Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Η΄: Ο χρόνος της παρουσίας του Χριστού και η προφητεία του Ιακώβ για τον Ιούδα

Η ιστορική εκπλήρωση της προφητείας του Ιακώβ με την έκλειψη των ιουδαίων αρχόντων επί ρωμαιοκρατίας αναδεικνύεται ως το σαφές χρονικό ορόσημο της εμφάνισης του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 23 από 31

Ἀλλὰ γὰρ καὶ τούτων τὴν οἰκείαν ἀπόδειξιν ἀπειληφότων, καιρὸς καὶ τοὺς χρόνους συνιδεῖν τῆς τῶν προηγορευμένων ἀποπληρώσεως.

〈Τάδε ἔνεστιν ἐν τῷ ὀγδόῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 Περὶ τῶν χρόνων τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ τῆς Γενέσεως. βʹ. Ἀπὸ τοῦ Δανιήλ.

γʹ. Ἀπὸ τοῦ Μιχαία. δʹ. Ἀπὸ τοῦ Ζαχαρίου. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου.

Εὐαγγελικῆς ἀποδείξεως τόμος ηʹ. Ἀποδείξαντες δι᾽ ὅσων ὁ τοῦ θεοῦ λόγος εἰς ἀνθρώπους ἥξειν ἐθεσπίζετο, ὅθεν τε καὶ ὅπη καὶ ὅπως ὀφθήσεσθαι τοῖς ἐπὶ γῆς ἐν ταῖς παρ᾽ Ἑβραίοις προφητικαῖς φωναῖς ἐκηρύττετο, ὅτι τε αὐτὸς ἐκεῖνος ἦν καὶ οὐδ᾽ ἄλλος ὁ τῶν αἰώνων προϋφεστὼς υἱὸς τοῦ θεοῦ, ὃν διὰ τῶν ἑτέρων θεόν τε καὶ κύριον καὶ ἀρχιστράτηγον καὶ μεγάλης βουλῆς ἄγγελον θεοῦ τε ἀρχιερέα τυγχάνειν προμεμαθήκαμεν, ἀκολούθως μετὰ τὰ προδιεξωδευμένα τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ πάλιν ἐξ αὐτῶν τῶν προφητικῶν προρρήσεων ἐπιμαρτυρώμεθα, ἐνθένδε ἀρξάμενοι.

Τῶν χρόνων τῆς τοῦ Χριστοῦ παρουσίας ἐκφανῆ σημεῖα τάδε ἔσεσθαι προκηρύττουσιν αἱ ἱεραὶ γραφαί· τριῶν τὸ πρὶν ἐπιφανῶν ἀξιωμάτων παρ᾽ Ἑβραίοις διαπρεπόντων, δι᾽ ὧν τὸ ἔθνος συνεκροτεῖτο, ἑνὸς μὲν τοῦ βασιλικοῦ, ἑτέρου δὲ τοῦ προφητικοῦ, καὶ ἐπὶ τούτοις τοῦ ἀρχιερατικοῦ, τούτων ὁμοῦ τὴν κατάλυσιν καὶ τὴν παντελῆ καθαίρεσιν σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας ἔσεσθαι θεσπίζουσιν, δείγματα δὲ τῶν αὐτῶν εἶναι χρόνων καὶ τῆς κατὰ Μωσέα θρησκείας τὴν περιγραφήν, τῆς τε Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ ἱεροῦ τὴν ἐρήμωσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν. καὶ ἄλλα δὲ τῶν αὐτῶν ὑποβάλλουσι σημεῖα χρόνων, πλῆθος εἰρήνης, ἐθνῶν τῆς ἐξ αἰῶνος κατ᾽ ἔθνος καὶ κατὰ πόλιν τοπαρχίας καὶ πολιαρχίας ἀναίρεσιν, τῆς πολυθέου καὶ δαιμονικῆς εἰδωλολατρείας ἀποστροφήν, ἐπίγνωσιν εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων δημιουργοῦ θεοῦ. ταῦτα οὖν ἅπαντα, μὴ ὄντα πάλαι κατὰ τοὺς τῶν προφητῶν χρόνους, ἐπὶ τῆς Χριστοῦ παρουσίας γενήσεσθαι οἱ θεῖοι χρησμοὶ προηγόρευον, ἃ καὶ ταῖς προρρήσεσιν ἀκολούθως εἰς πέρας ἐλθόντα ὅσον οὔπω παραστήσεται. τά γε μὴν αἴτια τοῦ μὴ πρότερον ἀλλὰ νῦν ἐπ᾽ ἐσχάτων καιρῶν μετὰ τὸν μακρὸν καὶ πολὺν αἰῶνα τὸν Χριστὸν ἐμφανῆ γενέσθαι τῷ βίῳ, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐν βραχέσιν εἰρήσεται.

Πολὺς ἦν πάλαι πρότερον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπισκοτῶν ἀφροσύνης καὶ ἀσεβείας αὐχμὸς δεινή τε ἀθεότης κατακρατοῦσα τοῦ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις μήτε πολιτείας μήτε νόμους μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι, ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ᾽ εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ᾽ ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσιν, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ᾽ ἢ ἐκ τῆς τῶν καταδεεστέρων καταδυναστείας. ἀλλὰ μὴν οὐδὲ θεὸν τὸν ἐπὶ πάντων ᾔδεσαν οὐδέ γε εὐσεβείας ἀληθοῦς τρόπον, φυσικαῖς δὲ ἐννοίαις ἀνακινούμενοι, τὸ μὲν ὑπάρχειν ἐν τοῖς οὖσι θείαν τινὰ δύναμιν, καὶ θεὸν εἶναι καὶ ὀνομάζεσθαι, σωτήριόν τε καὶ εὐεργετικὴν τυγχάνειν τὴν προσηγορίαν αὐτοφυεῖ διδασκαλίᾳ συνωμολόγουν, τὸ δὲ μὴ ἄλλο τι νομίζειν ἢ τὸν ἐπέκεινα ἁπάσης τῆς ὁρωμένης οὐσίας οὐκέθ᾽ οἷοί τε ἦσαν ἀποδέχεσθαι. διόπερ οἱ μὲν αὐτῶν «ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» οἱ δὲ «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία», ὡς ἐναλλάξαι «τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν».

νεκρῶν δ᾽ οὖν οἵδε ἀνδρῶν, δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων, εἰκόνας ἀνειδωλοποιήσαντες καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν. πῶς οὖν τοῖς τυγχάνουσιν ἐν τοιαύτῃ βίου καταστάσει τὸν πάνσοφον καὶ πανάρετον τοῦ Χριστοῦ λόγον, τὴν εἰς ἄκρον καταγγέλλοντα φιλοσοφίαν, τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη, ὡς ἀγρίαν καὶ βλαβερωτάτην ὕλην περικόπτουσα, τοτὲ μὲν κατακλυσμοῖς τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ αὐτοὺς τοῖς κατ᾽ ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαιμόνων τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων ἐπὶ τὸν κατ᾽ ἀλλήλων πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνεπίμικτόν τε καὶ ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας ὡς ἐν τοιαύτῃ καταστάσει καὶ ἀριθμῷ ληπτούς, ὧν τὰ παρ᾽ Ἑβραίοις μνημονεύει λόγια, θεοφιλεῖς εὑροῦσα, τούτοις διὰ χρησμῶν καὶ θειοτέρας ἐπιφανείας ὡμίλει, δεξιουμένη τοὺς ἄνδρας καὶ θεραπεύουσα νόμοις τοῖς παρὰ Μωσέως εἰσαγωγικοῖς καὶ βιωφελέσιν.

ἀλλ᾽ ὅτε δὴ ἐκ τῆς τούτοις διαταγείσης νομοθεσίας ἔκ τε τῶν μετὰ ταῦτα προφητικῶν μαθημάτων, εἰς πάντας ἀνθρώπους εὐωδίας δίκην προχεομένων, ἤδη λοιπὸν ἡμέρωτο τῶν πολλῶν τὰ φρονήματα, τοῖς τε πολλοῖς ἔθνεσιν πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε καὶ φιλοσοφίας ὄνομα παρὰ πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεύς, ὁ θεὸς λόγος ἐπέφανεν ἑαυτὸν κατὰ τὸν ὑπογραφέντα τῆς ἐνανθρωπήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν «ἔθνεσιν, Ἕλλησίν τε καὶ βαρβάροις», τῷ τε παντὶ ἔθνει τῶν ἀνθρώπων τὴν τοῦ πατρὸς φιλανθρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας βασιλείαν τε οὐρανῶν καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προμνώμενος.

Ταῦτα μὲν οὖν περὶ τῶν χρόνων εἰρήσθω, δι᾽ ἣν αἰτίαν νῦν ἀλλ᾽ οὐ πάλαι πρότερον ὁ Χριστὸς τοῦ θεοῦ εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. φέρε δὲ ἐπανελθόντες τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ τὰ σημεῖα κατὰ μέρος ἐπισκεψώμεθα, τὰς εὐαγγελικὰς περὶ τῆς γενέσεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι. ὁ μὲν οὖν Ματθαῖος τὸν χρόνον τῆς ἐνσάρκου αὐτοῦ ἐπιφανείας ὧδέ πως ἱστορεῖ λέγων· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως», καὶ μετ᾽ ὀλίγα φησίν· «ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ». ὁ δὲ Λουκᾶς τὸν τῆς διδασκαλίας αὐτοῦ καὶ «ἀναδείξεως» χρόνον παρίστησι λέγων· «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καιάφα». τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ τοῦ Ἰακὼβ προφητείαν τοῦτον ἔχουσαν τὸν τρόπον· 〈Ἀπὸ τῆς Γενέσεως〉. «Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν, συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραήλ, τοῦ πατρὸς ὑμῶν.»

εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινα, τ〈ρ〉ισὶν τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Σκόπει δὴ πρῶτον, τίνα ἄρα φησὶν εἶναι «τὰ ἀποκείμενα αὐτῷ», καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας· γέγραπται γοῦν ὡς ἄρα εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· «καὶ ἔσῃ εὐλογητός, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς», καὶ αὖθις· «Ἀβραὰμ δέ», φησίν, «γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον· «καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς».

ἔτι δὲ καὶ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται· «ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ, μὴ φοβοῦ», καὶ ἑξῆς· «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεός· «ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται». τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμαθηκὼς ὁ Ἰακώβ, παίδων αὐτῷ τὸν ἀριθμὸν γεγεννημένων δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας, περιεσκόπει ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ᾽ ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχους ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων, ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι᾽ αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα. ἐπὶ δὲ τὸν τέταρτον ἐλθών, τὸν Ἰούδαν. ὁμοῦ τὸν φήσαντα αὐτῷ χρησμὸν «βασιλεῖς ἐκ τῆς ὀσφύος» αὐτοῦ «ἐξελεύσονται» διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει (πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν συνέστη γένος), ὁμοῦ καὶ τὰς τοῦ θεοῦ προρρήσεις καὶ τὰς τῶν ἐθνῶν ὑποσχέσεις καθ᾽ ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας.

ταῦτα οὖν ἅπαντα ἦν «τὰ ἀποκείμενα» τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ «βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται». διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη. αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μωσέως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γάρ· «καὶ ἐλάλησεν 〈κύριος πρὸς〉 Μωσῆν καὶ Ἀαρών, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ᾽ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς τάγμα παρεμβολῆς υἱῶν Ἰούδα σὺν δυνάμει αὐτῶν». καὶ ἑξῆς ἐπὶ τῶν «εἰς τὸν ἐγκαινισμὸν» τῆς σκηνῆς ἀναφερομένων· «εἶπεν κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ᾽ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσὼν υἱὸς Ἀμιναδάβ, ἄρχων τῆς φυλῆς Ἰούδα». καὶ ἐν τῇ βίβλῳ δὲ τῇ Ἰησοῦ [τοῦ] τοῦ Ναυὴ τὴν γῆν τῆς ἐπαγγελίας κλήρῳ καὶ τῶν λοιπῶν φυλῶν διανεμηθεισῶν, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει. ἀλλὰ καὶ «μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ;

καὶ εἶπεν κύριος, Ἰούδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ». σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τὴν τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται· «καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ», καὶ πάλιν· «καὶ ἐπολέμησαν οἱ υἱοὶ Ἰούδα ἐν Ἱερουσαλήμ, καὶ κατελάβοντο αὐτήν», «καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ», καὶ αὖθις· «καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ», καὶ ἑξῆς· «καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος», καὶ μετὰ ταῦτα· «καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ ἐν Βεθήλ, καὶ Ἰούδας μετ᾽ αὐτῶν». καὶ ἐν τῇ βίβλῳ δὲ τῶν κριτῶν 〈τῶν〉 [διαφόρως] κατὰ χρόνους προϊσταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἱ κριταί, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο· πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων, ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων· μεθ᾽ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται «Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα», ὁ καὶ τὸν νεὼν ἐγείρας. ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο.

ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ᾽ ἡμῖν δυνατὸν ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων. πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλήν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξεν καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ᾽ ὃν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται, καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται 〈καὶ〉 βασιλεὺς Αὔγουστος. ἕως μὲν οὖν οὐδέπω διαλελοίπει «ἄρχων ἐξ Ἰούδα», οὐδὲ «ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», τῶν προφητειῶν οἱ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἡσαΐας «ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχαζ καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας», προφητεύει. ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς «ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ», καὶ Σοφονίας «ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα». ὁμοίως δὲ καὶ Ἱερεμίας.

ἀλλ᾽ ὅτε ἐκλέλοιπεν «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισαν Ἰούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ, τούτων δὲ ταῖς προφητείαις ἀκολούθως κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος δεύτερος δὲ Τιβέριος μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασιλεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται.

Τούτων ἡμῖν προτετηρημένων, καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου». δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἷς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους. ἀλλ᾽ ὅτι γε οὐκ αὐτὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασιν ταῖς λέξεσι τῆς θείας γραφῆς πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνὰς λεγούσης· «ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν, συνάχθητε καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραήλ, τοῦ πατρὸς ὑμῶν». σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις καί, ὡς αὐτός φησιν, «ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν». καὶ ἄλλως δὲ τὰ ὡς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσαιεν τῷ πρώτῳ ἐκείνῳ ἀνδρί. οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν ᾔνεσαν «οἱ ἀδελφοί»· ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ προσεκύνησαν «οἱ υἱοὶ τοῦ πατρός».

μᾶλλον δ᾽ ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο, ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς Ἰούδας προσκυνήσας φαίνεται, πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προφητείας, μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον οὐδὲ περὶ τὸν Ἰωσήφ, ἦπού γε περὶ τὸν Ἰούδαν, γεγονὸς ἡ ἱστορία παρίστησιν. καὶ τὸ «ἀναπεσὼν» δὲ «ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος» μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν» τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. τόδε γάρ, φησίν, οὐκ ἔσται, ἔστ᾽ ἂν γένοιτο τόδε. οὐδὲ γὰρ πρότερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν καὶ «τὰ ἀποκείμενα» τῷ προφητευομένῳ. ταῦτα δὲ ὁμοίως τοῖς ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν. ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον· «οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν». ἔνθα λεγομένου τοῦ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα», πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρός, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου» καὶ τὰ ἑξῆς ἐπ᾽ ἐκεῖνον ἀνεφέρετο.

πλείστοις δ᾽ οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς. πρῶτος μὲν γὰρ Μωσῆς αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα ἀλλ᾽ ἐκ τοῦ Λευὶ γεγονώς, εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραΐμ, μεθ᾽ ὃν ἦρξεν αὐτῶν Δεββώρα ἐκ φυλῆς Ἐφραΐμ, καὶ Βαρὰκ ἐκ φυλῆς Νεφθαλείμ, μεθ᾽ οὓς Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ᾽ αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεέμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλών, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δάν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς Λευί. οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραήλ, οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς ἦν Βενιαμίν. πῶς οὖν τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», ὡς ἂν οἰηθείη τις, ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες, ἀλλ᾽ ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων;

εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσιν διήρκεσαν, οὔτοι τοῦ παντὸς ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τούτων, καθ᾽ οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες. μετὰ γὰρ τὴν τοῦ Σολομῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους, ἐξ Ἰούδα τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ᾽ ὅλων φυλῶν ἐπὶ τῆς Ἱερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας. κατ᾽ αὐτοὺς δὲ τούτους ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως τῶν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα ἀλλ᾽ ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, 〈ὧν〉 πρῶτος ἦν Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἱ καθεξῆς μετὰ τοῦτον, ὡς μηδ᾽ ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι.

τί δεῖ λέγειν ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διετέλεσαν πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς, ὥστε ἐξ ἁπάντων τούτων παρίστασθαι, μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέρεσθαι τὸ φάσκον λόγιον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ». μόνως δ᾽ ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἁπάσης λέγεσθαι ταῦτα νοήσαιμεν· αὕτη γοῦν ἐξ ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο. κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἥ τε χώρα ἐπικέκληται καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον, ὡς εἰ σαφέστερον ἔλεγεν· «οὐκ ἐκλείψει» τοῦ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή. ὁ γοῦν Σύμμαχος, «οὐ περιαιρεθήσεται», φησίν, «ἐξουσία ἀπὸ Ἰούδα», τὸ ἐξουσιαστικὸν δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς.

ταύτης γοῦν οὔτε τὸ «σκῆπτρον», ὡς ὁ Ἀκύλας φησίν (βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς), οὔτε τὴν «ἐξουσίαν», κατὰ τὸν Σύμμαχον, περιαιρεθήσεσθαι θεσπίζει, «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται», καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν. ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ᾽ αὐτὸν προπάτορσι κεχρηματισμένην;

Πρῶτον μὲν οὖν θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶν τῶν παρ᾽ Ἑβραίοις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆς Ἰούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία· οὐ δι᾽ ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα. ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐτὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν, ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥουβείμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισεν, καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευί, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῆς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μακροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι᾽ οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι; τίς δ᾽ οὐκ ἂν ὁμολογήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βενιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρόπολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κεκλήρωτο;

ἀλλ᾽ ὅμως οὐδ᾽ ἐκ τούτων οὐδ᾽ ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψεν, τῇ προφητείᾳ ἀκολούθως. οὕτω γέ τοι τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μόνως οὕτως ἀληθῶς ἡ πρόρρησις ἀποδέδοται. ἀπὸ γοῦν τῶν Μωσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶ μὲν αὐτῶν ἄρχοντες ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγησάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους. παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ᾽ ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῆς Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ᾽ ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλλου σπορᾶς, ἀλλ᾽ ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ᾽ αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ᾽ Ἑβραίους χρὴ νοεῖν πραγμάτων, μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τε καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου».

οἶδεν γὰρ αὐτήν, ἅτε προνομίας ἠξιωμένην, πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτὴν «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου». εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα «σκύμνος λέοντος» εἶναι λέγεται. σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι προστίθησιν λέγων· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». τὸ δὲ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος» τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησιν. τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλήν, τίς, φησίν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος.

Τίς δὲ ἄρα οὗτος ἦν, ἑξῆς ἡμᾶς ἐφίστησιν, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα «προσδοκίαν» ἔσεσθαι «τῶν ἐθνῶν», ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείψειν [καὶ] ἄρχοντα καὶ ἡγούμενον 〈καὶ〉 μετασταθήσεσθαι καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται. τίς δ᾽ οὗτος ἦν ἢ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; οὗ ἐπὶ τῆς γενέσεω〈ς〉, ἀκολούθως τῇ προκειμένῃ προρρήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρωσαμένοις, παρ᾽ ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων, ἰδίως τοῦ ἔθνους αὐτῶν ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται. ἦν γοῦν ὁ Ἡρώδης Ἀντιπάτρου παῖς, ὁ δ᾽ Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὃς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν Ἡρώδην ποιεῖται.

οὗτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρμώμενος τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανόν, ἐφ᾽ ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελών, πρῶτός τε αὐτός, ὡς ἔφην, ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς. καθ᾽ ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία, «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», φήσασα, «ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ», ὃν καί φησιν γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν.

Ἐπειδὴ τοίνυν ἀπέκειτο ἡ πρόπαλαι τῷ Ἀβραὰμ χρηματισθεῖσα τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία, ὡς ἂν ἐκλελοιπότων ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων, μεταστάσης τε τῆς κατ᾽ αὐτῶν ἀρχῆς ἐπὶ Ῥωμαίους καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας». καὶ Ματθαῖος δὲ τοῦτο αὐτὸ αἰνιττόμενος σημαίνει· ὑπογράψας δ᾽ οὖν τὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν γένεσιν, ἐπιλέγει· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» δι᾽ ὧν σαφῶς παρίστησιν καὶ τοῦ ἀλλοφύλου τὴν κατ᾽ αὐτῶν ἀρχὴν καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ θεοῦ κλῆσιν. ὁμοῦ τε γὰρ Ἰουδαίων ἀλλόφυλοι ἐκράτουν, καὶ τὸν πάλαι προφητευόμενον Χριστὸν τοῦ θεοῦ ἐγίνωσκόν τε καὶ προσεκύνουν ἀλλόφυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες.

οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ᾽ ἐσχάτου τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους ἀποτελεσθεῖσα, ὥσπερ οὖν αὐτὸς τοῖς ἑαυτοῦ παισὶν ἐθέσπισεν εἰπών· «συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμῖν ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν», ἐσχάτας ἡμέρας νοούντων ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους. τί δῆτα δεῖν αὐτοῖς ἀπαντᾶν ἔμελλεν; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἄρχουσα, κατὰ τὸ «καὶ αὐτὸς προσδοκία ἐθνῶν». τίς δ᾽ οὐκ ἂν ὁμολογήσειεν ταῦθ᾽ οὕτω σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ πεπληρῶσθαι, ὅτε οἱ πάλαι πρὸ τῆς τοῦ Χριστοῦ γενέσεως ἐπ᾽ οἰκείοις ἄρχουσι καὶ ἡγουμένοις καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσίν τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλή, βασιλικὴ οὖσα, τῶν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν αὐτοῖς πάλαι διαπρέποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη «προσδοκία τῶν ἐθνῶν» εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται.

ἢ λεγέτω τις, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ μετὰ καὶ τῶν οἰκείων ἡγουμένων τε καὶ ἀρχόντων διαλέλοιπεν, ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλπίδος καὶ προσδοκίας τῶν ἐθνῶν τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ κυρίῳ. τίνα δὲ ἢ τὰ δηλούμενα διὰ τοῦ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου», «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν;» ταῦτα γὰρ καθ᾽ ἑτέραν διάνοιαν «τὰ αὐτῷ ἀποκείμενα».

Ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν, πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἱ θεῖοι χρησμοί. τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακώβ· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ τὰ ἑξῆς. οἷς ἐπείρηται· «ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν», τοτὲ δὲ αὐτὸν Σολομῶνα καὶ Δαβὶδ ὀνομάζουσιν· Σολομῶνα μὲν ὡς ἐν οαʹ ψαλμῷ, ἐπιγεγραμμένῳ μὲν «εἰς Σολομῶνα», σαφῶς δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι. τὸ γὰρ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», καὶ ὅσα τούτοις ἑξῆς ὁ ψαλμὸς περιέχει, μόνῳ τῷ Χριστῷ ἁρμόζοι ἄν.

Δαβὶδ δὲ ἐν πηʹ ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται, ἐπεὶ μὴ τῷ Δαβὶδ μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου», καὶ πάλιν· «τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». οὕτως οὖν μετὰ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι᾽ ὧν αὐτὸν οἱ θεῖοι λόγοι σημαίνουσιν, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονεν φυλῆς· «πρόδηλον γὰρ» κατὰ τὸν ἀπόστολον «ὅτι ἐκ» φυλῆς «Ἰούδα ἀνατέταλκεν» ὁ σωτὴρ καὶ «κύριος ἡμῶν». τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδᾳ «ἀποκείμενα» ἦν τὰ προφητευόμενα.

Τίνα δὲ ἦν ταῦτα; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν, ὁπηνίκα τέως μὲν τὰς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τῶν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε», ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς· «ἀπαγγείλατε», γὰρ φησί, «τοῖς ἀδελφοῖς μου», ὅτι «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». οὕτω δῆτα αὐτὸν «οἱ ἀδελφοὶ» τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ ὡς εἰκὸς τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ ... τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες καὶ ὡς καθεῖλεν «ἐχθρόν» τε καὶ «ἐκδικητὴν», τόν τε θάνατον, 〈τόν τε〉 ἄρχοντα τοῦ αἰῶνος τούτου ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσιν, τὸ τηνικάδε θεὸν αὐτὸν εἶναι πιστεύσαντες προσεκύνησαν.

αἱ δὲ «χεῖρες» τοῦ σωτῆρος ἡμῶν κατὰ «νώτου τῶν ἐχθρῶν» αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο, ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασεν τὰς χεῖρας αὐτοῦ ἐπὶ τοῦ σταυροῦ, καὶ οὕτως αἱ χεῖρες αὐτοῦ, φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παραχωρούντων αὐτῷ, «κατὰ νώτου τῶν ἐχθρῶν» ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρί, ἄσαρκος καὶ γυμνὸς οὗ ἀνειλήφει σώματος ἐπὶ τὸ «τῶν ἐχθρῶν» κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσ[σ]ων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκὸς κατ᾽ ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολλοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι· ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατὰ ἄνθρωπον καὶ θειοτέραν φύσιν, τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ᾽ ὧν τὰς χεῖρας ἀφείς, τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσιν φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι· «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου». εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τὸ «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου».

ἐπειδὴ δὲ ἤδη λοιπὸν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ «προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου», πάντες δηλαδὴ οἱ κατ᾽ οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ καὶ αἱ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ μετὰ τούτους ἅπαντες οἱ ἐξ ἐθνῶν δι᾽ αὐτοῦ τὸν ἕνα καὶ μόνον ἀληθῆ πατέρα θεὸν ἐπιγραψάμενοι, οἵτινες θεὸν λόγον ὄντα τὸν Χριστὸν μεμαθηκότες, ὡς θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται.

Ἀλλ᾽ ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανάτου μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπίζων ὁ Ἰακὼβ ἐπιλέγει· «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς· «ἐκ σπέρματος» γοῦν ἦν τοῦ «Δαβὶδ κατὰ σάρκα». «ἐκ βλαστοῦ» δὲ «ἀνέβης, υἱέ μου», φησίν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὤν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου δι᾽ ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν. εἴη δ᾽ ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ «ἀναπεσὼν ἐκοιμήθη〈ς〉 ὡς λέων καὶ ὡς σκύμνος», ἐξ ἔθους τῆς γραφῆς, κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης. τὸ δὲ «τίς ἐγερεῖ αὐτόν» περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται· ἐγερθησόμενον γὰρ αὐτὸν σαφῶς οἶδεν ὁ φάσκων «τίς ἐγερεῖ αὐτόν». θαυμαστικῶς δὲ ἐπιλέγει τὸ τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀναστήσων αὐτόν, ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων, τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεξάμενον ἐκ νεκρῶν ἀναστήσων.

τίς δ᾽ ἂν εἴη ἄλλος ἢ ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφήν· «ὃν» ὁ πατὴρ «ἤγειρεν ἐκ νεκρῶν;» ἀντὶ δὲ τοῦ «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης» ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησίν· «σκύλαξ λέοντος, Ἰούδα, ἀπὸ ἁλώσεως, υἱέ μου, ἀνέβης· κάμψας κατεκλίθης», ὁ δὲ Σύμμαχός φησιν· «σκύμνος λέοντος, Ἰούδα, ἐκ θηριαλώσεως, υἱέ μου, ἀνέβης· ὀκλάσας ἡδράσθης», δι᾽ ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ ᾅδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ σωτῆρος ἡμῶν ἀποφυγή. τὸ δὲ «ὀκλάσαι» καὶ «ἑδρασθῆναι», ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδειξεν διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι.

Ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ. πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανεν, τὸ Ἰουδαίων συνεστήκει ἔθνος, καὶ οἱ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς. ἐπεὶ δὲ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπικότος, ἀναπεσών τε καὶ κοιμηθείς, ἢ ὀκλάσας, κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλών, οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταί, πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες, ὕστερον καὶ [ὡς] θεὸν ὡμολόγησαν εἶναι καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο «τὰ ἀποκείμενα αὐτῷ», ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ «ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ». ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ, διαλελοίπασι μὲν οἱ ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους, κατέστησάν τε ἐπὶ κεφαλῆς αὐτῶν ἄρχοντες ἐθνῶν, ἔμπαλιν δὲ τὰ ἔθνη, τὸν Χριστὸν ἐπιγνόντα τοῦ θεοῦ, αὐτὸν ἐπεγράψαντο σωτῆρα καὶ προσδοκίαν.

Μετὰ ταῦτα πάντα ἐπιλέγεται· «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων· τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν χορόν, τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησεν τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε λέγων· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ μου ὁ γεωργός ἐστιν». ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαόν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ. εἴποι δ᾽ ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένον, καὶ πῶλον· λύσαντες ἀγάγετέ μοι». καὶ ἔστιν γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ᾽ ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλ᾽ ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης.

τοῦτο γὰρ καὶ ἄλλος προφητῶν ἐθαύμασεν φήσας· «χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». τὸ δὲ «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ» σκέψαι καὶ αὐτὸς μήποτε ὡς ἐν ἀπορρήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὐτοῦ καὶ τὸ περιβόλαιον ἀποπλύνας, λουτρῷ οἴνου τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται. διὰ γὰρ τοῦ οἴνου, ὅπερ ἦν τοῦ αἵματος αὐτοῦ σύμβολον, τοὺς «εἰς τὸν θάνατον» αὐτοῦ βαπτιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὥστε αὐτοὺς «τῷ τιμίῳ αἵματι» τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε ἐκ τῆς ἀποδοθείσης ἀμπέλου οἴνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν «τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ», ἐνδύσασθαι δὲ «τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος». καὶ τὸ «χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἴνου» καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα» πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέχειν.

τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἴνου, οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς, εἰπών «λάβετε, πίετε, τοῦτό μού ἐστιν τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», δοκεῖ μοι σημαίνειν τὸ «χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου», καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα», τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς. πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὐτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος. ἐπειδὴ γὰρ οὐκέτι τὰς δι᾽ αἱμάτων θυσίας οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς εἰπών· «καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». τούτου καὶ ἄλλος ἐμνημόνευσεν προφήτης φήσας· «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι». ἀλλὰ ταῦτα πλείονος βασάνου δεόμενα καὶ μακροτέρας ἑρμηνείας ἐπὶ σχολῆς ἄν τις βασανίσειεν, τοῦ παρόντος καιροῦ τοσαῦτα εἰπεῖν ἀπαιτήσαντος εἰς τὸ παραστῆσαι, μετὰ τῶν ἄλλων, καὶ τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προφητῶν ἐγνωσμένους, τῇ θείᾳ σαφῶς παραδεδόσθαι γραφῇ. 〈Ἀπὸ τοῦ Δανιήλ〉. «