Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ζ΄: Η προφητεία περί του Εμμανουήλ, η εκ Παρθένου γέννηση και η ιστορική της εκπλήρωση

Η προφητεία για τη γέννηση του Εμμανουήλ εκ Παρθένου υπερασπίζεται έναντι των ιουδαϊκών ερμηνειών, ενώ αναλύονται ιστορικά και αλληγορικά τα προφητικά σημεία περί της πτώσης των εχθρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 21 από 31

Τοῦτο οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς, ἄνωθεν ἐκ παλαιῶν χρόνων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις. σφόδρα δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέσεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφές, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε;» ᾧ ἐπιφέρει ἑξῆς τὰ τοῦτον ἔχοντα τὸν τρόπον· «[ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.] καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δή, οἶκος Δαβίδ· μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.» καὶ τὰ μὲν τῆς προφητείας ὧδέ πη εἶχεν.

ἐπιστῆσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ, μαρτυραμένῳ τοῖς ἐντυγχάνουσιν, ὅτι «ἐὰν μὴ πιστεύσωσιν, οὐδὲ μὴ συνῶσιν». καὶ ἀναγκαίως χρῆν ἐπισημήνασθαι, δεικνύντας ὅτι μὴ μόνον συνέσεως ἀλλὰ καὶ πίστεως δεῖ τοῖς ἐντευξομένοις, καὶ οὐ μόνον πίστεως ἀλλὰ καὶ συνέσεως. ὅθεν οἱ ἐκ περιτομῆς, μὴ πιστεύσαντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ, εἰσέτι καὶ νῦν τούτων ἀκροώμενοι, οὔπω καὶ εἰς δεῦρο συνῆκαν τὸ[ν] προφητευόμενον, ὥστε ἐπ᾽ αὐτοῖς πρώτοις ἐπαληθεῦσαι τὴν πρόρρησιν. ἀκοῇ γὰρ τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν διὰ πάσης ἡμέρας ἀκούοντες ὠσὶν διανοίας οὐκ ἀκούουσιν. τῆς. τε ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἕτερον ἢ ἡ ἀπιστία τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς ἀποφηναμένης. «ἐάν», γάρ φησι, «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε».

Ἀλλ᾽ εἰ φαῖεν μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν τῇ γραφῇ (οὕτως γάρ φασι φέρεσθαι παρ᾽ αὐτοῖς), καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν, οἷα καὶ πᾶσαι γυναῖκες ἐξ ὁμιλίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα, νεᾶνίς τις ἔμελλεν; πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος; καὶ οὐκ ἁπλῶς θεὸς ἀλλ᾽ «ὁ μεθ᾽ ἡμῶν»; τοῦτο γὰρ σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶν δεῖν ὀνομάζειν τὸν γεννώμενον· «ἰδοὺ γὰρ ἡ παρθένος», φησίν, «ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός». ποῖος δὲ καὶ ἀγὼν θεῷ ἢ ποῖος ἂν εἴη κόπος καὶ μόχθος ἐπὶ συνήθει τρόπῳ γυναικὸς τικτούσης; ἐν μὲν γὰρ τοῖς ἡμετέροις ἀντιγράφοις ὑφ᾽ ἑβδομήκοντα ὅλων ἀνδρῶν, ἄνωθεν μὲν Ἑβραίων τὸ γένος ἐπ᾽ ἀκριβείᾳ δὲ τῆς πατρίου παιδείας δεδοκιμασμένων, ἑρμηνευομένοις ὧδέ πως φέρεται· «μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», ὃς κεκλήσεται «ὁ μεθ᾽ ἡμῶν θεός», τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα.

ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις (προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος, ὅμως δ᾽ οὖν καὶ κατ᾽ αὐτὸν) τοῦτον εἴρηται τὸν τρόπον· «ἀκούσατε δὴ οἶκος Δαβίδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν θεόν μου; διὰ τοῦτο δώσει αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ». παρὰ δὲ τῷ Συμμάχῳ ταῦθ᾽ οὕτως ἔχει (λέγεται δὲ ὁ Σύμμαχος Ἐβιωναῖος εἶναι· αἵρεσις δὲ ἦν οὕτω καλουμένων τινῶν Ἰουδαίων εἰς Χριστὸν πιστεύειν λεγομένων, ἐξ ὧν ὁ Σύμμαχος ἦν, παρ᾽ ᾧ καὶ αὐτῷ ταῦτα οὕτως ἔχει)· «ἀκούσατε οἶκος Δαβίδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ». ἐπειδὴ γὰρ τοῦ Ἰουδαίων ἔθνους τὸ σκληρὸν τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχεν τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν· «οὐκ αὔταρκες ὑμῖν», φησί, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν καὶ «ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ᾽ ἤδη» καὶ τὸν θεόν μου κοποῦτε, καὶ «ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;» οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν.

ὁ γοῦν προφήτης ἰδίως ἑαυτοῦ θεόν, ἀλλ᾽ οὐχὶ καὶ τῶν πρὸς οὓς ὁ λόγος, τὸν κοπούμενον καὶ ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενον προσεῖπεν, οὐκ ἂν φήσας «θεόν μου» τὸν ἐπὶ πάντων θεὸν ἐν Ἰουδαίοις, παρ᾽ οἷς ἐκ πατέρων τὸ περὶ τὸν τῶν πάντων δημιουργὸν θεὸν σέβας ἐφυλάττετο. τίς δ᾽ ἂν εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, ἢ τὸ εἰς ἀνθρώπων γένεσιν ἐλθεῖν; κατὰ μὲν ἡμᾶς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ «παρθένου» γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην ἐκ «νεάνιδος». εὕροις δ᾽ ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογουμένως παρθένον «νεᾶνιν» προσηγορευμένην· τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην ὑφ᾽ ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι.

Ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν γνῶναι πονηρά, καὶ «ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ ἀλλ᾽ ἐν τῇ τοῦ παιδίου. διὸ εἴρηται· «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», δι᾽ ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ «μεθ᾽ ἡμῶν» ὑπάρχων «θεός». διὸ καὶ τὸ περὶ αὐτοῦ «σημεῖον» «βάθος» ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ «ὕψος»· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν. τίς δ᾽ ἂν εἴη ὁ «μεθ᾽ ἡμῶν θεὸς» ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος, ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι᾽ ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ᾽ ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἱ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα, τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, ἀλλ᾽ οὔτε ὁ «μεθ᾽ ἡμῶν θεὸς» Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ᾽ αὐτῷ· ἀλλ᾽ οὐδὲ «ἀγὼν» ἢ «μόχθος» τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν.

καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας· ταῦτα μὲν γὰρ βασιλεύοντος αὐτοῦ δὴ τοῦ πατρὸς Ἄχαζ περὶ μελλόντων ἐθεσπίζετο, ὁ δὲ Ἐζεκίας πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ συνίσταται γεγεννημένος. εἰ δὲ μὴ ἐπὶ τοῦτον ἀναχθείη τὰ τῆς προκειμένης προρρήσεως, πολλοῦ δεῖ ἐφ᾽ ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρόνους γενομένων, ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουήλ, τοῦτ᾽ ἔστιν τοῦ γεγονότος «μεθ᾽ ἡμῶν θεοῦ», 〈ἐγένετο〉 γενέσεως καὶ ἐπὶ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν, τοῦ θεοῦ λόγου, εἰς ἀνθρώπους ἐπιδημίας. τῶν γὰρ δυεῖν βασιλέων καθῃρημένων κατελείφθη ἔρημος ἡ τῶν Ἰουδαίων γῆ, ὥσπερ ἔσεσθαί φησιν ὁ χρησμὸς εἰπών· «καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων». ὃ καὶ αὐτὸ ῥητῶς ἂν καὶ κατὰ λέξιν οὕτως ἀποδοθείη· κατὰ γὰρ βασιλέα Ἄχαζ καὶ Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς Συρίας ὁ ἐν Δαμασκῷ καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ (οὐχ ὁ ἐν Ἱερουσαλὴμ ἀλλ᾽ ὁ τοῦ πλήθους τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου), συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν.

τούτων οὖν ἀμφοῖν τὴν καθαίρεσιν ἡ προφητεία θεσπίζουσα, αὐτοὺς μὲν τοὺς κατ᾽ ἐκεῖνο καιροῦ Ἰουδαίους τε καὶ ἀλλοφύλους, κατὰ τοῦ λαοῦ τοῦ θεοῦ δεξιὰς ἀλλήλοις δεδωκότας, αὐτίκα μάλα διαλυθήσεσθαι καὶ ἀποχωρήσειν τοῦ πολέμου φησίν, τήν γε μὴν βασιλείαν αὐτῶν καὶ τὴν διαδοχὴν εἰς τὸ παντελὲς καταλυθήσεσθαι καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου «μεθ᾽ ἡμῶν θεοῦ» γενέσεως. ἐπίστησον τοίνυν, πότε ἡ Δαμασκηνῶν ὁμοῦ καὶ Ἰουδαίων κατελύθη βασιλεία, καὶ κατὰ ποίους χρόνους κατελείφθη ἡ γῆ τῶν Ἰουδαίων ἀβασίλευτος, καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη Δαμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα. ἐπὶ γὰρ τῆς τούτων καθαιρέσεως τὸν Ἐμμανουὴλ πάντως που γεννηθήσεσθαι εἰκὸς καὶ τὸν προφητευόμενον ἐληλυθέναι. εἰ μὲν οὖν τῶν δηλουμένων παρῆν ὁρᾶν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρὴ περαιτέρω ζητεῖν, μόνον δὲ ἔτι καὶ νῦν εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δ᾽ ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν Δαμασκῷ μήτε ἐν τῇ Ἰουδαίᾳ καθ᾽ ἡμᾶς αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχεν τὸ λόγιον φῆσαν «καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν», τῶν βασιλέων ἀντὶ τῶν βασιλειῶν ὠνομασμένων.

ὁ γοῦν Σύμμαχός φησιν· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἀφ᾽ ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς», καὶ ὁ Ἀκύλας· «ἐγκαταλειφθήσεται ἡ χθών, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς», καὶ ὁ Θεοδοτίων δὲ τοῦτον ἡρμήνευσεν τὸν τρόπον· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς». ὁρᾷς ὅπως τὴν γῆν καταλειφθήσεσθαι ἀβασίλευτον θεσπίζει; ποίαν δὲ γῆν ἢ τὴν τῶν Δαμασκηνῶν καὶ τὴν τοῦ Ἰσραήλ; τούτων γὰρ ἦσαν οἱ δύο βασιλεῖς, οἱ περὶ ὧν ὁ λόγος. ὧν ὁ Ἄχαζ τὴν γῆν «ἐσίκχαινεν», ἢ «ἐβδελύσσετο», ἀποκάμνων ἢ «ἐγκακῶν» ἀπ᾽ αὐτῆς. πότ᾽ οὖν τοῦτο γέγονεν; τούτων γὰρ συμπερασθέντων πᾶσα ἀνάγκη καὶ τὸ προλεγόμενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν παρθένον τεκεῖν τὸν «μεθ᾽ ἡμῶν θεόν». καὶ δὴ πρόδηλον τοῖς τὰς ἱστορίας ἐξετάζουσιν, ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμασκοῦ συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον· μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν. καὶ τοῦ Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενεν βασιλεία· οὐ γὰρ ἀπὸ γένους Δαβὶδ ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης καὶ οἱ μετ᾽ αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι.

μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὸ εὐαγγελικὸν εἰς πάντας ἀνθρώπους τοῦ ἐκ τῆς παρθένου παιδὸς κήρυγμα καταλέλειπται αὐτίκα ἡ γῆ «ἀπὸ προσώπου τῶν δυεῖν βασιλέων»· ἐξ ἐκείνου γάρ, τῆς Ῥωμαίων μοναρχίας τῶν ἐθνῶν ἐπικρατησάσης, λέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία, τέλος δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας.

Ῥητὰ μὲν οὖν τάδε· πρὸς δὲ διάνοιαν ὁ τῆς προφητείας λόγος ἁπάσης ψυχῆς τὸ εὐσταθὲς καὶ γαληναῖον καὶ εἰρηναῖον σημαίνει, τῆς τὸν γεννηθέντα θεὸν αὐτὸν δὴ τὸν Ἐμμανουὴλ παραδεξαμένης. ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς τῶν ἀνθρώπων ψυχῆς βασιλεύοντος, οἱ πρὶν ἀποπεφεύγασιν πολέμιοι, 〈οἱ〉 δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρίαν καὶ τὴν ἐν πολυτρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις, καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν. τούτων δ᾽ οὖν ἔφερον οἱ πάλαι δηλούμενοι σωματικοὶ βασιλεῖς τὰ σύμβολα· ὧν ὁ μὲν Δαμασκηνῶν τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης εἰκὼν ἦν, ὁ δ᾽ ἕτερος τῶν ἀποστάντων τῆς Ἱερουσαλήμ, δηλαδὴ τῶν ἀποπεπτωκότων τῆς κατὰ τὸν νόμον τοῦ θεοῦ λατρείας. ὅτι δὲ ταῦτα κατὰ διάνοιαν τροπικῶς ἀποδέχεσθαι προσήκει, μάθοι ἄν τις καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, δι᾽ ὧν ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ μυίας τινὰς καὶ μελίσσας ἐπελεύσεσθαι τῷ Ἰουδαίων ἔθνει καὶ ὁ λόγος θεσπίζει, τὰς μὲν ἀπ᾽ Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων, ... τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα ἀποξυρήσειν, ἄνθρωπον δὲ «δάμαλιν βοῶν καὶ δύο πρόβατα» θρέψειν, καὶ ἄλλα τινὰ καθ᾽ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι, οὐδαμῶς πρὸς λέξιν νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα.

Ταῦτα μὲν οὖν τοιαῦτα· ὅπως δὲ ἡ παροῦσα γραφὴ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως προεσήμαινεν τὸν τρόπον, μαρτυρήσει ὧδέ πως ὁ εὐαγγελιστὴς γράφων· «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων παραδειγματίσαι αὐτήν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ φαίνεται αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός». οὕτω δὴ καθ᾽ ἡμᾶς τὰ τῆς θείας προγνώσεως ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως πιστοῦται, ἄλλως οὐκ ἂν τῆς προφητείας ἀληθοῦς ἀποφανθησομένης.

Ἑξῆς δὲ τούτοις τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δῆλον δ᾽ ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουήλ, φέρε κατανοήσωμεν. «συριεῖ», φησίν, «κύριος μυίαις, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων· καὶ ἐλεύσονται καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.» Τοσαῦτα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ ἡ παροῦσα προφητεία περιέχει· ἅπερ ὁποίας ἔχεται θεωρίας, ὥρα διελθεῖν, τὴν διάνοιαν ἐπιτεμνομένους. «

συριεῖ», φησίν, «κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων», ταῖς μὲν προτέραις, εἰδωλολατρῶν ἀνδρῶν ψυχαῖς ἢ καὶ δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνομαζομέναις καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις, τῇ δὲ μελίσσῃ, ζῴῳ κέντρον ἐπιφερομένῳ βασιλεύειν τε καὶ βασιλεύεσθαι καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώσκειν εἰδότι τοὺς ἀνθισταμένους. ταύτας οὖν ὁμοῦ συνελθούσας, τὰς μὲν ἐκ τῆς τῶν εἰδωλολατρῶν χώρας, τὰς δὲ ἀπὸ τῆς τῶν κατευθυνόντων γῆς, («κατευθύνοντες» γὰρ οἱ Ἀσσύριοι ἑρμηνεύονται), κελεύσει καὶ ὥσπερ συρίσματι τοῦ κυρίου καὶ θεοῦ τῶν ὅλων, τῆς Ἰουδαίας ἁπάσης ἐπικρατήσειν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, φησί. σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν γῆν, ὅπερ καὶ ὁ σωτὴρ ἡμῶν λευκοτέροις ὀνόμασιν ἐθέσπιζεν εἰπών· «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». ὃ καὶ τέλους ἔτυχεν μετ᾽ οὐ πολὺν χρόνον τῶν τοῦ σωτῆρος ἡμῶν φωνῶν, Ῥωμαίων τὴν πόλιν ἑλόντων ἀλλοφύλους τε ἄνδρας αὐτόθι κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων.

Πάλιν δὲ ὁ αὐτὸς κύριος ξυρήσειν λέγεται ἐν τῷ τοῦ βασιλέως Ἀσσυρίων ξυρῷ, ἤτοι τῇ κολαστικῇ δυνάμει τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα οὐκ ἄλλου τινὸς ἢ αὖθις τοῦ Ἰουδαίων ἔθνους, τοῦτ᾽ ἔστιν τὸν κόσμον αὐτῶν καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς.

Ῥωμαίους δὲ εἶναι τούτους αἰνίττεται· διὰ γὰρ τοῦ τῶν Ἀσσυρίων ὀνόματος ἡγοῦμαι τὴν καθ᾽ ἕκαστον χρόνον ἐπικρατοῦσαν τῶν ἐθνῶν βασιλείαν 〈σημαίνεσθαι〉, διὰ τὸ «κατευθύνοντας» ἀπὸ τῆς Ἑβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους, ὥστε εἶναι Ῥωμαίους τοὺς νῦν κατευθύνοντας· ἐπεὶ καὶ ἀληθῶς τῷ Ῥωμαίων ξυρῷ, τῇ πολιτικῇ καὶ πολεμικῇ δυνάμει, πᾶσαν τὴν δόξαν τοῦ Ἰουδαίων ἔθνους, ἐν ᾗ τὸ πρὶν ἐκόμα, καὶ πᾶσαν αὐτῶν τὴν ἀνδρείαν, διὰ τοῦ πώγωνος καὶ τῶν τριχῶν τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν ὅλων θεός. οὐδ᾽ ἄλλοτε γοῦν πω πρότερον ἐξ αἰῶνος ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ Ἐμμανουήλ, γένεσιν περιεῖλεν αὐτῶν ὁ θεὸς πάντα τὸν κόσμον διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἀντὶ δὲ τοῦ «βασιλέως Ἀσσυρίων» ὁ μὲν Ἀκύλας «ἐν βασιλείᾳ Ἀσσυρίων», ὁ δὲ Θεοδοτίων «ἐν τῷ βασιλεῖ τῶν Ἀσσυρίων» ἐκδέδωκεν, ὁμοίως δὲ καὶ Σύμμαχος, σαφὲς ποιοῦντες ὅτι μὴ τοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ᾽ ἐν τῷ αὐτοῦ ξυρῷ καὶ ἐν αὐτῷ γε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος. τούτοις οὖν καὶ ἡ ἔκβασις ἐπιμαρτυρεῖ τῶν λόγων.

ἐπὶ σχολῆς δέ τις καὶ πλεῖστα ἕτερα ὥσπερ εἰς Ἀσσυρίων πρόσωπον ἐν ταῖς προφητείαις εἰρημένα εὕροι ἂν ἐπιτηρήσας, οὐδαμῶς μὲν τοῖς Ἀσσυρίοις ἐφαρμόσαι δυνάμενα τῇ δὲ ἐπικρατούσῃ καθόλου τῶν κατὰ χρόνους ἐθνῶν βασιλείᾳ· ἤδη γοῦν καὶ Πέρσας εὕρομεν παρὰ Ἑβραίοις Ἀσσυρίους ὠνομασμένους. διὸ καὶ νῦν ὑπειλήφαμεν αἰνίττεσθαι τὸν λόγον τὴν Ῥωμαίων ἀρχήν· κατευθύνουσαν γὰρ καὶ κατευθυνομένην ὑπὸ τοῦ θεοῦ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ὁρῶμεν. μηδεὶς δὲ ὑπολαμβανέτω πάντα ἡμᾶς λέγειν τὰ περὶ Ἀσσυρίων ἐν ταῖς θείαις φερόμενα γραφαῖς ἐπὶ Ῥωμαίους ἀνάγεσθαι (ἠλίθιον γὰρ καὶ ἀναιδὲς τοῦτο), ἀλλά τινας εἶναι προφητικὰς φωνὰς ταῖς περὶ τοῦ Χριστοῦ μαρτυρίαις συμπεριπεπλεγμένας, ἅς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προσηγορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας ἀεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσήκοντος παραστήσομεν.

καὶ ἔγωγε τὸν λογισμὸν τῆς αὐτῆς ἀποδόσεως πρὸς ἐμαυτὸν διερευνώμενος, οἶμαι δι᾽ οὐδὲν ἕτερον μὴ ὀνομαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους διδασκαλίαν, καὶ τὰς προφητικὰς γραφὰς ἐπ᾽ αὐτῆς γε τῆς Ῥωμαίων πόλεως καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσιν δημοσιεύεσθαι· ἵν᾽ οὖν τοῖς τῆς ἀρχῆς κρατοῦσιν δυσαρέστησις μηδεμία γένηται ἐκ τῆς προδήλου περὶ αὐτῶν ἀναγραφῆς, δι᾽ αἰνιγμάτων ὁ λόγος ἐπεκρύψατο, ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ Δανιὴλ θεωρίαις, ὥσπερ οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ «κατευθύνοντας» αὐτοὺς ὀνομάζει, προσειπὼν Ἀσσυρίους. τῷ τούτων τοιγαροῦν «ξυρῷ» τὸν σύμπαντα κόσμον τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν τοῦ Ἐμμανουὴλ γένεσιν ἀφανισθήσεσθαι θεσπίζει.

Ἔτι δὲ ἐν τῇ δηλουμένῃ ἡμέρᾳ (δῆλον δ᾽ ὅτι τῇ τοῦ Ἐμμανουήλ, τοῦτ᾽ ἔστιν τῆς τοῦ Χριστοῦ ἐπιφανείας) «θρέψει», φησίν, «ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς». δι᾽ ὧν φαίη ἄν τις ἤτοι λιμὸν αἰνίττεσθαι καὶ πτωχείαν ὑπερβάλλουσαν τοῦ ἐκ περιτομῆς λαοῦ, μὴ εὐποροῦντος μὲν τῆς ἀπὸ σίτου κατὰ φύσιν τροφῆς, μηδὲ γῆν ἀροῦντος καὶ σπείροντος καὶ θερίζοντος, μηδὲ ποίμνας προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἔχεσθαι δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς ..., τὸ τούτων γάλα ποριζομένου.

ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορόν, ὧν ἕκαστος «λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος» γεγονώς, καὶ διὰ τοῦτο «ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς» ὠνομασμένος, θρέψειν λέγεται «δάμαλιν βοῶν καὶ δύο πρόβατα», τρία καθ᾽ ἑκάστην ἐκκλησίαν τάγματα, ἓν μὲν τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς «διὰ λουτροῦ παλιγγενεσίας» ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα»· τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτος ἕξει «δάμαλιν βοῶν» εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι᾽ ἡμᾶς πάντως λέγει;» εἴη δ᾽ ἂν καὶ πᾶν τὸ τάγμα τῶν τῆς ἐκκλησίας προεστώτων, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμένων, «δάμαλις» ὠνομασμένη «βοῶν», γεννήματα τυγχάνουσα τῶν ἀποστολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐπιδώσειν λέγονται, ὡς ἐκ πολυγονίας τοσοῦτον προβάλλεσθαι γόνιμον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν.

Τούτων δὲ πέρι, τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς γενησομένων, ἕτερόν τι συμβήσεσθαι «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δῆλον δ᾽ ὅτι ἐν τῷ χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, προαναφωνεῖ. τί δὲ τοῦτο; «πᾶς τόπος», φησίν, τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ᾽ ὃν ἦσαν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ» γὰρ «βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ» (δῆλον δ᾽ ὅτι οἱ πολέμιοι), «ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ». καὶ θέα γε ὅσα ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, λέγω δὲ ἐν τῷ τῆς ἀνατολῆς καιρῷ τοῦ λογικοῦ φωτὸς τοῦ διὰ τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους ἐπιλάμψαντος, περὶ τὸ Ἰουδαίων ἔθνος ἔσεσθαι ὁ λόγος θεσπίζει· δυνάμεις γε ἀκαθάρτους καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας, ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων, τοῦ κυρίου συρίσαντος καὶ ὡσπερεὶ παρορμήσαντος καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ τὸ τοιούτων ἀξίαν γεγονέναι.

καὶ «ἀναπαύσεσθαι» τὰς εἰρημένας δυνάμεις φησὶν ἐν «φάραγξι» καὶ ἐν «τρώγλαις πετρῶν εἴς τε τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα αὐτῶν», κατὰ μὲν διάνοιαν ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσιν τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, κατὰ δὲ τὴν πρόχειρον λέξιν καθ᾽ ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας ἀπειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ εἰδωλολάτρας ἀνθρώπους ἐν πάσαις αὐτῶν πόλεσίν τε καὶ χώραις ἀναπεπαυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος, ἀλλὰ «ξυρῷ» τοῦ νενοημένου ἡμῖν «βασιλέως Ἀσσυρίων» «τὴν κεφαλὴν αὐτῶν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα», πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, «ξυρήσειν».

Κατὰ δὲ τὴν αὐτὴν ταύτην ἡμέραν καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀπειλεῖ ἐν ἐσχάτῃ πενίᾳ τοῦ κατὰ θεὸν πλούτου καταστήσεσθαι αὐτούς, ὡς μὴ ἄρτων λογικῶν εὐπορεῖν, μήτε στερεᾶς καὶ πνευματικῆς τροφῆς, ἀγαπᾶν δὲ γάλακτι τρέφεσθαι, τῷ νηπιώδει καὶ εἰσαγωγικῷ λόγῳ, ἔτι πρὸς τούτοις καὶ τὰς ἀμπέλους αὐτῶν εἰς χέρσον ἔσεσθαι. ἐπειδὴ γάρ, ὡς ὁ αὐτὸς προφήτης φησίν, «ἔμεινεν» ὁ γεωργὸς ἅμα καὶ δεσπότης αὐτῶν «τοῦ ποιῆσαι σταφυλὴν» τὸν ἀμπελῶνα, «ὁ δὲ ἐποίησεν ἀκάνθας», «καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν»· διὸ καὶ ἀφαιρῶν «τὸν φραγμὸν αὐτοῦ» καὶ καθαιρῶν «τὸν τοῖχον», «εἰς χέρσον» καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ τοῖς ἐχθροῖς παραδώσειν αὐτόν, οὓς «μετὰ βέλους καὶ τοξεύματος» εἰσελεύσεσθαι, φησίν, «ἐκεῖ», τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως ἀλλ᾽ εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ «χέρσος καὶ ἄκανθα» αὐτῶν γέγονεν «πᾶσα ἡ γῆ». διὰ τοῦτο γοῦν ἐπείπερ εἰς χέρσον καὶ ἄκανθαν αὐτοὶ ἑαυτοὺς κατέστησαν, «εἰσελεύσονται», φησίν, «ἐκεῖ» «μετὰ βέλους καὶ τοξεύματος» οἱ τὴν κατ᾽ αὐτῶν ἐξουσίαν εἰληφότες. μὴ θαύμαζε δ᾽ εἰ καὶ ταῦτα συνεσκιασμένως καὶ δι᾽ αἰνιγμάτων ἀποδέδοται.

λέλεκται γοῦν ἤδη πρότερον ἡ αἰτία τῆς τοιαύτης οἰκονομίας τοῦ λόγου, βουληθέντος ἐπικρύψασθαι τὸν ἔσχατον τοῦ Ἰουδαίων ἔθνους ὄλεθρον, ὡς ἂν φυλάττοιτο παρ᾽ αὐτοῖς ἡ γραφὴ εἰς ἡμῶν τῶν ἐθνῶν βελτίωσίν τε καὶ ὠφέλειαν. εἰ γοῦν ἀναφανδὸν αὐτοῖς μὲν ὄλεθρον τοῖς δὲ ἔθνεσιν ἀγαθὰ προεκήρυττον αἱ προφητεῖαι, οὐδεὶς ἂν περὶ αὐτὰς ἐσπούδασεν τῶν ἐκ περιτομῆς, ἀλλ᾽ ὡς αὐτοῖς ἐναντίας οὔσας καὶ ἐχθρὰς διέφθειραν ἂν αὐτάς, καὶ οὐκέθ᾽ ἡμῖν τοῖς ἐξ ἐθνῶν παρῆν ταῖς τῶν προφητῶν περὶ τοῦ σωτῆρος ἡμῶν καὶ περὶ ἡμῶν αὐτῶν μαρτυρίαις χρήσασθαι.

Ἀλλὰ γὰρ τοσούτων ἐν τῇ τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων, κατὰ τὴν ἑτέραν ἑρμηνείαν σπάνιός τις ἔσεσθαι λέγεται «ὁ καταλειφθεὶς» ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος· «λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν», ὃς δὴ «θρέψει δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται». τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ὥσπερ δὲ «ὁ καταλειφθεὶς» οὗτος τοιοῦτος ἔσεσθαι προφητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν ἐκ θατέρου μέρους «πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι» προφητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκκλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη» (τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ τούτων ἀνηγορεῦσθαι). τοῦτο δ᾽ οὖν, φησί, «τὸ ὄρος ἀροτριώμενον ἀροτριαθήσεται», ὡς «μὴ ἐπελθεῖν ἐκεῖ φόβον», ἀλλὰ καὶ εἰς τοσοῦτον αὐτὸ μεταβαλεῖσθαι ἀπὸ τῆς προτέρας ἐρημίας καὶ χέρσου καὶ ἀκάνθης, ὡς ἐπιτήδειον καταστῆναι «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός».

καὶ πάρεστίν γε ἐπιλογίσασθαι, ὅπως ἡ τοῦ Χριστοῦ ἐκκλησία, πάλαι οὖσα χέρσος καὶ ἄκανθα, διὰ τῆς αὐτοῦ χάριτος εἰς τοσοῦτον ἤλασεν μεταβολῆς, ὥστε πόαν καὶ βοτάνην εὔθετον τῆς λογικῆς καρποφορίας ἐπὶ τοσοῦτον βλαστῆσαι, ὡς καὶ τοὺς προβατώδεις καὶ ἁπλουστέρους ἀπολαύειν αὐτῆς δύνασθαι, τούς τε ἐν ἕξει τελειοτέρᾳ προβεβηκότας ἀροῦν καὶ γεωργεῖν αὐτήν, βόας προσαγορευομένους. ὥσπερ οὖν τὸν θεῖον ἀπόστολον παιδεύοντα παρεστήσαμεν ἐν τῷ φάναι· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι᾽ ἡμᾶς πάντως λέγει; δι᾽ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ὁ ἀροτριῶν ἐπ᾽ ἐλπίδι ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ᾽ ἐλπίδι τοῦ μετέχειν», οὕτως ἡ πάλαι ἔρημος καὶ χέρσος μεταβέβληκεν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν.

Ἐπίστησον δέ, τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν, τὸ πρὶν οὖσαν «χιλίων σίκλων, εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν», πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς «ἄκανθαν καὶ εἰς χέρσον» παραδοθήσεσθαι τοῖς «μετὰ βέλους καὶ τοξεύματος», τοὐναντίον δὲ πείσεσθαι «πᾶν ὄρος»· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης μεταβαλεῖσθαι «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», ὥστε αὐτὸ «ἀροτριώμενον ἀροτριαθήσεσθαι» καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον. δι᾽ ὧν σαφῶς ἡγοῦμαι σημαίνεσθαι τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ παρθένου γένεσιν, καὶ τὰ μετὰ ταύτην ὁμοῦ καὶ ἀθρόως Ἰουδαίοις τε καὶ τοῖς λοιποῖς ἔθνεσιν συμβεβηκότα· τὴν γοῦν ἑκατέρων τῶν ταγμάτων εἰς τοὐναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, ἅπερ, καθ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ Ἐμμανουὴλ ἐπιφανείας ἐπιτελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμάτων καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας.

εἰ μὲν γὰρ μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ τοῦ Χριστοῦ, μὴ πέπαυτο βασιλευομένη ἡ τῶν Δαμασκηνῶν ἀρχὴ καὶ τῶν Ἰουδαίων, καὶ εἰ μὴ ἐν ὄψεσιν ἡμῖν αὐτοῖς [μὴ] θεωρεῖται καταλελειμμένη ὑπ᾽ αὐτῶν ἡ γῆ καὶ ὑπὸ ἐθνῶν ἀλλοφύλων καὶ εἰδωλολατρῶν κατοικουμένη, καὶ πρὸς τούτοις εἰ μὴ γέγονεν «εἰς χέρσον καὶ ἄκανθαν» πᾶσα ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος χώρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες οἵ τε πολέμιοι αὐτῶν «μετὰ βέλους καὶ τοξεύματος» ἐπελθόντες, ὑπ᾽ αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες, ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὐτῶν, πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι, καὶ ἔμπαλιν, εἰ μὴ ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφεν καρποφορίαν, καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος.

εἰ δὲ καὶ τυφλῷ, φασί, δῆλα, τὰ τῶν λόγων ἀποτελέσματα οὐκ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ πεπληρωμένα, τί χρὴ λοιπὸν καὶ περὶ τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώμενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ᾽ ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, ἐναργῶς κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα «ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ ἡ πολιορκία τῆς Ἱερουσαλήμ, καὶ τοῦ πάλαι αὐτῶν ἁγιάσματος ἡ παντελὴς ἐρήμωσις, τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοίκησις μετὰ κέντρων αὐτοὺς τοῦτ᾽ ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων καταδουλουμένων (τοῦτο γὰρ ἐδήλου τῶν μυιῶν καὶ τῶν μελιττῶν τὰ παραδείγματα), καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημίας εἰς τὴν κατὰ θεὸν γεωργίαν μεταβολή; ταῦτα δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δ᾽ οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν;

εἰ δὴ οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δὴ ἀπιστεῖς, εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις, οὐχ ἥττων οὖσα, ἐπὶ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ᾽ αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν;

Ἀλλὰ γὰρ τούτοις ἑξῆς, μετὰ τὸ «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ «καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον», ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν. 〈β.〉 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.» Ἔχεται τῆς προτεταγμένης καὶ ἡ παροῦσα προφητεία. ἡ γὰρ ἐκεῖσε παρθένος, ἡ τὸν μεθ᾽ ἡμῶν θεὸν τίκτειν λεγομένη, προφῆτις ἐπὶ τοῦ παρόντος ὠνόμασται. ζητουμένου δέ, πόθεν ἄρα συλλήψεται ἀπειρόγαμος οὖσα, τοῦτο νῦν ὁ λόγος διδάσκει· «καὶ προσῆλθον», λέγων, «πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν», ἀκουστέον δὲ ταῦτα ὡς ἐξ ἁγίου πνεύματος, ὑφ᾽ οὗ θεοφορούμενος ὁ προφήτης ἐθέσπιζεν.

αὐτὸ δὴ οὖν τὸ πνεῦμα τὸ ἅγιον προσεληλυθέναι ὁμολογεῖ τῇ προφήτιδι, ὃ καὶ σαφῶς πεπλήρωται ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως, ὅτε «ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ». ᾗ καὶ «εἶπεν· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν», καὶ πάλιν· «μὴ φοβοῦ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», εἰπούσης τε τῆς Μαρίας· «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» ἀπεκρίνατο, «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». καὶ ἐν μὲν τῇ πρὸ ταύτης προφητείᾳ ἅμα τῇ γενέσει τοῦ Ἐμμανουήλ, «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν», ἐλέγετο ἐγκαταλειφθήσεσθαι τὴν γῆν ἀπὸ τῶν πολιορκούντων αὐτὴν δυεῖν βασιλέων, ἑνὸς μὲν τοῦ τῆς Σαμαρείας, θατέρου δὲ τοῦ τῆς Δαμασκοῦ· ἐπὶ δὲ τῆς παρούσης, «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» ὧν καὶ πρόσθεν καταλυθήσεσθαι τοὺς βασιλέας ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουὴλ ἐθέσπιζεν.

αἰσθητῶς μὲν οὖν ἐν ἡμέραις Ἄχαζ βασιλέως Ἰούδα, καὶ κατ᾽ αὐτὸν Ἡσαΐαν τὸν προφήτην, δύο βασιλεῖς ἐκ συνθήκης τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν, ὡς ἤδη πρότερον δεδήλωται· ὁ μὲν ἐπὶ τῆς Δαμασκοῦ τῶν εἰδωλολατρῶν ἐθνῶν βασιλεύς, ὁ δὲ τοῦ πλήθους τῶν Ἰουδαίων ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει τῆς Παλαιστίνης, ἣν Σεβαστὴν οἱ καθ᾽ ἡμᾶς ὀνομάζουσιν· περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου τῷ Ἄχαζ εἶπεν· «μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων». καὶ τὴν ἀπώλειάν γε τῶν ἀνδρῶν αὐτίκα μάλα καὶ οὐκ εἰς μακρὸν ἔσεσθαι εἰπών, ἑξῆς προφητεύει ὡς ἐπὶ τῇ τοῦ μεθ᾽ ἡμῶν ἐσομένου θεοῦ γενέσει πάμπαν ἀμφοτέρων σβεσθήσεται καὶ καταλυθήσεται ἡ βασιλεία. δείκνυμεν δὲ ἀπὸ τῆς ἱστορίας ὡς μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας διαμεμένηκεν ἥ τε τῶν Ἰουδαίων καὶ Δαμασκηνῶν βασιλεία, μετὰ δὲ τὴν εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ ἀκολούθως τῇ προρρήσει διαλελοίπασιν, τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης σὺν τῷ τοῦ σωτῆρος ἡμῶν κηρύγματι.

Καὶ ταῦτά γε πρὸς λέξιν θεσπίσας ὁ λόγος μετέβαινεν ἐπὶ τὴν διάνοιαν καὶ τὴν καθόλου πνευματικωτέραν ἐν θεωρίαις ἀπόδοσιν, ὑποστησάμενός τε δύο στίφη ἀοράτων ἐχθρῶν καὶ πολεμίων δαιμόνων. πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολεμούντων, ἓν μὲν τῶν τὰς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάντοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας, θάτερον δὲ τῶν ἐν ἤθεσι ψυχῶν διαφθορὰν κατεργαζομένων, καὶ τοῦ μέν, τῆς εἰδωλολάτρου πλάνης, εἰκόνα φέρειν ἀποδείξας τὸν ἄρχοντα τῆς Δαμασκοῦ, τοῦ δέ, τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου, τύπον εἶναι τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησιν τούτων ἀπαλλαγήσεσθαι τὴν «γῆν» (οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατοικοῦντας ἀνθρώπους) ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουὴλ θεόν· τούτου δὲ ἐπιλάμψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς, μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς. οὕτω δὴ οὖν καὶ ἐνθάδε περὶ τῶν αὐτῶν εἰρῆσθαι νοήσεις τὸ «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας», τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμεως καθαιρούσης ἀθρόως πάντας τοὺς ἀοράτους ἡμῶν ἐχθρούς, οἳ δὴ πάλαι πρότερον ταῖς προειρημέναις ἀθέοις καὶ ἐπιβλαβέσιν ἐνεργείαις πάντας ἀνθρώπους ἐπολιόρκουν.

καὶ πρὸς λέξιν δὲ πάλιν ἴδοις ἂν ὁμοῦ τῇ γενέσει καὶ ἐπιφανείᾳ τοῦ σωτῆρος ἡμῶν τὴν «δύναμιν Δαμασκοῦ» καθῃρημένην καὶ «τὰ σκῦλα Σαμαρείας» ἠρμένα, τοῦτ᾽ ἔστιν τὰς βασιλείας αὐτῶν, αἳ μέχρι τῶν δηλουμένων χρόνων διαρκέσασαι ἐξ ἐκείνου καὶ εἰς δεῦρο διαλελοίπασιν κατὰ τὰς θείας προρρήσεις.

Φασὶ δέ τινες καὶ ἄλλως τοὺς ἀπ᾽ ἀνατολῆς ἐληλυθότας μάγους καὶ τῷ Χριστῷ παιδίῳ ὄντι προσκεκυνηκότας τούτους εἶναι τὴν «δύναμιν Δαμασκοῦ», εἴποις δ᾽ ἂν καθολικώτερον πάντας τοὺς τὴν μὲν ἄθεον καὶ πολύθεον εἰδωλολατρίαν ἀποστραφέντας, τῷ δὲ τοῦ Χριστοῦ λόγῳ καταδουλωθέντας, μάλιστα εἰ δυνατοί τινες εἶεν ἐν λόγῳ καὶ «σοφίᾳ τοῦ αἰῶνος τούτου», αὐτοὺς εἶναι τοὺς ὀνομαζομένους «δύναμιν Δαμασκοῦ». κατὰ ταὐτὰ δὲ καὶ «τὰ σκῦλα Σαμαρείας» νοήσεις τοὺς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τοῦ σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους, οὓς ὥσπερ ἐκ πολεμίων (τῶν ἐκ περιτομῆς κατ᾽ αὐτοῦ στρατευσαμένων) σκῦλα ὑφ᾽ ἑαυτὸν λαβὼν ἐξ ἐναντίας καθώπλισεν τοῦ τῶν Ἀσσυρίων βασιλέως, οὕτω πάλιν τροπικῶς δηλουμένου τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ἐπεὶ δὲ τὸ «ἐναντίον βασιλέως Ἀσσυρίων» σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπών· «εἰς πρόσωπον βασιλέως Ἀσσυρίων», ἐπίστησον, μή ποτε ἄρα καὶ ἐν τούτοις τὴν Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε «κατευθύνοντες» ἢ «κατευθυνόμενοι» Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ μικρῷ πρόσθεν ἀποδεδομένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεύς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι.

λήψεσθαι τοιγαροῦν τὸ τικτόμενον παιδίον τὴν «δύναμιν Δαμασκοῦ» καὶ «τὰ σκῦλα Σαμαρείας», καὶ παραδώσειν «εἰς πρόσωπον» Ἀσσυρίων καὶ ἐν ὀφθαλμοῖς τῶν ὑπὸ τοῦ θεοῦ κατευθυνομένων θεσπίζεται, καὶ ταῦτα ποιήσειν ἅμα τῇ αὐτοῦ γενέσει, ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει, ἔτι νηπιάζοντι σώματι τοσαῦτα ἐν ἀνθρώποις οἰκονομούμενον.

Πάντα δὲ ταῦτα ὁ προφήτης ἐν τόμῳ καινῷ καὶ μεγάλῳ γραφῇ παραδοῦναι ἀνθρώπου προστάσσεται, τοῦτον καὶ τῆς καινῆς διαθήκης δηλουμένης τὸν τρόπον. προσπαραλαμβάνει δὲ τῶν εἰρημένων «μάρτυρας» ἱερέα καὶ προφήτην, τοῦ λόγου παιδεύοντος ὡς ὅτι δεήσει ἐν ταῖς ἀποδείξεσιν ταῖς περὶ τοῦ Χριστοῦ τὰς ἀπὸ τῆς ἐν νόμῳ ἱερουργίας καὶ τῶν μετὰ ταῦτα προφητῶν μαρτυρίας παραλαμβάνειν. «πιστοὺς» δὲ βούλεται καὶ ἄλλως μάρτυρας εἶναι τοὺς τὴν γένεσιν τοῦ δηλουμένου παιδίου μέλλοντας ἐποπτεύειν, εἰς τὸ συνιέναι δύνασθαι τὰ προφητευόμενα («ἐὰν» γὰρ «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε», ἐλέγετο ἀνωτέρω), καὶ τὸν μὲν ἔχειν «φῶς θεοῦ» (τοῦτο γὰρ ὁ Οὐρίας ἑρμηνεύεται), τὸν δὲ υἱὸν ὄντα «εὐλογίας» τὴν «μνήμην τοῦ θεοῦ» ἐν ἑαυτῷ φέρειν (τοῦτο γὰρ καὶ ὁ τοῦ Βαραχίου Ζαχαρίας δηλοῖ).

Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἡμεῖς ἐπιβεβλήκαμεν· εἰ δέ τις τῶν ἐκ περιτομῆς οὐ ταῦτα οὕτως ἔχειν βούλεται, ὥρα ἡμῖν αὐτὸν ἀποδεικνύναι, τίς πώποτε παρ᾽ αὐτοῖς Ἐμμανουὴλ γέγονεν, καὶ πῶς ὁ προφήτης προσῆλθεν πρὸς τὴν προφῆτιν, καὶ τίνα ταύτην, καὶ πῶς παραχρῆμα συνέλαβεν, καὶ τίς ὁ ἐκ τῆς προφήτιδος ἀποτεχθεὶς υἱός, ᾧ αὐτὸς ὁ κύριος ἐπιτέθειται ὄνομα «ταχέως σκύλευσον, ὀξέως προνόμευσον», καὶ τίς ἡ αἰτία τῆς τοιᾶσδε τοῦ τεχθέντος προσηγορίας. δεικνύτωσαν δὲ καὶ τὸ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, τὴν δύναμιν εἰληφότα Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ἡμεῖς γὰρ ταῦτα καὶ πρὸς λέξιν καὶ τροπικῶς ἐξειληφότες, πεπληρῶσθαι αὐτὰ δείκνυμεν ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως, παριστῶντες τοτὲ μὲν ῥητῶς κατὰ τὴν πρόχειρον διάνοιαν τοτὲ δὲ τροπικῶς δεῖν ἐπιβάλλειν ταῖς προφητείαις.

Αὐτίκα ἑξῆς ταῖς προειρημέναις φωναῖς δι᾽ αἰνιγμάτων αὖθις ἐπιλέγεται· «καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶμ καὶ τὸν υἱὸν Ῥομελίου, διὰ τοῦτο ἰδοὺ κύριος ἀνάγει ἐφ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι, εἰ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθ᾽ ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.» Σαφῶς γὰρ ταῦτα οὐδὲ ἄλλως ἢ μετὰ θεωρίας τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σῴζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῇ πορευομένου τὴν εὐαγγελικὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ «ἀπεσταλμένος». οὗτος δ᾽ ἂν εἴη ὁ ἐκ τοῦ πατρὸς ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μωσῆς φησιν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». ἀντὶ γὰρ 〈τοῦ〉 «ᾧ ἀπόκειται» τὸ Ἑβραϊκὸν Σιλωὰμ περιέχει, τὸν ἐνταῦθα Σιλωάμ, τοῦτ᾽ ἔστιν τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου.

ὁ δὲ Ῥαασὶμ βασιλεὺς ἦν πάλιν τῶν ἐν Δαμασκῷ εἰδωλολατρῶν ἐθνῶν, ὡς καὶ ὁ υἱὸς Ῥομελίου τῶν ἐν Σαμαρείᾳ τοῦ Ἰουδαίων ἔθνους ἀποστάντων τῆς πατρίου θρησκείας. ἀπειλεῖ τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωάμ, τοῦτ᾽ ἔστιν τὸν ἀπεσταλμένον Ἐμμανουήλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγεννημένον υἱὸν τόν τε πότιμον καὶ γόνιμον αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν καίτοι πράως καὶ ἡσυχῆ φερόμενον παραιτουμένοις, καθ᾽ ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ 〈ἑλομένοις〉, ἐπάξειν «τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ», ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει, λέγων αὐτὸν εἶναι «τὸν βασιλέα τῶν Ἀσσυρίων», οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχήν, ᾗ καὶ παρεδόθησαν οἱ τὸ μὲν δηλωθὲν τοῦ Σιλωὰμ ὕδωρ «τὸ πορευόμενον ἡσυχῆ» παραιτησάμενοι τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες.

αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν μὴ παραδεξαμένοις αὐτοῖς τὸ τοῦ σωτῆρος ἡμῶν εὐαγγέλιον, παραιτησαμένοις δὲ τὸ τοῦ Σιλωὰμ ποτὸν «τὸ πορευόμενον ἡσυχῆ», ἐπελθὼν ὁ ὑπὸ τοῦ θεοῦ κατευθυνόμενος Ῥωμαίων στρατὸς ἀνελήλυθεν «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ περιεπάτησεν «ἐπὶ πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι», καὶ γέγονεν «ἡ παρεμβολὴ» τοῦ δηλωθέντος τοσαύτη «ὥστε πληρῶσαι τὸ πλάτος» τῆς Ἰουδαίας ἁπάσης.

Καὶ τοῦτό γε πρὸς λέξιν οὕτως εἰς ἐκείνους ἐκπεπλήρωται. διὰ ποίαν αἰτίαν εἰ δὴ μαθεῖν ἐθέλεις, ἄκουε· ὅτι «μεθ᾽ ἡμῶν ὁ θεὸς» Ἐμμανουήλ, ὁ ἐκ τῆς παρθένου γεγεννημένος, ἀλλ᾽ οὐ καὶ μετ᾽ αὐτῶν ἦν, ὡς εἴ γε εἶχον αὐτόν, οὐκ ἂν ταῦτα πεπόνθεισαν. διὸ δὴ ἑξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν Ἐμμανουήλ, λέγων· «μεθ᾽ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε». καὶ ταῦτα δ᾽ ἡμῖν ἑρμηνεύεται εἰς τὸ παραστῆσαι ὡς ποτὲ μὲν κατὰ λέξιν ποτὲ δὲ δι᾽ αἰνιγμῶν τὰ πλεῖστα τῶν προφητειῶν ἐκλαμβάνειν δεῖ, ἔνθεν γε ὁρμωμένους προσήκει καὶ τὰ λοιπὰ τῆς ἐν χερσὶν προφητείας ὁμοίως ἐπιθεωρεῖν. εἰ δὲ ἔτι καὶ νῦν εἰς μέλλοντά ποτε χρόνον γενήσεσθαι ταῦτα οἱ ἐκ περιτομῆς φασιν, ἐπὶ τοῦ προσδοκωμένου αὐτοῖς Χριστοῦ ῥητῶς μόνον καὶ πρὸς λέξιν ἔσεσθαι αὐτὰ προσδεχόμενοι, ἐρωτητέον αὐτούς, πῶς ὁ μέλλων ἥξειν κατ᾽ αὐτοὺς «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων», καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν καὶ μηκέτ᾽ οὔσης, ἀλλὰ 〈καὶ〉 τῆς ὀνομαζομένης δυνάμεως Δαμασκοῦ μηδαμῶς ὑπαρχούσης, μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο. ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν;

ἀλλ᾽ οὐδὲ ἄλλοτε πώποτε πάλαι πρότερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν. οὐδεὶς γοῦν παρ᾽ Ἑβραίοις πώποτε ἐκ προφήτιδος μητρὸς καὶ Ἡσαΐου τοῦ προφήτου γεννηθεὶς σκῦλα Σαμαρείας καὶ δύναμιν Δαμασκοῦ, κατὰ τοῦ βασιλέως Ἀσσυρίων στρατεύσας, ὡς πρὸς ῥητὴν διάνοιαν, λαβὼν ἱστόρηται, ὥστε ἐξ ἅπαντος ὁμολογεῖν αὐτὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν μόνως πεπληρῶσθαι, οὐκ ἄλλοτε ἢ κατὰ τὴν γενομένην παρουσίαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, καθ᾽ ὃν ἀπεδείξαμεν τέλος εἰληφέναι τὰ προηγορευμένα.

Ἐγράφη δ᾽ οὖν κατὰ τὴν προφητείαν καὶ ὁ καινὸς τόμος ἐπὶ τῆς αὐτοῦ παρουσίας, ὁ τῆς καινῆς διαθήκης λόγος τὴν γένεσιν περιέχων τοῦ τῆς προφήτιδος υἱοῦ, ὃς καὶ πρὸς λέξιν καὶ Δαμασκοῦ καὶ Συρίας ἁπάσης τὴν βασιλικὴν δύναμιν τά τε ἑρμηνευθέντα ἡμῖν «σκῦλα Σαμαρείας» ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας παρέδωκεν· οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν τοὺς ἐξ Ἰουδαίων αὐτοῦ μαθητὰς ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, «εἰς πρόσωπον» τοῦ δηλωθέντος «βασιλέως Ἀσσυρίων» κατεστήσατο. καὶ τούτους μὲν ὡς οἰκείους στρατιώτας ὁπλίτας παρεσκεύασεν, τούς γε μὴν παραιτησαμένους τὸ γόνιμον καὶ ζωτικὸν ὕδωρ τῆς αὐτοῦ διδασκαλίας «τὸ πορευόμενον ἡσυχῆ», ἑλομένους δὲ τὰ πολεμικὰ καὶ ἐχθρὰ τῷ θεῷ, τῷ τῶν Ἀσσυρίων ἐξέδωκεν βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι. ἀνέβη γοῦν οὗτος «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ ἐπὶ «πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας» πάντα ἄρχοντα καὶ βασιλέα, «κεφαλὴν» ὀνομαζόμενον, καὶ πάντα «δυνατὸν συντελέσασθαί τι»· ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε «κεφαλὴν» αὐτοὺς κεκτῆσθαι μήτε τινὰ «δυνατὸν» ἐν τοῖς θείοις, οἷος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ.

πρόδηλον δὲ ὅπως καὶ πᾶσα αὐτῶν ἡ χώρα ὑποχείριος τοῖς αὐτῶν ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκεν, καὶ ὡς ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἑβραίων γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστηθέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα. διὸ ἑξῆς ἐπιλέγεται· «μεθ᾽ ἡμῶν ὁ θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε». ἡττήμεθα γοῦν ὡς ἀληθῶς ἡμεῖς οἱ ἐξ ἐθνῶν εἰς αὐτὸν πεπιστευκότες, νικηθέντες ὑπὸ τῆς ἀληθείας καὶ τῆς τοῦ γενομένου μεθ᾽ ἡμῶν θεοῦ δυνάμεως, ἡττηθέντες τε ὑπηκούσαμεν αὐτῷ πάντες ὁμοῦ οἱ μέχρι τῶν ἐσχάτων κατοικοῦντες τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν «ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς»· ἀλλ᾽ ἡμεῖς μὲν καὶ ἡττήμεθα καὶ καλοῦντι ὑπηκούσαμεν, τοῖς δὲ ἔτι τῶν ἐθνῶν ἀπειθοῦσι τὰ ἑξῆς ἀποτείνεται λέγων· «ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾽ ἡμῶν ὁ θεός. οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν».