις, ὁ δ᾽ ἐν διανοίαις ζώσαις τὰ τέλεια τῆς καινῆς διαθήκης παραγγέλματα. οἱ δέ γε αὐτοῦ μαθηταὶ τῷ τοῦ διδασκάλου νεύματι κατάλληλον ταῖς τῶν πολλῶν ἀκοαῖς ποιούμενοι τὴν διδασκαλίαν, ὅσα μὲν ἅτε τὴν ἕξιν διαβεβηκόσι πρὸς τοῦ τελείου διδασκάλου παρήγγελτο, ταῦτα τοῖς οἵοις τε χωρεῖν παρεδίδοσαν, ὅσα δὲ τοῖς ἔτι τὰς ψυχὰς ἐμπαθέσι καὶ θεραπείας δεομένοις ἐφαρμόζειν ὑπελάμβανον, ταῦτα, συγκατιόντες τῇ τῶν πλειόνων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων τὰ δὲ δι᾽ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστε ἤδη καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ δύο βίων νενομοθετῆσθαι τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς καὶ ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐδὲ κτῆσιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι᾽ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ προσῳκειωμένον καθ᾽ ὑπερβολὴν ἔρωτος οὐρανίου.

οἱ τόνδε μετιόντες τὸν τρόπον, τὸν θνητῶν βίον τεθνάναι δοκοῦντες, καὶ αὐτὸ μόνον τὸ σῶμα φέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανὸν μετενηνεγμένοι, οἷά τινες οὐράνιοι τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἱερωμένοι τῷ ἐπὶ πάντων θεῷ, οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, οὐδ᾽ αὖ καπνῷ καὶ πυρὸς ἀποβρώσει καὶ σωμάτων φθοραῖς, δόγμασι δὲ ὀρθοῖς ἀληθοῦς εὐσεβείας ψυχῆς τε διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ᾽ ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν σφίσιν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν. τοιόσδε μὲν οὖν καθέστηκεν ὁ ἐντελὴς τῆς κατὰ τὸν χριστιανισμὸν πολιτείας τρόπος· ὁ δ᾽ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσιν καὶ παιδοποιίαις, οἰκονομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον στρατευομένοις [τε] τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν. καί τις τούτοις δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμός, κατάλληλον τῷ τοιῳδὶ βίῳ παρέχων τὴν ὠφέλειαν, ὡς μηδένα ἀμοιρεῖν τῆς σωτηρίου ἐπιφανείας, πᾶν δὲ γένος ἀνθρώπων, Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, τῆς εὐαγγελικῆς ἀπολαύειν διδασκαλίας.

Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως· εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μωσέως θεοφιλεῖς ἄνδρας τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμέν, μίαν τε ἡμῶν τε κἀκείνων εὐσέβειαν καὶ θεοῦ γνῶσιν τὴν αὐτήν, τί δῆτα οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδήν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος, καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν ὥς τι τῶν ἀνοσίων ἀπηγόρευται; δύο γὰρ μόνα ταῦτα, οὐ σμικρὸν ἔχοντα λόγον, δόξειεν ἂν τοῖς ὑφ᾽ ἡμῶν εἰρημένοις ἀντιπίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον. καὶ πρὸς ταῦτ᾽ οὖν τοιάνδε λύσιν ἐξ αὐτῶν πάρεστιν ἀναλέξασθαι τῶν παρ᾽ Ἑβραίοις λογίων. οἱ μὲν πρὸ Μωσέως ἐπ᾽ εὐσεβείᾳ μεμαρτυρημένοι ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου γενέσθαι μνημονεύονται, τὰ δὲ καθ᾽ ἡμᾶς περὶ τέλος ἐλαύνειν.

διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυανθρωπίαν, αὔξοντος κατ᾽ ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους· ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀποληγόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην τῆς τοῦ βίου συντελείας πρὸ〈ς〉 τῆς εὐαγγελικῆς διδασκαλίας «ἐπὶ θύραις» ἐλαύνειν λεγομένης, ἀνανεώσεώς τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης.

Μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ᾽ ἂν εἴη τοιαύτη. τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴκου καὶ παίδων προΐστασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς, αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις· τὰ δὲ καθ᾽ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα καὶ εἰς ἀλλοκότους φροντίδας περισύροντα τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει. τοῦτο γοῦν αἴτιον εἶναι τῆς τῶν γάμων συστολῆς παρίστησιν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας λόγος, φάσκων· «τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν. τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἀρέσῃ τῷ κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.

τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως». διαρρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψάμενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν.

Καὶ τρίτος δ᾽ ἂν εἴη παρὰ ταῦτα λόγος, καθ᾽ ὃν οἱ πάλαι θεοφιλεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν. τῶν λοιπῶν ἀνθρώπων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρόπον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς. κεχωρισμένως δ᾽ οὖν τῶν ἄλλων ἐθνῶν, καὶ κατὰ μόνας βιοῦντες, πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμικτον συνίσταντο. ἵν᾽ οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ᾽ ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ᾽ αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παίδων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι. ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ᾽ ὁ σωτὴρ καὶ κύριος ἡμῶν οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διαδοχῆς ἀναπεφήνασιν.

εἰ δέ τινες καὶ φαῦλοι προῆλθον ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ᾽ οὔπω τοὺς σπείραντας αἰτιατέον οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας.

Ἡ μὲν οὖν αἰτία τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν παιδοποιίας ἀνείρηται, ἣν οὐκέτι ἐφ᾽ ἡμῶν χώραν ἔχει λέγειν, ὅτε σὺν θεῷ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας μυρία ἔθνη καὶ λαοὺς κατά τε πόλεις καὶ χώρας καὶ ἀγροὺς πάρεστιν ἡμῖν ὀφθαλμοῖς ὁρᾶν σπεύδοντα κατὰ τὸ αὐτό, καὶ συντρέχοντα ἐπὶ τὴν κατὰ θεὸν μάθησιν τῆς εὐαγγελικῆς διδασκαλίας· οἷς ἀγαπητὸν δύνασθαι ἐξαρκεῖν τοὺς διδασκάλους καὶ κήρυκας τοῦ τῆς θεοσεβείας λόγου, πάντων ἀπολελυμένους τῶν τοῦ βίου δεσμῶν καὶ τῶν πολυμερίμνων φροντίδων. μάλιστα δ᾽ οὖν τούτοις ἀναγκαίως τὰ νῦν διὰ τὴν περὶ τὰ κρείττω σχολὴν ἡ τῶν γάμων ἀναχώρησις σπουδάζεται, ἅτε περὶ τὴν ἔνθεον καὶ ἄσαρκον παιδοποιίαν ἀσχολουμένοις, οὐχ ἑνὸς οὐδὲ δυεῖν παίδων ἀλλ᾽ ἀθρόως μυρίου πλήθους τὴν παιδοτροφίαν καὶ τὴν κατὰ θεὸν παίδευσιν τῆς τε ἄλλης ἀγωγῆς τοῦ βίου τὴν ἐπιμέλειαν ἀναδεδεγμένοις.

Ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀποπεπαυμένους. γέγραπται γὰρ ὅτι «εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσαλά»· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τῷ θεῷ τὸν δηλούμενον ἱστορούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης. καὶ Νῶε δὲ ἄνθρωπος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἁπάντων φθορᾷ διασωθείς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. λέγεται δὲ καὶ ὁ Ἰσαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς πατὴρ γεγονὼς μέχρι τούτου στῆσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. καὶ ὁ Ἰωσήφ, καὶ ταῦτα παρ᾽ Αἰγυπτίοις τὰς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατήρ, μίαν τὴν τούτων μητέρα ἀγόμενος. καὶ αὐτός γε Μωσῆς ὅ τε τούτου ἀδελφὸς Ἀαρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγενημένους. τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ᾽ Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν.

Ζητουμένης δὲ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Ἰακὼβ παιδοποιίας, ἐν ἑτέροις τὸν λόγον σχολαίτερον ἀποδεδώκαμεν, ἐν οἷς περὶ τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν πολυγαμίας τε καὶ πολυπαιδίας διειλήφαμεν, ἐφ᾽ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμπομεν, τοσοῦτον ἐπισημηνάμενοι, ὅτι καὶ κατὰ τοὺς τῆς καινῆς διαθήκης νόμους οὐ πάμπαν ἀπηγόρευται τὰ τῆς παιδοποιίας, ἀλλὰ κἀν τούτῳ τὰ παραπλήσια τοῖς πάλαι θεοφιλέσιν διατέτακται. χρῆναι γάρ φησιν ὁ λόγος τὸν ἐπίσκοπον γεγονέναι «μιᾶς γυναικὸς ἄνδρα». πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας· ὅσοι δὲ μὴ τῆς τοσαύτης ἠξίωνται ἱερουργίας, τούτοις ὁ λόγος καθυφίησιν μονονουχὶ διαρρήδην ἅπασιν κηρύττων, ὅτι δὴ «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». ταῦτα μὲν οὖν εἰς τὴν πρώτην ἡμῖν εἰρήσθω πρότασιν.