Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ζ΄: Η καταγωγή του Χριστού από το σπέρμα του Δαβίδ και η έλευση στη Βηθλεέμ

Εξετάζονται οι προφητείες για την ανάδειξη του Χριστού από τη γενεαλογία του Δαβίδ και την έλευσή Του στη Βηθλεέμ, με επιβεβαίωση από τις ευαγγελικές διηγήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 22 από 31

δι᾽ ὧν σαφῶς ὁ λόγος ἀφηνιῶσι καὶ ἀντιταττομένοις τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τοῖς ἀπειθοῦσι τῇ κραταιᾷ αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολεμεῖν τὸν μεθ᾽ ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν ὃ ἐὰν βουλεύσωνται καθ᾽ ἡμῶν «οὐ μὴ ἐμμείνῃ» αὐτοῖς, διὰ τὸ μεθ᾽ ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι, τὰς καθ᾽ ἡμῶν ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόντων ἐπαναστάσεις συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ᾽ ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος. 〈γʹ.〉 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ.

μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα.» Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοῦ αὐτοῦ ποικίλως σημαινομένου. ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι᾽ ὅσων οὗτος καὶ ὅπως παρίσταται· ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος, δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου, τρίτον ὁ μετὰ χεῖρας εἷς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις. καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα «μεγάλης βουλῆς ἄγγελος», καὶ ὥς τινα τῶν ἀντιγράφων ἔχει, «θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος», κατὰ δὲ τὸ Ἑβραϊκόν, ὡς ὁ μὲν Ἀκύλας φησίν· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ᾽ ὤμου αὐτοῦ. καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν πέρας», ὡς δὲ ὁ Σύμμαχος· «νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν.

καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν πέρας». οὐκοῦν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς ἑβδομήκοντα ἀλλὰ «τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ θεὸς ἰσχυρός, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος» γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῦ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρός, καὶ ἀρχιστάτηγον δυνάμεως κυρίου. τίς δ᾽ ἂν οὖν γένοιτο κατὰ μὲν τὸν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερομένας παρ᾽ Ἑβραίοις μαρτυρίας ἐν ἀνθρώποις γεννώμενος, καὶ «παιδίον» γινόμενος, «θαυμαστὸς σύμβουλος» καὶ «ἰσχυρός», «δυνατός», καὶ «πατὴρ ἔτι», καὶ «ἄρχων εἰρήνης», ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος, κατὰ δὲ τὸν Σύμμαχον «παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης», καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου, καὶ κατὰ Θεοδοτίωνα «θαυμαστῶς βουλεύων, ἰσχυρός, δυνάστης, πατήρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστιν πέρας»;

καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν, τοσοῦτον ἐπισημηνάμενος, ὡς ἄρα αὐτὸς οὗτος ὁ λεγόμενος «πατὴρ αἰῶνος» καὶ ἀπείρου «εἰρήνης ἄρχων» «μεγάλης» τε «βουλῆς ἄγγελος» γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι προφητεύεται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρικαύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι᾽ αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν φησιν ὅτι «πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν». τίνες δὲ ἄρα ἦσαν οὗτοι, ἢ περὶ ὧν ἀλλαχοῦ ἐξ αὐτοῦ προσώπου τοῦ σωτῆρος ἡμῶν εἴρηται· «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον», οἵ τε τῆς τούτων μέτοχοι δυ〈σ〉σεβείας, οἳ «καὶ θελήσουσιν», τὴν σφῶν αὐτῶν κρίσιν ὕστερόν ποτε ὀψόμενοι, εἰ πρὸ τῆς ἀσεβείας αὐτῶν ἐγεγόνεισαν «πυρίκαυστοι», πρὶν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον πρὸς αὐτῶν ἀσεβηθῆναι; καὶ σὺ δὲ παρὰ σαυτῷ σκέψαι, εἰ μὴ ὑπερβαίνει πᾶσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος, καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον〈, ἀλλὰ τῆς μεγάλης βουλῆς ἄγγελον〉 καὶ θεὸν ἰσχυρόν, καὶ ὅσα τούτοις συγκατείλεκται.

Ἔτι δέ φησιν δι᾽ αὐτοῦ κατορθωθήσεσθαι τὴν τοῦ Δαβὶδ βασιλείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον. πλεῖσται ὅσαι τῷ Δαβὶδ γεγόνασιν ἐπαγγελίαι, ἐν αἷς εἴρηται· «καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ», καὶ αὖθις· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». τοσαῦτα ἐν τοῖς ψαλμοῖς τοῦ θεοῦ τῷ Δαβὶδ ἐπηγγελμένου, τἀναντία συνέβη ταῖς ἐπαγγελίαις ἐπελθεῖν διὰ τὰς τῶν διαδόχων αὐτοῦ δυσσεβείας. ἡ γοῦν ἐκ σπέρματος Δαβὶδ βασιλεία, διαρκέσασα μέχρις Ἰεχονίου καὶ τῆς ὑπὸ Βαβυλωνίοις τοῦ ἱεροῦ πολιορκίας, λέλυτο, ὡς ἐξ ἐκείνου μηκέτι τὸν θρόνον Δαβὶδ μηδέ 〈τινα〉 ἐκ σπέρματος αὐτοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους.

καὶ ταύτην γε τὴν γενομένην διάπτωσιν τῆς πρὸς τὸν Δαβὶδ ἐπαγγελίας κατὰ τὴν προειρημένην τοῦ ψαλμοῦ παράθεσιν τὸ θεῖον ὧδέ πως πνεῦμα θεσπίζει· «σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ, καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ», καὶ μετ᾽ ὀλίγα· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην», ἃ καὶ ἐναργῶς ἀρξάμενα συντελεῖσθαι ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, μέχρι τῆς Ῥωμαίων καὶ Τιβερίου παρεξετάθη βασιλείας. οὐδεὶς γοῦν ἐκ τῆς τοῦ Δαβὶδ διαδοχῆς ἐν τοῖς μεταξὺ χρόνοις φαίνεται ἐπὶ τὸν βασιλικὸν τοῦ Ἑβραίων ἔθνους καθεσθεὶς θρόνον μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας.

τοῦ δὲ «ἐκ σπέρματος Δαβὶδ» γενομένου κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλέως ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἀνακηρυχθέντος, ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος Δαβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ διαμενεῖ «εἰς τὸν αἰῶνα», καὶ εἰσέτι γε «ὡς ὁ ἥλιος ἐναντίον» τοῦ θεοῦ τὴν πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς διδασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου περὶ τοῦ γεννηθησομένου παιδίου λέγοντος· «ἐπὶ τὸν θρόνον Δαβίδ», δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ τὸν δὴ καὶ ἐπηγγελμένον τῷ Δαβίδ, καθεσθήσεσθαι αὐτὸν 〈καὶ〉 ἐπὶ «τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα». ὅπως δὲ ταῦτα ἐπληροῦτο, διδάσκαλος γένοιτ᾽ ἂν ἀξιόχρεως Γαβριὴλ ὁ ἄγγελος, ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων· «μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»

ταύτην ἐν τῷ προειρημένῳ ψαλμῷ καὶ ὁ προφήτης προσδοκῶν τὴν τοῦ Χριστοῦ γένεσιν, τήν τε ὑπέρθεσιν αὐτῆς καὶ ἀναβολὴν ὥσπερ αἰτίαν συνορῶν τῆς τοῦ θρόνου [τοῦ] Δαβὶδ ἀποπτώσεως, ἀποδυσπετεῖ, λέγων· «σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου». εὔχεται δέ, ὥσπερ δυσωπῶν τὸ θεῖον, ᾗ τάχος πληρωθῆναι τὰ τῆς ἐπαγγελίας, φάσκων· «ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» ἃ δὴ σαφέστατα. καὶ αὐτὰ δὴ ταῦτα πληρωθήσεσθαι ἐπὶ τῇ γενέσει τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου θεσπίζει· ἐφ᾽ ᾧ «θελήσουσιν», φησίν, οἱ προαποδοθέντες «εἰ ἐγενήθησαν πυρίκαυστοι, διότι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν» ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος». τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν τοῖς ἐν τῇ «Γαλιλαίᾳ τῶν ἐθνῶν»; οἷς αἴτιος γεγένηται φωτὸς καὶ εὐφροσύνης, καινοῦ τε καὶ νέου ποτοῦ, τῆς καινῆς διαθήκης μυστηρίου, κατὰ τὴν φήσασαν προφητείαν· «τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς».

εἶεν δ᾽ ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου. τούτοις μὲν οὖν ὁ «τῆς μεγάλης βουλῆς ἄγγελος» «υἱὸς ἐδόθη» σωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσιν ... πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰκονομίας ὑπόθεσιν γεγονέναι φησὶν τὸν ζῆλον κυρίου λέγων· «ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα». ποῖος δὲ ζῆλος ἢ οὗ μέμνηται Μωσῆς λέγων· «αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς»;

Ἀλλ᾽ ἐπεὶ σὺν θεῷ τὰ περὶ τῆς τοῦ προφητευομένου εἰς ἀνθρώπους ἐπιδημίας, οὐ μὴν ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐπιφανείας αὐτοῦ διὰ τῶν προφητικῶν ἀποδέδεικται μαρτυριῶν, καιρὸς ἂν εἴη συνιδεῖν, ποῦ γῆς γεννηθήσεσθαι καὶ ὅθεν γένους ἥξειν ἐξ ὁποίας τε Ἑβραίων προελεύσεσθαι φυλῆς ἐκηρύττετο, ἃ καὶ αὐτὰ φέρε ἐρευνήσωμεν. 〈δʹ.〉 〈Ἀπὸ τοῦ Μιχαία〉. «Καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.» Ἐμμανουήλ, μεθερμηνευόμενος «μεθ᾽ ἡμῶν θεός», ἐκ τῆς παρθένου γεννώμενος καὶ παιδίον γινόμενος, ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος», σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ᾽ ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραήλ, τὰς ἐξόδους «ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος» ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀνθρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς «μεγάλης βουλῆς ἀγγέλῳ».

τὸ γὰρ ἐξ αἰῶνος ὑφεστάναι τίνι ἄρα ἐφαρμόττοι ἂν ἢ μόνῳ θεῷ; ἐκ τοίνυν τῆς Βηθλεέμ (χωρίον δέ ἐστιν τῆς Ἰουδαίας οὐ πόρρω τῆς Ἱερουσαλὴμ διεστώς), λέγεταί τις ἐξ αἰῶνος ὑπάρχων προελεύσεσθαι, οὐδὲ ἕτερον ἐνθένδε ἢ μόνον τὸν Δαβὶδ εὕρομεν ἐπίδοξον γεγενημένον, καὶ ἔπειτα μετ᾽ ἐκεῖνον τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἕτερον δὲ παρὰ τούτους οὐδένα. ἀλλ᾽ ὁ μὲν Δαβὶδ τοὺς χρόνους τῆς προφητείας προειληφὼς τετελευτήκει πλείστοις πρότερον ἔτεσιν τῆς προρρήσεως· ἀλλ᾽ οὐδὲ ἀφ᾽ «ἡμερῶν αἰῶνος» οὗτος τὰς ἐξόδους πεποίητο. οὐκοῦν λείπεται ἐπὶ τὸν μετὰ ταῦτα ἐκ Βηθλεὲμ γενόμενον, τὸν ἀληθῶς Ἐμμανουήλ, τὸν πρὸ πάσης κτίσεως προόντα θεὸν λόγον, καὶ «μεθ᾽ ἡμῶν θεὸν» λεγόμενον, συμπληροῦσθαι τὰ γεγραμμένα, ἐπεὶ καὶ ἡ ἐν Βηθλεὲμ γένεσις αὐτοῦ ἄντικρυς θεοῦ παρουσίαν ἐδήλου διὰ τῶν κατ᾽ αὐτὴν παραδόξων.

Γράφει γοῦν ὁ Λουκᾶς, τοῦτον ἱστορῶν τὸν τρόπον· «ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου τοῦ ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ αὐτοὺς εἶναι ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα θεοῦ περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, ἐν πόλει Δαβίδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.

καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γενόμενον, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. καὶ ἦλθον σπεύσαντες, καὶ εὗρον τὴν Μαρίαν καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.» ταῦτα μὲν ὁ Λουκᾶς, καὶ ὁ Ματθαῖος δέ, τὰ περὶ τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν ἱστορῶν, τοῦτον γράφει τὸν τρόπον· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν εἰς Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρώδης ἐταράχθη, καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ᾽ αὐτοῦ. καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται.

οἱ δὲ εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου, καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀναγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.» Ὅλα δὲ ταῦτα ἐξεθέμην εἰς παράστασιν τῶν πεπραγμένων ἐπὶ τῇ ἐν Βηθλεὲμ γενέσει τοῦ σωτῆρος ἡμῶν, ἐναργῆ τεκμήρια παρέχοντα αὐτὸν εἶναι τὸν ὑπὸ τῆς προφητείας δηλούμενον.

καὶ εἰς δεῦρο δὲ οἱ τὸν τόπον οἰκοῦντες, ὡς ἐκ πατέρων εἰς αὐτοὺς κατελθούσης παραδόσεως, τοῖς τῶν τόπων ἱστορίας χάριν εἰς τὴν Βηθλεὲμ ἀφικνουμένοις μαρτυροῦσι τῷ λόγῳ, πιστούμενοι τὴν ἀλήθειαν διὰ τῆς τοῦ ἄντρου δείξεως, ἐν ᾧ τεκοῦσα ἡ παρθένος κατατέθειται τὸ βρέφος, ἐφ᾽ οἷς ἡ προφητεία φησίν· «διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν». ἀκολούθως δὲ κἀνταῦθα τίκτουσαν δηλοῖ τὴν ἐν ταῖς πρόσθεν προφητείαις παρθένον ὠνομασμένην καὶ προφήτιδα τὴν τὸν Ἐμμανουὴλ καὶ τὸν τῆς «μεγάλης βουλῆς ἄγγελον» ἀποτεξομένην. ἕως γὰρ τῶν ταύτης καιρῶν καὶ τοῦ ἐξ αὐτῆς ἀποτεχθέντος καὶ τὰ τοῦ προτέρου λαοῦ συνειστήκει, δοθείσης αὐτοῖς προθεσμίας «ἕως καιροῦ τικτούσης», τοῦτ᾽ ἔστιν ἕως τῆς παραδόξου γενέσεως τοῦ ἐκ τῆς παρθένου τεχθέντος, μεθ᾽ ὃν ἤρθη μὲν αὐτῶν ἡ βασιλεία. «οἱ» δὲ «ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν» οὗτοι ἂν εἶεν οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἡμῶν, οὓς ἐπιστρέψαντας αὐτὸς ὁ κύριος ποιμαίνειν λέγεται, οὐ καθὼς τὸ πρὶν δι᾽ ἀγγέλων ἢ διὰ θεραπόντων ἀνθρώπων, ἀλλ᾽ αὐτὸς δι᾽ ἑαυτοῦ, ὥστε διὰ τοῦτο μεγαλυνθῆναι αὐτοὺς «ἕως ἄκρου τῆς γῆς». ἐμεγαλύνθησαν γὰρ ὅτε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματ᾽ αὐτῶν».

πρόδηλον δὲ καὶ ὁποῖον μέγα «ποίμνιον» καθ᾽ ὅλης τῆς γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ κύριος δι᾽ ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ ποιμανεῖν «ἐν ἰσχύι» λέγεται, ὥστε «ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ» πρὸς τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων.

Καὶ τὰ μὲν περὶ τῆς ἐν Βηθλεὲμ καὶ τῆς ἀπὸ ταύτης προόδου τοῦ προκηρυττομένου θεοῦ τοῦτον ἔχει[ν] τὸν τρόπον. τὴν δ᾽ ἐξ οὐρανῶν εἰς ἀνθρώπους ἐπιδημίαν αὐτοῦ τοῦ κυρίου καὶ ποιμένος ἤδη καὶ πρότερον ἐξ αὐτοῦ τοῦ μετὰ χεῖρας προφήτου παρατέθειμαι, δι᾽ ὧν ἔλεγεν· «ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγων ἔφασκεν· «δι᾽ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραήλ». σαφὲς δὲ καὶ ἀπὸ τῶν ἑξῆς τοῦ αὐτοῦ προφήτου, ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοῦ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων. ἐπιλέγει δ᾽ οὖν ἑξῆς· «καὶ ἔσται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ᾽ αὐτὸ λαοὶ πολλοί, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσιν, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου». διὸ καὶ μετὰ ταῦτα τὸν πρὸ αἰώνων ἀπὸ τῆς Βηθλεὲμ ἐξελεύσεσθαι ἀνακηρύξας, οὐκέτι τοῦ Ἰσραὴλ μόνου ἀλλὰ ἀθρόως πάντων ἀνθρώπων ἕως καὶ τῶν «ἄκρων τῆς γῆς» ἄρξειν αὐτόν φησιν.

λέγει δ᾽ οὖν· «καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη». τίνι δὲ «ἔσται αὕτη εἰρήνη» ἀλλ᾽ ἢ τῇ γῇ, ἐν ᾗ «μεγαλυνθήσονται» τὰ ποίμνια τοῦ κυρίου; καὶ τοῦτο δὲ ὁποίου τέλους ἔτυχεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν, παντί τῳ πρόδηλον. πολλῆς γὰρ οὔσης πρὸ τούτου πολυαρχίας καὶ τῶν ἐθνῶν ἁπάντων τυραννουμένων ἢ δημοκρατουμένων, ὡς μηδεμίαν πρὸς ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δέ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ Ἀράβων ὡσαύτως καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων τε ἐθνῶν ἔθνεσιν καὶ πόλεων πόλεσιν, πολιορκιῶν τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν ἐθνῶν ἐπικρατήσαντος λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη δὲ διελάμβανε τὴν σύμπασαν γῆν τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει, διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν· «διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρου τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη».

ᾧ συνᾴδει τὸ ἐν ψαλμοῖς φάσκον περὶ τοῦ Χριστοῦ λόγιον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης», δι᾽ ὅ μοι δοκεῖ «ἄρχων εἰρήνης» ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνομάσθαι. ἐπίστησόν γε μήν, τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζόμενον ἐν τῇ Βηθλεέμ. ὅπως δὲ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐπεραιοῦτο, ἐμαρτύρησεν ὁ εὐαγγελιστὴς δι᾽ ὧν προεξεθέμην αὐτοῦ φωνῶν. ποιμὴν δὲ καὶ «ἡγούμενος» ὁ Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνήθως τῆς ἱερᾶς γραφῆς τὸν ἀληθῆ Ἰσραὴλ κατὰ διάνοιαν πάντα τὸν διορατικὸν καὶ ἀρεστῶς θεῷ βιοῦντα ἐπονομαζούσης, ὡς ἔμπαλιν τοὺς ἐκ περιτομῆς, ὁπόθ᾽ ἁμαρτάνοιεν.

Χαναναίους καὶ «σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα» ἄρχοντάς τε Σοδόμων καὶ λαὸν Γομόρρας ἐμφερῶς αὐτῶν τοῖς τρόποις ἀποκαλούσης. ἄλλως δὲ πρὸς λέξιν ἡ πᾶσα τοῦ σωτῆρος ἡμῶν διατριβὴ παρὰ τῷ Ἰουδαίων ἔθνει γέγονεν, καὶ πολλῶν γε τοῦ Ἰσραὴλ ἡγήσατο, ὅσοι δὴ ἔγνωσαν αὐτὸν καὶ εἰς αὐτὸν πεπιστεύκασιν τῶν ἐκ περιτομῆς.

Καὶ τὸ μὲν τῆς ἐκτεθείσης προρρήσεως τοιαύτην εἴληφεν τὴν ἔκβασιν· τὰ δὲ ἑξῆς ἀφ᾽ ἑτέρας ἀναγνωστέον ἀρχῆς, οὕτως ἔχοντα· «Ἀσσύριος ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ᾽ αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ τοῦ παρόντος τυγχάνει διηγήσασθαι καιροῦ. εἴποι δ᾽ ἄν τις μετὰ τὴν Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν ἐπιδημίαν, καθ᾽ ἣν εἷλον τὸ Ἰουδαίων ἔθνος, τοσαύτας ἐπαναστάσεις κατ᾽ αὐτῶν γεγονέναι, ὅσαι δηλοῦνται διὰ τῶν ἑπτὰ ποιμένων καὶ διὰ τῶν ὀκτὼ δηγμάτων (ταῦτα δὲ δύνασθαι εἰδέναι τοὺς τὰ Ἀσσυρίων ἱστορηκότας), ὧν ἐπὶ τέλει τὸν ἐκ τῆς Βηθλεὲμ προφητευόμενον γεγονέναι, μετὰ τοὺς ἑπτὰ δηλαδὴ ποιμένας καὶ τὰ ὀκτὼ δήγματα, τοῖς Ἀσσυρίοις συμβάντα ἐν ὑστέροις χρόνοις τῆς εἰς τὴν Ἰουδαίαν αὐτῶν ἐφόδου. ταῦτα δὲ πλείστης ἐρεύνης δεόμενα οὐ νῦν πολυπραγμονεῖν καιρός. 〈εʹ.〉 〈Ἀπὸ Ψαλμοῦ ρλαʹ〉. «Μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ, εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμόν, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.

ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ», εἶθ᾽ ἑξῆς ἐπιλέγει· «ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου», καὶ ἐπιφέρει τούτοις λέγων· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου».

Συνᾴδει τῇ πρὸ ταύτης καὶ ἡ παροῦσα προφητεία, ἐκ Βηθλεὲμ τὸν προκηρυττόμενον θεὸν προελεύσεσθαι σημαίνουσα. τοῦτο δ᾽ οὖν αὐτὸ καὶ ὁ Δαβὶδ πρότερον μὲν ἀγνοῶν εὔχεται παρὰ τοῦ θεοῦ μαθεῖν, εἶτ᾽ εὐξάμενος παιδεύεται. ἐπειδὴ γὰρ τετύχηκε χρησμοῦ τοῦ πρὸς αὐτὸν ἐν τῷ ψαλμῷ φήσαντος «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου», καὶ αὖθις «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου», εἰκότως προσπίπτει τῷ θεῷ, καὶ προσπεσὼν ἐπ᾽ ἐδάφους ποτνιᾶται, ἐπὶ πλέον δὲ τῇ προσευχῇ προσκαρτερῶν ὄμνυσιν τῷ θεῷ, μὴ πρότερον εἰσελεύσεσθαι «εἰς σκήνωμα οἴκου» αὐτοῦ, μηδὲ δώσειν «τοῖς ὀφθαλμοῖς» αὐτοῦ «ὕπνον» καὶ «τοῖς βλεφάροις» αὐτοῦ «νυσταγμόν», μηδὲ ἀναβήσεσθαι «ἐπὶ κλίνης στρωμνῆς» αὐτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον, ἔστ᾽ ἂν εὕρῃ «τόπον τῷ κυρίῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακώβ», τοῦτ᾽ ἔστιν ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ. εὐξάμενος δὲ καὶ τοιαῦτα γνῶναι ποθήσας, οὐκ εἰς μακρὸν τῷ θείῳ πνεύματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοῦ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι. ἐπακουσθεὶς δῆτα καταξιοῦται χρησμοῦ τὴν Βηθλεὲμ ἐπιφωνοῦντος αὐτῷ, ὡς ἂν ἐνθάδε τοῦ τόπου τοῦ κυρίου καὶ τοῦ σκηνώματος τοῦ θεοῦ Ἰακὼβ συστησομένου.

ταῦτα τοιγαροῦν τοῦ θείου πνεύματος ἐν αὐτῷ θεσπίσαντος, αὐτὸς αὐτοῦ ἐπακούσας ἐπιλέγει· «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά». — Ἐφραθὰ δὲ ἡ αὐτή ἐστιν τῇ Βηθλεέμ, ὡς δῆλόν ἐστιν ἀπὸ τῆς. Γενέσεως, ἔνθα περὶ τῆς Ῥαχὴλ εἴρηται, ὅτι ἔθαψαν αὐτὴν ἐν τῷ ἱπποδρόμῳ «Ἐφραθά, αὕτη ἐστὶ Βηθλεέμ». καὶ ἡ πρὸ ταύτης δὲ περιεῖχεν προφητεία· «καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά». —«ἰδού», φησίν, «ἠκούσαμεν αὐτήν», δῆλον δ᾽ ὅτι τὴν τοῦ Χριστοῦ γένεσιν καὶ τὴν τοῦ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ᾽ ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ ὡς ἐν σκηνώματι ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσεν; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς «τοῦ θεοῦ Ἰακὼβ» λέγεται τὸ σκήνωμα εἶναι, διὰ τὸ μὴ ἄλλον εἶναι τὸ σκηνῶσαν ἐν αὐτῷ ἢ τὸν τῷ Ἰακὼβ ἐν ἀνθρώπου εἴδει καὶ σχήματι ὀφθέντα θεόν, δι᾽ ὃν καὶ τῆς ἐπὶ τῷ Ἰσραὴλ προσωνυμίας ἠξιώθη, «ὁρῶν θεὸν» (τοῦτο γὰρ ἑρμηνεύεται τὸ ὄνομα) προσαγορευθείς· οὐκ ἄλλον δὲ ὄντα τοῦ θεοῦ λόγου τὸν τῷ Ἰακὼβ ὀφθέντα ἐν τοῖς πρώτοις τῆς μετὰ χεῖρας ὑποθέσεως παρεστήσαμεν. ἐδείχθη τοιγαροῦν τῷ Δαβίδ, εὐξαμένῳ καὶ ποθήσαντι τοῦ κυρίου καὶ θεοῦ Ἰακὼβ τὸν τόπον καὶ τὸ σκήνωμα, ὁ ἐπὶ τῆς Βηθλεὲμ τόπος. διόπερ εἰπὼν «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά», ἐπιφέρει λέγων· «προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ».

σαφῶς τοιγαροῦν καὶ ἐν τούτοις ἐν τῇ Ἐφραθά, ἥτις ἐστὶν ἡ Βηθλεέμ, αὐτὸς ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προφητείᾳ φησάσῃ· «καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος»· ἅπερ ἀρτίως ἐξετάσαντες ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ᾽ ἐφ᾽ ἕτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἐν Βηθλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημένον. οὐκ ἂν γοῦν ἄλλον τις ἐπιδείξειεν ἐκ ταύτης ἐνδόξως μετὰ τοὺς τῆς προφητείας χρόνους προελθόντα· οὔτε γὰρ βασιλεὺς οὔτε προφήτης οὐδ᾽ ἕτερός τις τῶν παρ᾽ Ἑβραίοις θεοφιλῶν ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ ὁμοῦ καὶ «ἐκ σπέρματος Δαβὶδ» καὶ αὐτόθι γεγεννημένος ἀποδείκνυται.

Ὥρα τοιγαροῦν αὐτὸν ἐκεῖνον εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν, ὅτι γε σαφῶς ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων τοῦτο παρίστησιν δι᾽ ὧν φησιν· «ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου», καὶ πάλιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου» ποῦ δέ φησιν «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ» ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦθεν γοῦν τὸ κέρας τοῦ Δαβίδ, ὁ Χριστός, τὸ κατὰ σάρκα, οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ὁ τοῦ Χριστοῦ λύχνος. εἴη δ᾽ ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτός, τὸ ἀνθρώπειον σκῆνος, δι᾽ οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν.

ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακώβ, ἀπ᾽ ἀρχῆς καὶ «ἐξ ἡμερῶν» τυγχάνοντα «αἰῶνος», ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηθήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ᾽ 〈ἢ〉 ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ᾽ ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας ἀνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἁπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται. ἑρμηνεύεται δὲ ἡ Βηθλεὲμ «οἶκος ἄρτου», φερώνυμος οὖσα τοῦ προελθόντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν, ὄντος θεοῦ λόγου ψυχῶν λογικῶν θρεπτικοῦ, ὃ καὶ παρίστησιν αὐτὸς λέγων· «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». ἀλλ᾽ ἐπειδὴ καὶ τοῦ Δαβὶδ γέγονεν αὕτη πατρίς, εἰκότως καὶ ὁ «κατὰ σάρκα» γενόμενος υἱὸς Δαβὶδ τὴν πρόοδον ἐξ αὐτῆς ἐποιήσατο, ἀκολούθως ταῖς προφητικαῖς προρρήσεσιν, ὥστε οὐκ ἄδηλον εἶναι καὶ τὴν αἰτίαν δι᾽ ἣν πατρίδα τὴν Βηθλεὲμ ἐπεγράψατο.

Ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται καὶ πάλιν «Ναζωραῖος» κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα ἑβραϊκὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ᾽ αὐτοῖς χριστοῦ (ἦν δὲ οὗτος ὁ ἄρχων κατ᾽ εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως τοῦ Χριστοῦ τοῦ θεοῦ, σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπιφερόμενος)· ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως· «καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ», τὸ μὲν Ἑβραϊκὸν «ὅτι ναζὲρ ἔλαιον» περιέχει, ὁ δὲ Ἀκύλας· «ὅτι ἀφόρισμα ἔλαιον ἀλ〈ε〉ίμματος θεοῦ αὐτοῦ ἐπ᾽ αὐτῷ», ὁ δὲ Σύμμαχος· «ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ᾽ αὐτῷ», ὁ δὲ Θεοδοτίων· «ὅτι τὸ ναζὲρ ἔλαιον τὸ[ν] χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ᾽ αὐτῷ», ὥστε εἶναι τὸ ναζὲρ κατὰ μὲν τοὺς ἑβδομήκοντα «ἅγιον», κατὰ δὲ τὸν Ἀκύλαν «ἀφόρισμα», κατὰ δὲ τὸν Σύμμαχον «ἄθικτον», ὥστε ἐκ τούτου τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον ἢ τὸν ἀφωρισμένον ἢ τὸν ἄθικτον. ἀλλ᾽ οἱ μὲν πάλαι ἱερεῖς δι᾽ ἐλαίου σκευαστοῦ, τοῦ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι, παραγώγως ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι.

ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν κατὰ φύσιν ἔχων τὸ ἅγιον καὶ τὸ ἄθικτον καὶ τὸ ἀφωρισμένον, οὐ δεόμενός τε χρίσματος ἀνθρωπίνου, ὅμως τῆς τοῦ ναζιραίου προσηγορίας παρ᾽ ἀνθρώποις ἔτυχεν, οὐκ ἀπὸ τοῦ καλουμένου ναζὲρ ἐλαίου ναζιραῖος γεγονώς, ἀλλ᾽ ὢν μὲν τῇ φύσει τοιοῦτος, κληθεὶς δὲ καὶ παρ᾽ ἀνθρώποις Ναζιραῖος ἀπὸ τῆς Ναζαρέθ, ἔνθα παρὰ τοῖς κατὰ σάρκα γονεῦσι τὴν ἐν παισὶν ἀνατροφὴν ἔσχηκεν. διὸ λέλεκται παρὰ τῷ Ματθαίῳ· «χρηματισθεὶς δὲ κατ᾽ ὄναρ» (δῆλον δ᾽ ὅτι ὁ Ἰωσήφ), ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρά· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται«. ἔδει μὲν γὰρ αὐτόν, ἐξ ἅπαντος φύσει καὶ ἀληθείᾳ ναζιραῖον ὄντα, τοῦτ᾽ ἔστιν ἅγιον καὶ ἄθικτον καὶ ἀφωρισμένον ἐξ ἀνθρώπων, κληθῆναι ταύτῃ τῇ προσηγορίᾳ· ἀλλ᾽ ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχεν τῆς προσηγορίας, μὴ δεηθεὶς ἀνθρωπίνου χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐπωνυμίαν ἐκτήσατο.

Τούτων οὕτως ἀποδεδειγμένων, καιρὸς ἐπισκέψασθαι, καὶ ἐξ ὁποίου γένους ἐξ ὁποίας τε Ἑβραίων· φυλῆς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, προελεύσεσθαι ἐκηρύττετο. πρώτας δὲ τὰς εὐαγγελικὰς καὶ περὶ τούτου παραθήσομαι λέξεις, εἶθ᾽ ὥσπερ ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ· »βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν«, καὶ τὰ ἑξῆς. συνᾴδει δὲ αὐτῷ καὶ ὁ ἀπόστολος, λέγων ἀφωρίσθαι »εἰς εὐαγγέλιον θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα«. γένοιντο δ᾽ ἂν σύμφωνα ταῦτα ταῖς οὕτως ἐχούσαις προρρήσεσιν. 〈ϛʹ.〉 〈Ἀπὸ τῆς δευτέρας τῶν Παραλειπομένων〉. Ὁ κύριος διὰ Νάθαν τοῦ προφήτου ταῦτα τῷ Δαβὶδ θεσπίζει ἐν δευτέρᾳ Παραλειπομένων· »καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.»

Καὶ ἐν ὀγδόῳ δὲ καὶ ὀγδοηκοστῷ ψαλμῷ περὶ τοῦ αὐτοῦ, ὡς περὶ Δαβίδ, τάδε εἴρηται· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ», καὶ αὖθις· «ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου», καὶ πάλιν· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα», καὶ αὖθις· «καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ». ὅμοια δ᾽ ἂν εἴη τούτοις καὶ τὰ δι᾽ ὧν εἴρηται· «ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου».

Σολομῶν παῖς μὲν ὢν τοῦ Δαβὶδ καὶ τῆς βασιλείας διάδοχος πέφηνεν ὁμολογουμένως, οὗτος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι. οὓς ἐπιστῆσαι καλόν, εἰ οἷοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα· «καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα», καὶ αὖθις μεθ᾽ ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου ὡς ὁ ἥλιος καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ. εἰ γὰρ δή 〈τις〉 τοὺς χρόνους ἐξετάσειεν τῆς τοῦ Σολομῶνος βασιλείας, τεσσαράκοντα ἔτη, οὐ πλείονα, εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδὲ ἐφ᾽ ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας διαγενομένους. ἀλλ᾽ ἔστω τοὺς αὐτοὺς καὶ μέχρι τῆς ὑστάτης ὑπὸ Ῥωμαίων πολιορκίας τοῦ Ἰουδαίων ἔθνους διαρκέσαι νομίζεσθαι· τί οὖν τοῦτο πρὸς τὴν προφητείαν, «εἰς τὸν αἰῶνα» καὶ «ὡς τὸν ἥλιον» καὶ «ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ» διαμενεῖν τὸν θρόνον αὐτοῦ θεσπίζουσαν; τὸ δὲ «καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν» πῶς ἂν τῷ Σολομῶνι ἁρμόσειεν, ὅτε διαρρήδην ἡ κατ᾽ αὐτὸν ἱστορία ἀλλότρια καὶ ἀπῳκισμένα τῆς τοῦ θεοῦ εἰσποιήσεως περὶ αὐτοῦ διδάσκει;

ἄκουε δ᾽ οὖν οἵαν κατηγορίαν αὐτοῦ καταλέγει· «καὶ Σολομῶν ἦν φιλογύναιος, καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας πολλάς, καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπεν κύριος ὁ θεὸς τοῖς υἱοῖς Ἰσραὴλ οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς», καὶ ἐπιφέρει τούτοις· «καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ εὐθεῖα μετὰ κυρίου τοῦ θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν, εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησεν Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου», καὶ αὖθις ἑξῆς ἐπάγει· «καὶ ἤγειρεν κύριος σατὰν τῷ Σολομῶνι τὸν Ἄδερ τὸν Ἰδουμαῖον». τὸν δὲ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὐτόν; πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβίδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ;

Ἀλλ᾽ οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἄν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται. οὐκοῦν τὸν ἐκ σπέρματος Δαβὶδ ἀναστήσεσθαι ἐν τούτοις δηλούμενον ἕτερον ζητητέον. ἀλλ᾽ οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γεγονὼς ἱστορεῖται, ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὃς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευκότων καθ᾽ ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ὁμολογουμένως, καὶ τούτου γε μένει καὶ διαμενεῖ ἡ βασιλεία, εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῇ περὶ αὐτοῦ προφητείᾳ ἀκολούθως ἐπιδεικνυμένη. εἰ δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοῦ θεοῦ λόγου τοῦ πάντων αἰώνων προϋφεστῶτος ἁγίου καὶ μονογενοῦς αὐτοῦ παιδός, ὃν ποικίλως ἐθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναί, καθ᾽ οὗ ὄμνυσιν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ 〈εἰς〉 τὸν ἄπειρον αἰῶνα δοξάσειν· ὃ καὶ γέγονεν ὅτε ὁ λόγος, σὰρξ γενόμενος, τὸν ἐκ σπέρματος Δαβὶδ ἀνείληφέν τε καὶ ἐθεοποίησεν. διὸ καὶ υἱὸν αὐτὸν ἀναγορεύει λέγων· «ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν», καὶ πάλιν· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν».

σαφῶς τοιγαροῦν ἐκ τούτων ὁ υἱὸς τοῦ θεοῦ ὁ πρωτότοκος ἐκ σπέρματος ἔσεσθαι Δαβὶδ ἀνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ τῷ υἱῷ Δαβίδ. δι᾽ ὧν ἐναργῶς ὁ «πρωτότοκος πάσης κτίσεως», αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ, υἱὸς ἀνθρώπου γενήσεσθαι προεφητεύετο. καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι᾽ ὧν φησιν, ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ φάναι περὶ τοῦ σωτῆρος ἡμῶν· «οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». καὶ μετὰ βραχέα δὲ ἐν τῷ αὐτῷ εὐαγγελίῳ Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ τάδε περὶ τοῦ Χριστοῦ θεσπίζει· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν». ἀλλ᾽ ὅτι μὲν τὸν ἐπηγγελμένον τῷ Δαβὶδ αἰώνιον θρόνον ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ἀνθρώπων ἀπείληφεν, ἱκαναὶ πιστώσασθαι αἱ προπαρατεθεῖσαι μαρτυρίαι, ἥ τε τοῦ Γαβριὴλ καὶ ἡ τοῦ Ζαχαρίου, δι᾽ ὧν καὶ συνίσταται «ἐκ σπέρματος» γεγονὼς «Δαβὶδ κατὰ σάρκα».

τίνι δὲ λόγῳ τὸν Ἰωσὴφ γενεαλογοῦσιν οἱ ἱεροὶ εὐαγγελισταί, καίπερ μὴ ὄντος τοῦ σωτῆρος ἡμῶν ἐξ αὐτοῦ, ἀλλ᾽ ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου, ὅπως τε καὶ αὕτη ἡ τοῦ κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι Δαβίδ, ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλογίαν τοῦ σωτῆρος ἡμῶν ζητημάτων καὶ λύσεων διειληφότες, ἐπ᾽ ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπομεν, ἐφ᾽ ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος καιροῦ. 〈ζʹ.〉 〈Ἀπὸ Ψαλμοῦ οαʹ〉. «Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως», καὶ ἑξῆς ἐπιλέγει· «καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν. καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ μετὰ βραχέα φησίν· «ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν».

Ἐπειδὴ 〈ἐπι〉γέγραπται «εἰς Σολομῶνα» ὁ ψαλμός, ὁ πρῶτος τοῦ ψαλμοῦ στίχος εἰς αὐτὸν 〈ἂν〉 ἀναφέροιτο, τὰ δὲ ἑπόμενα πάντα εἰς τὸν υἱὸν Σολομῶνος, οὐ τὸν Ῥοβοάμ, ὃς μετ᾽ αὐτὸν ἐβασίλευσεν τοῦ Ἰσραήλ, ἀλλὰ τὸν «ἐκ σπέρματος» αὐτοῦ «κατὰ σάρκα» γενόμενον, τὸν Χριστὸν τοῦ θεοῦ. ὅτι γὰρ οὐκ ἐπὶ τὸν Σολομῶνα οὐδὲ ἐπὶ τὸν τούτου διάδοχον ἀναφέρειν δυνατὸν τὰ ἐν τῷ ψαλμῷ διὰ τὰ περὶ αὐτοῦ δεδηλωμένα, πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι᾽ ὅλου τοῦ ψαλμοῦ, οἷον τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης», καὶ τὸ «συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν», καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπιλέγεται;

διόπερ ἀβασανίστως ἀποδοθείη ἂν ὁ μὲν φάσκων ἐν ἀρχῇ τοῦ ψαλμοῦ λόγος «ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός» ἐπ᾽ αὐτὸν ἐκεῖνον Σολομῶνα, ὁ ἐπιλέγων δὲ «καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως» ἐπὶ τὸν Σολομῶνος υἱόν, οὐ τὸν πρωτότοκον ἐκεῖνον τὸν διάδοχον αὐτοῦ τῆς βασιλείας γενόμενον (οὐδ᾽ ὅλοις γὰρ ἐκεῖνος ἑπτακαίδεκα ἔτεσιν μόνου τοῦ Ἰουδαίων ἔθνους προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ), ἀλλ᾽ οὐδ᾽ ἐφ᾽ ἕτερον τῶν 〈μετὰ〉 Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος Δαβίδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ Δαβὶδ χρηματίσαντα. οὗτος δ᾽ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· τούτου γὰρ μόνου καὶ οὐδ᾽ ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας θρόνος «συμπαραμενεῖ τῷ ἡλίῳ», καὶ οὗτός γε ἀλλ᾽ οὐδεὶς ἕτερος ἀνθρώπων «πρὸ τῆς σελήνης» καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, ἔσταξέν τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην ἐπὶ πᾶσαν τὴν γῆν, εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι, κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνη〈ν〉 παραμένουσα〈ν〉 μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης.

ἐναργῶς τε ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θαλάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ᾽ οὗπερ κατὰ τὸν Ἰορδάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας. παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθεν καθ᾽ ὅλης τῆς οἰκουμένης. «Λιβάνου» δὲ ἐπινοουμένης τῆς Ἱερουσαλήμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον τά τε ἐπὶ τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ «καρπός», ἡ ἐξ ἐθνῶν ἐκκλησία, «ὑπὲρ τὸν Λίβανον» ἀρθήσεσθαι θεσπίζεται. ἐπὶ σχολῆς δ᾽ ἂν ὁ φιλομαθὴς ἑαυτῷ τὸν ψαλμὸν πρὸς λέξιν βασανίσας, μόνῳ τῷ ἡμετέρῳ κυρίῳ τὰ ἐν αὐτῷ προσήκειν ὁμολογήσειεν ἄν, ἀλλ᾽ οὔτε τῷ παλαιῷ Σολομῶνι οὔτε ἑτέρῳ τῶν μετ᾽ αὐτὸν βασιλέων, ἑνὸς ἔθνους τῶν Ἰουδαίων ἀρξάντων, καὶ οὐ πλεῖον ὀλιγοστῶν ἐτῶν, καὶ οὐδ᾽ ἐφ᾽ ἑτέρας ἢ μόνης τῆς Ἰουδαίας γῆς. 〈ηʹ.〉 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ.

οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς. καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημ[μ]ένος τὰς πλευρὰς αὐτοῦ. καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ παρδαλὶς συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων ἅμα βοσκηθήσονται. καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» Ὁ δηλούμενος ἐνταῦθα Ἰεσσαὶ πατὴρ ἦν τοῦ Δαβίδ. ὥσπερ οὖν ἐν ταῖς πρὸ ταύτης προφητείαις ἐκ καρποῦ καὶ σπέρματος Δαβὶδ προελεύσεσθαι ἐλέγετο, καὶ πάλιν ἐκ σπέρματος Σολομών, τὸν αὐτὸν τρόπον κἀνταῦθα, πλείστοις ὕστερον τῆς τοῦ Δαβὶδ οὐ μόνον ἀλλὰ καὶ τῆς τοῦ Σολομῶνος τελευτῆς 〈ἔτεσιν〉, ἐκ ῥίζης Ἰεσσαὶ δῆλον δ᾽ ὅτι καὶ ἐκ τῆς τοῦ Δαβὶδ προελεύσεσθαί τις θεσπίζεται. λύσει δὲ ὁ παρὼν λόγος τὴν ἐν τοῖς πρόσθεν νομιζομένην παρὰ Ἰουδαίοις περὶ τοῦ Σολομῶνος ἀμφιβολίαν. μετὰ πλεῖστον γοῦν τῆς τοῦ Σολομῶνος τελευτῆς χρόνον ταῦτα Ἡσαΐας περί τινος ἑτέρου προφητεύει μέλλοντος ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαβὶδ ἀναφανήσεσθαι.

ὅτι δὲ οὐδ᾽ ἐφ᾽ ἕτερον ἢ ἐπὶ τὸν ἡμέτερον σωτῆρα τὸν Χριστὸν τοῦ θεοῦ ἀνάγεται τὰ δηλούμενα, ἐκ ῥίζης γενόμενον Δαβίδ τε καὶ Ἰεσσαί, οὐκ οἶμαί τινα ἀμφιβάλλειν, ἐπιστήσαντα τῇ τε ἐπαγγελίᾳ τῆς προρρήσεως, φασκούσῃ «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν», καὶ τοῖς ἐπὶ τοῦ σωτῆρος ἡμῶν δεικνυμένοις ἀποτελέσμασιν. μόνος γοῦν οὗτος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι᾽ ἣν καὶ οἶμαι αὐτὸν «ἀνιστάμενον» ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθεστῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφεν μετὰ τῶν ἄλλων καὶ τὸ «ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν». τὰ δ᾽ ὡς περὶ ζῴων καὶ θηρίων, ἡμερουμένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ, λεγόμενα ἀλληγοροῖντ᾽ ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη, διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας μεταθησόμενα. ἀλληγοροῖντο δ᾽ ἂν ταῦτα σαφῶς οὕτως, 〈ὥς τις〉 ἂν καὶ τὴν δηλουμένην διὰ τῆς προφητείας «ῥίζαν Ἰεσσαὶ» καὶ «τὴν ῥάβδον» καὶ «τὸ ἄνθος» τροπολογῶν ἑρμηνεύσειεν, καὶ ὡς ἂν ἐπινοηθείη «δικαιοσύνῃ» μὲν «τὰς πλευρὰς» ζωννύμενος, «ἀληθείᾳ» δὲ «τὴν ὀσφὺν» «εἰλημένος».

ὡς γὰρ οὐ δυνατὸν ἑτέρως ταῦτα ἢ διὰ μόνης ἀλληγορικῆς ἀποδόσεως ἑρμηνεύειν, τὸν αὐτὸν τρόπον ἕπεται καὶ τὰ περὶ τῶν κατὰ τοὺς τόπους ὀνομαζομένων ζῴων χρῆναι δεῖν ἐκλαμβάνειν. 〈θʹ.〉 〈Ἀπὸ τοῦ Ἱερεμίου〉. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.» «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν, καὶ τὸν Δαβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς».

Μετὰ πλεῖστον τῆς τελευτῆς τοῦ Δαβὶδ ἀλλὰ καὶ τοῦ Σολομῶνος χρόνον ταῦτα καὶ Ἱερεμίας περὶ τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν «ἀνατολὴν» καλεῖ, καὶ οὐχ ἁπλῶς ἀλλὰ «δικαίαν», ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν «τοῖς» δὲ «φοβουμένοις» με «ἀνατελεῖ» «ἥλιος δικαιοσύνης» παραθέμενοι. ὥσπερ οὖν «ἥλιον δικαιοσύνης», οὕτως καὶ «ἀνατολὴν δικαίαν» ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ Δαβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον βασιλέα συνιέντα καὶ ποιοῦντα «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς» προαγορεύει. εἶτα καὶ ὁμωνύμως τὸν αὐτὸν καλεῖ τῷ πάλαι πρότερον τετελευτηκότι Δαβίδ· πρό〈σ〉σχες γὰρ ἐπιμελ[λ]ῶς τῷ ἀνωτέρω μὲν «καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν», ἐπὶ τέλει δὲ ἐπιφερομένῳ τῷ «καὶ τὸν Δαβὶδ βασιλέα αὐτοῦ ἀναστήσω αὐτῷ». τίνι δὲ «αὐτῷ» ἢ τῷ Δαβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν. καὶ ὁ Ζαχαρίας δὲ περὶ τοῦ αὐτοῦ προφητεύων ὁμοίως ἀνατολὴν αὐτὸν καλεῖ, λέγων· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ δικαιοσύνη», καὶ πάλιν· «καλέσω τὸν δοῦλόν μου ἀνατολήν».

ἀλλ᾽ οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους ἀλλ᾽ οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι καὶ συνιὼν βασιλεὺς καὶ ποιῶν «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς». εἰ δὲ λέγοι τις διὰ τούτων Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ δηλοῦσθαι, λεκτέον ὅτι οὐ συνέστηκεν ὁ λόγος αὐτῷ· οὔτε γὰρ ἀπὸ γένους Δαβὶδ οὗτος ἦν οὔτε ὡς βασιλεὺς ἐβασίλευσεν. πῶς δὲ ἐπ᾽ ἐκεῖνον δύναται ἁρμόττειν τὸ «καὶ τὸν Δαβὶδ βασιλέα ἀναστήσω αὐτῷ», ὁπότε φυλῆς μὲν ἦν Λευὶ τάξεως δ᾽ ἀρχιερατικῆς καὶ γένους ἑτέρου παρὰ τὸν Δαβίδ, βασιλεὺς δ᾽ οὐδαμῶς γεγονὼς ἱστορεῖται; ὥστε εἰ μηδεὶς ἕτερος εὑρίσκοιτο τοιοῦτος, ὥρα τὸν προφητευόμενον καὶ διὰ τούτων ὁμολογεῖν μόνον εἶναι τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν καὶ ἐν ἑτέροις «φῶς τοῦ κόσμου» καὶ «φῶς τῶν ἐθνῶν» ἀνηγορευμένον. αὐτὸς τοιγαροῦν εἴη ἂν κἀνταῦθα ὁ προφητευόμενος, καὶ συνέστηκεν ἀψευδὴς ἡ πρόρρησις· μόνος γὰρ ἐκ σπέρματος Δαβὶδ ὁμωνύμως τῷ προπάτορι κατὰ διάνοιαν (ἐπεὶ ἑρμηνεύεται «δυνατὸς χειρί») χρηματίσας, «κρίμα καὶ δικαιοσύνην» διὰ τῆς αὐτοῦ διδασκαλίας τοῖς ἐπὶ γῆς ἅπασιν ἐκήρυξεν, καὶ μόνος τῶν πώποτε οὐκ ἐπὶ μέρους ἐβασίλευσεν τῆς οἰκουμένης, ἀλλ᾽ ἐπὶ πᾶσαν τὴν γῆν καὶ μόνος ἀνέτειλεν δικαιοσύνην, ἀκολούθως καὶ τῷ ἐν ψαλμῷ περὶ αὐτοῦ λεγομένῳ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». «

Ἰούδας» δὲ σωθησόμενος καὶ «Ἰσραὴλ» «ἐν ταῖς ἡμέραις αὐτοῦ» πάντες εἰσὶν οἱ τῇ δι᾽ αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταί, ἢ καὶ πάντες οἱ «τὸν ἐν κρυπτῷ Ἰουδαῖον» καὶ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν κατὰ διάνοιαν «ὁρῶντα θεόν», ἀποσῴζοντες («οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν» φησὶν ὁ ἀπόστολος, «οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ θεοῦ»). τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως «τὸν ἐν κρυπτῷ Ἰουδαῖον» καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶν κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου οὐδὲ τῷ τοῦ Ἰσραὴλ ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα. «τοῦτο», γάρ φησιν, «τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκείμ», ὅπερ ἑρμηνεύεται «οἱ τοῦ θεοῦ δίκαιοι». ἐφίστημι δὲ μήποτε πεποιημένον ἐστὶν τοὔνομα ἀπὸ τοῦ Ἰωσουέ· Ἰωσεδεκεὶμ 〈γὰρ〉 παρὰ τῷ θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρὰ ἀνθρώποις μὲν ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἑβραίων φωνὴν καὶ παρ᾽ αὐτοῖς [καὶ] τοῖς προφήταις ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι᾽ αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ. διὸ λέλεκται· «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις». ὁ δὴ οὖν μέλλων, φησίν, διὰ τοῦ προφητευομένου ...

λαός, κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραήλ, ὀνομασθήσονται ἀπὸ τοῦ Ἰωσουὲ Ἰωσεδεκείμ. καὶ τούτῳ γε, φησίν, κληθήσονται τῷ προσρήματι οὐ παρὰ ἀνθρώποις, ἀλλὰ παρ᾽ αὐτῷ τῷ θεῷ καὶ παρὰ τοῖς προφήταις αὐτοῦ. ἐπιμελῶς γὰρ πρό〈σ〉σχες τῷ λόγῳ φήσαντι· «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις». μεταλαμβάνεται δέ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν «οἱ τοῦ θεοῦ δίκαιοι». τούτων δὲ οὕτως σωθησομένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρῶν δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο δεσμοῖς τῶν ἀσεβημάτων διαρρήξειν ὁ θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι 〈θεοῖς〉 ἀλλοτρίοις δουλεύειν αὐτούς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως. παράθες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον· «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν». ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον· «τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ᾽ ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν».

ἀλλ᾽ ὅτι μὲν «ἐκ καρποῦ τῆς κοιλίας» Δαβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος καὶ «ἐκ ῥίζης Ἰεσσαὶ» ὁ Χριστὸς τοῦ θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι 〈τε〉 μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ Δαβὶδ αὐτὸν ὀνομάζουσιν οἱ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ ἐκ φυλῆς Ἰούδα λέγεται προελεύσεσθαι οὐδ᾽ ἂν ζητηθείη, τῷ μηδ᾽ ἑτέρας ἢ τῆς δηλωθείσης φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. γένοιτο δ᾽ ἂν ἐκ περιουσίας καὶ τούτου παραστατικὸν τὸ παρὰ Μωσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον· 〈ιʹ.〉 〈Ἀπὸ τῆς Γενέσεως〉. «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ μοι υἱὲ ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» Δώδεκα φυλῶν παρ᾽ Ἑβραίοις οὐσῶν, δι᾽ ὧν τὸ πᾶν ἔθνος συνεστήκει, μιᾶς τούτων προπάτωρ γέγονεν καὶ ἀρχίφυλος ὁ Ἰούδας, πρὸς ὃν τεθέσπισται τὰ προκείμενα, ἐξ αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι σημαίνοντα. εἰ γοῦν συναγάγοις ἐπὶ ταυτὸ καὶ παραθείης τῇ μετὰ χεῖρας τὰς ἐν τοῖς πρόσθεν τεθείσας προφητείας, εὕροις ἂν ὁμοίως κατά τι κοινὸν σημεῖον τὸν αὐτὸν κηρυττόμενον.

ἡ μὲν γὰρ ἔλεγεν περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησομένου τὸ «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἡ δὲ περὶ τοῦ υἱοῦ Σολομῶνος τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «ἐνευλογηθήσονται ἐν αὐτῷ» «πάντα τὰ ἔθνη», ἡ δὲ μετὰ χεῖρας παραπλησίως· «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». εἰ δὴ οὖν συνᾴδουσιν αἱ περὶ τῶν ἐθνῶν προρρήσεις, ἀπεδείχθησαν δὲ αἱ πρὸ τούτων ὁρῶσαι τὸν ἡμέτερον σωτῆρα, οὐδὲν ἂν εἴη ἐμποδὼν μὴ οὐχὶ τὸν αὐτὸν βλέπειν καὶ τὴν παροῦσαν, εἴπερ σύμφωνα ἀλλήλαις ὁμολογοῦνται θεσπίζειν, μάλιστα ὅτε μέχρι μὲν τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι αὐτῶν ἐκ προγόνων διαδοχῆς συνεστήκεσαν, ἅμα δὲ τῇ αὐτοῦ παρουσίᾳ διαλελοίπεσαν, ὁμοῦ τε ἡ τῶν ἐθνῶν προσδοκία τέλος ἐπῆγεν τῇ τοῦ Ἰακὼβ προρρήσει. οὐκοῦν κἀνταῦθα ὁ Χριστὸς δηλούμενος καὶ οὐδὲ ἄλλος ἐκ φυλῆς Ἰούδα ... προελεύσεσθαι, καὶ ὅτε δὲ ἐκ Δαβὶδ καὶ Σολομῶνος ἔκ τε τῆς ῥίζης Ἰεσσαὶ γεγονὼς ἐδηλοῦτο, ἐκ τῆς αὐτῆς φυλῆς ὢν ἐδείκνυτο· παῖς μὲν γὰρ ἦν τοῦ Ἰεσσαὶ Δαβίδ, τοῦ δὲ Δαβὶδ Σολομῶν, συστάντες ἐκ φυλῆς Ἰούδα.

εἴη ἂν τοιγαροῦν ἐξ αὐτῆς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὥσπερ οὖν ὁ θαυμάσιος εὐαγγελιστὴς γενεαλογεῖ Ματθαῖος λέγων· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν», καὶ τὰ ἑξῆς.