Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Η΄: Οι εβδομήντα εβδομάδες του Δανιήλ και η παύση της ιουδαϊκής αρχιερωσύνης

Χρονολογική ερμηνεία της προφητείας των εβδομήντα εβδομάδων του Δανιήλ, η οποία καταδεικνύει την παύση της ιουδαϊκής αρχιερωσύνης, το τέλος των νομικών θυσιών και το σωτήριο πάθος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 24 από 31

Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἔναντι κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ μου· καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ συνέτισέν με, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ καὶ εἶπεν, Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ[, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ]. ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί.

καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.» Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ Δανιὴλ εὐξαμένῳ εἷς τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανείς, τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαιρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλ[λ]ωσιν καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ᾽ ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντεισαχθησομένης. καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικεκρυμ〈μ〉ένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ. φησὶν οὖν αὐτῷ· «Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν.

ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ», σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔννοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας· «ὀπτασίαν» γοῦν αὐτά φησιν διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι. διόπερ καὶ αὐτοί, τὸν δωρούμενον σύνεσιν ἀνθρώποις ἐπικαλεσάμενοι εὐξάμενοί τε ὑπ᾽ αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμούς, ἐπιθαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ. «Ἑβδομήκοντα», φησίν, «ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». ὅτι τῶν ἑβδομήκοντα ἑβδομάδων ὁ χρόνος ἐν ἔτεσιν ἀναλυόμενος ἐνενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει, παντί που δῆλον. τοσοῦτος τοιγαροῦν συνετμήθη χρόνος «ἐπὶ τὸν λαόν σου», τὸ πᾶν συμπέρασμα τοῦ Ἰουδαίων περιορίζων ἔθνους.

καὶ οὐκέτι γε αὐτοὺς ἐν τούτοις θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ Δανιήλ φησιν «λαόν σου»· ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου οὐκέτι λαὸν ἑαυτοῦ ὁ θεὸς ἀλλὰ τοῦ Μωσέως προσεῖπεν φήσας «βάδιζε, κατάβηθι, ἠνόμησεν γὰρ ὁ λαός σου», τὸν αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ᾽ αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκδιδάσκει· τοῦτο δ᾽ ἦν τὸ μηκέτι τοῦ θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι χρηματίζειν. ἐπιλέγει δέ· «καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν», τὸ «σοῦ» πάλιν ἐξακουόντων ἡμῶν κατὰ κοινοῦ, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου», ὡς εἰ ἔφασκεν· τὴν σοὶ νενομισμένην ἁγίαν. τὸ γοῦν Ἑβραϊκὸν καὶ οἱ λοιποὶ συμφώνως ἑρμηνευταὶ οὐ μόνον ἐπὶ τοῦ λαοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς πόλεως τὸ «σοῦ» προσκείμενον περιέχουσιν. ὁ γοῦν Ἀκύλας φησίν· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ πόλιν ἡγιασμένην σου», ὁ δὲ Σύμμαχος· «κατὰ τοῦ λαοῦ σου καὶ τῆς πόλεως τῆς ἁγίας σου». ὅθεν καὶ παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ἑβδομήκοντα τὸ «σοῦ» μετὰ ἀστερίσκου παραθέσεως πρόσκειται.

ἐπεὶ γὰρ εὐξάμενος Δανιὴλ ἐν τοῖς τῆς ἱκεσίας αὐτοῦ ῥήμασι πολλάκις τὸν μὲν λαὸν «θεοῦ λαὸν» ὠνόμασεν, τὸν δὲ τῆς πόλεως τόπον ἅγιον «τοῦ θεοῦ τόπον», ἀντιστρέψας ὁ χρηματίζων οὔτε τὴν πόλιν ἁγίαν τοῦ θεοῦ οὔτε τὸν λαὸν τοῦ θεοῦ εἶναι ὁμολογεῖ, ἀλλὰ «σοῦ», φησίν, τοῦ προσευχομένου καὶ τοιαῦτα περὶ τοῦ λαοῦ καὶ τοῦ τόπου καὶ τῆς πόλεως εἰρηκότος. ἔχουσι δὲ τοῦ Δανιὴλ αἱ φωναὶ οὕτως· «ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλήμ, ὄρους ἁγίου σου», καὶ «ὁ λαός σου ἐγένετο εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν», καὶ πάλιν· «ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον», καὶ αὖθις· «ἴδε τὸν ἀφανισμὸν τῆς πόλεώς σου, ἐφ᾽ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾽ αὐτῆς», καὶ ἑξῆς· «ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου». τοιαῦτα εὐξάμενος ἐπιλέγει· «καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, ἰδοὺ Γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει μου πετόμενος, καὶ ἥψατό μου», «καὶ εἶπεν» τὰ ἀναγεγραμμένα. σαφῶς οὖν διὰ τούτων ὁ μὲν προφήτης πόλιν οὐχ ἁπλῶς ἀλλὰ «τοῦ θεοῦ» πόλιν ὠνόμασεν, καὶ τὸ ἁγίασμα τοῦ θεοῦ ἁγίασμα καὶ τὸν λαὸν τοῦ θεοῦ λαόν, διαθέσει τῇ πρὸς τὸν λαόν.

οὐκέτι μὴν καὶ ὁ Γαβριὴλ ὁμοίως αὐτῷ καλεῖ τὰ δηλούμενα, ἔμπαλιν δὲ ἐπὶ τὸν λαόν «σου» φησὶν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν «σου», μονονουχὶ καὶ τὴν πόλιν καὶ τὸν λαὸν καὶ τὸ ἁγίασμα ἀνάξιον εἶναι τῆς τοῦ θεοῦ προσηγορίας ἀποφήνας.

Τοσοῦτον δὴ οὖν χρόνον ὡρίσθαι κατὰ τοῦ λαοῦ πρῶτον ἔπειτα καὶ κατὰ τῆς πόλεως διδάσκει, καὶ τοσοῦτός γε ὢν ἀποδείκνυται ἀπὸ τῆς ἀνανεώσεως τῆς Ἱερουσαλήμ, ὃ[ς] γέγονεν ἐπὶ Δαρείου τοῦ Περσῶν βασιλέως, μέχρι τῆς Αὐγούστου Ῥωμαίων ἐπικρατήσεως Ἡρώδου τε Ἰουδαίων βασιλέως ἀλλοφύλου τὸ γένος, καθ᾽ οὓς τὰ τῆς γενέσεως ἱστορεῖται τοῦ σωτῆρος ἡμῶν, ὡς ὁ λόγος προϊὼν ἐπιδείξει.

Ἑξῆς δὲ ἐπιλέγει· «τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». ἀντὶ μὲν οὖν τοῦ «συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας» ὁ Ἀκύλας πεποίηκεν· «τοῦ συντελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι ἁμαρτίαν»· τὸ γὰρ «πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν» εἰρημένον ὑπὸ τοῦ σωτῆρος ἡμῶν πρὸς τοὺς ἐκ περιτομῆς καὶ διὰ τούτων οἶμαι παρίστασθαι. ἐπὶ γὰρ τῆς κατ᾽ αὐτοῦ τολμηθείσης τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλῆς συνετελέσθη αὐτῶν ἡ ἁμαρτία καὶ ἡ πρὸς τὸν θεὸν κατὰ τὸν Ἀκύλαν «ἀθεσία» τέλος εἴληφεν. πάλαι μὲν γὰρ πρότερον ἔφερεν αὐτοὺς ἡ τοῦ θεοῦ μακροθυμία μυρία ὅσα πλημμελοῦντας πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ὥσπερ οὖν διὰ τῶν προφητικῶν ἀποδείκνυται λόγων.

πλὴν ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν πάλαι τὴν γῆν τῆς ἐπαγγελίας οἰκούντων ἀλλοφύλων εἴρητο τῷ Ἀβραὰμ «οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων», καὶ ἐπεὶ μηδέπω ἦσαν ἐκπεπληρωμέναι, οὐκ ἠλαύνοντό πω οἱ Ἀμορραῖοι τῆς πατρῴας γῆς, ἐπεὶ δὲ ἐπληρώθησαν αἱ ἁμαρτίαι αὐτῶν, τηνικαῦτα πάντες ἐξωλοθρεύθησαν ἐπὶ τῶν Ἰησοῦ τοῦ Μωσέως διαδόχου χρόνων, οὕτω καὶ ἐπὶ τοῦ προτέρου νοήσεις λαοῦ· ἕως μὲν γὰρ οὐκ ἐπληροῦντο αὐτῶν αἱ ἁμαρτίαι, ἡ τοῦ θεοῦ ἀνοχὴ καὶ μακροθυμία ἔφερεν αὐτούς, εἰς ἐπιστροφὴν ἑκάστοτε προσκαλουμένη διὰ τῶν προφητῶν· ἐπεὶ δὲ κατὰ τὴν σωτήριον φωνὴν ἐπλήρωσαν «τὸ μέτρον τῶν πατέρων» αὐτῶν, οὕτω δ᾽ οὖν πάντα συναχθέντα κατὰ τὸ αὐτὸ τὸν ἔσχατον αὐτοῖς κατειργάσατο ὄλεθρον, ὥσπερ οὖν πάλιν αὐτὸς ὁ κύριος ἡμῶν διδάσκει λέγων· «πᾶν αἷμα» ἐκχυθὲν ἀπὸ καταβολῆς κόσμου, «ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου ἕως αἵματος Ζαχαρίου», ἥξειν «ἐπὶ τὴν γενεὰν ταύτην». τὸ γοῦν ἔσχατον ἁπάντων, τὰς χεῖρας ἐπιβαλεῖν τῷ υἱῷ τοῦ θεοῦ τολμήσαντες, ἐτέλεσαν «τὴν ἀθεσίαν» καὶ ἐτελείωσαν τὴν ἑαυτῶν «ἁμαρτίαν» κατὰ τὴν Ἀκύλου ἑρμηνείαν, κατὰ δὲ τοὺς ἑβδομήκοντα ἐδέθη αὐτῶν καὶ ἐσφραγίσθη ἡ ἁμαρτία.

Ἀλλ᾽ ἐπεὶ μὴ μόνον εἰς πτῶσιν, ἀλλὰ καὶ εἰς ἀνάστασιν πολλῶν ἐλήλυθεν ἐν τῷ Ἰσραήλ, καθά φησιν περὶ αὐτοῦ «ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ», εἰκότως τοῖς εἰρημένοις ἑξῆς ἐπιλέγει ὁ Δανιὴλ τὸ «καὶ τοῦ ἀπαλεῖψαι ἁμαρτίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας». διὰ γὰρ τὸ «ἀδύνατον» εἶναι «αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας», δεῖσθαι δὲ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἱλασμοῦ ζῶντος καὶ ἀληθινοῦ (οὗ τύπον ἔφερεν τὸ παρὰ Μωσεῖ κατασκευασθὲν ἱλαστήριον), οὗτος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὁ ἀμνὸς τοῦ θεοῦ, περὶ οὗ εἴρηται «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ πάλιν «αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου», αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον φάσκοντα «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ καθαρισμὸν ἁμαρτιῶν καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων. καὶ ὁ Ἀκύλας δὲ «τοῦ τελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι τὴν ἁμαρτίαν» εἰπών, ἐπήγαγεν τὸ «τοῦ ἐξιλάσασθαι ἀνομίαν», σαφῶς ἱλασμὸν αὐτὸν εἶναι πάσης ἀνομίας τῆς πάλαι κατὰ ἄγνοιαν γενομένης ὑποτιθέμενος.

Ἑξῆς τούτοις εἴρηται· «τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον». ἔστι μὲν οὖν αὐτὸς ὁ τοῦ θεοῦ λόγος αἰώνιος δικαιοσύνη, «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις», κατὰ τὸν ἀπόστολον, πλὴν ἀλλὰ σὺν τῇ ἑαυτοῦ παρουσίᾳ καὶ πᾶσιν ἀνθρώποις προυξένησεν δικαιοσύνην, ἔργοις ἐπιδείξας, ὅτι μὴ μόνον Ἰουδαίων ἐστὶν ὁ θεὸς ἀλλὰ «καὶ ἐθνῶν, ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως». ὅθεν τοὺς ἀμφὶ τὸν Κορνήλιον τοῦ ἁγίου πνεύματος ἠξιωμένους ἀποθαυμάσας ὁ Πέτρος «ἐπ᾽ ἀληθείας», φησίν, «οἶδα ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός, ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν», καὶ ὁ Παῦλος δὲ τὸ εὐαγγέλιον δικαιοσύνης εἶναί φησιν, λέγων· «δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι, δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται», καὶ ἐν ψαλμοῖς δὲ εἴρηται περὶ τοῦ Χριστοῦ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». καὶ τὸ ἔργον δὲ αὐτοῦ ὡς ἀληθῶς θεοῦ δικαιοσύνην ἐνεδείξατο, τὸ πᾶν γένος ἀνθρώπων ἐξ ἴσου τῆς παρὰ τῷ θεῷ καταξιώσαντος κλήσεως. ἀλλ᾽ οὐ τοιαῦτα ἦν τὰ διὰ Μωσέως, ἑνὶ δὲ μόνῳ τῷ Ἰουδαίων ἔθνει δεδωρημένα· διὸ καὶ πρὸς καιρὸν φανέντα παρελήλυθεν.

ἡ δὲ διὰ τοῦ σωτῆρος ἡμῶν κατηγγελμένη δικαιοσύνη, διαμένουσα εἰς τὸ διηνεκές, εἰκότως αἰώνιος προσηγόρευται δικαιοσύνη, κατὰ τὸν Γαβριὴλ φήσαντα «καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην· αἰώνιον».

Ἀντὶ δὲ 〈τοῦ〉 «καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην» κυριώτερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας εἰπών· «καὶ τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην»· οὐ γὰρ ἀποκλεῖσαι καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὅς γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας, ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέν τε καὶ ἀνήπλωσεν, τοῖς ἑαυτοῦ μαθηταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων, ὅθεν «ἰδού», φησίν, «ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα», καὶ αὐτὸς «ἤνοιξεν» τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ, κατὰ τὴν Ἀποκάλυψιν Ἰωάννου. ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας; ἃς εὖ μάλα ἐπιστάμενος, ἀκριβῶς καὶ ὁ Ἡσαΐας ἔλεγεν· «καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου». οὐκ ἄρα ἀποκλεῖσαι «ὅρασιν καὶ προφήτην» ἐλήλυθεν ὁ Χριστὸς τοῦ θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι καὶ εἰς φῶς ἀγαγεῖν, ὅθεν δοκεῖ μοι κυριώτερον ὁ Ἀκύλας φάναι «τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην». ὃ καὶ συνᾴδει τῷ οὐκ «ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι», πρὸς αὐτοῦ τοῦ σωτῆρος εἰρημένῳ· «τέλος γὰρ νόμου Χριστός», καὶ πᾶσαί γε αἱ περὶ αὐτοῦ προφητεῖαι ἀπλήρωτοι καὶ ἀτελεῖς ἔμενον, εἰς ὅτε αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις.

δύναται δὲ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν τοιαύτην ἔχειν διάνοιαν τὸ «τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην»· ἐπεὶ «ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου» διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ τῷ Ἰουδαίων ἔθνει πνευματοφορούμενοι καὶ τὰς περὶ Χριστοῦ προρρήσεις ἀνακηρύττοντες καὶ οἱ τὰς ἐν τοῖς ἱεροῖς λόγοις ὁράσεις ὑγιῶς ἐποπτεύοντες, οἳ καὶ ἅτε ἀποκλεισθείσης αὐτοῖς τῆς θείας χάριτος καὶ σφραγίσιν ὥσπερ καταδεθείσης ἐξέλιπον· διὸ συμβαίνει ἐξ ἐκείνου μηκέτι προφήτην ἐνεργεῖν μηδὲ ὁρῶντα χρηματίζειν ἐν αὐτοῖς, ἀπὸ τῶν δηλουμένων χρόνων καὶ εἰς ἡμᾶς τούτων ἁπάντων διαλελοιπότων.

Τούτοις ἐπιφέρει· «καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον, ὡς μέχρι τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων «ἅγιοι ἁγίων» οἱ παρ᾽ Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο 〈κατὰ〉 τὴν κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένην ἁγιστείαν, ἐξ ἐκείνου δὲ καὶ οὗτοι διαλελοίπασιν καταλλήλως τῇ προφητείᾳ. ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου κατὰ τὰ προτεταγμένα. ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πρότερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφητείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθαίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφητείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ᾽ αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων, ὃ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν ἐπιστώσατο. ἐπεὶ δὲ ὁ Ἀκύλας «τοῦ ἀλεῖψαι ἡγιασμένον ἡγιασμένων» ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰουδαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων «ἁγίων» προσαγορευομένων, «ἁγίου δὲ ἁγίων» μόνου τοῦ ὑπὲρ πάντας ἀρχιερέως, ἐπειδὴ τοῦτο, καὶ προχείρως νοούμενον, ἐστὶν ἀληθές.

μέχρι γὰρ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ θεοῦ θεραπείας ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν· ἀπὸ δὲ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δ᾽ ὕστερον καὶ παντελῶς ἀπέσβη. ἀλλ᾽ ἔγωγε τῆς θείας γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ Ἰουδαίοις ἀρχιερέα «ἅγιον ἁγίων» ὠνομασμένον, ἡγοῦμαι ἐν τούτοις μόνον αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον δηλοῦσθαι [τε], κυρίως καὶ ἀληθῶς ταύτης ἄξιον τῆς ἐπωνυμίας. τοῖς μὲν γὰρ ἐξ ἀνθρώπων προκεκοφόσιν καὶ εἰς τὸ ἐφικτὸν ἀρετῆς χωρήσασιν ἀγαπητὸν ἁγίοις ποτὲ χρηματίσαι, κατὰ μετοχὴν καὶ μετουσίαν τοῦ φήσαντος «ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ κύριος»· «ἁγίων δὲ ἅγιος» τίς ἂν κυρίως ἐν ἀνθρώποις ὀνομασθείη ἢ μόνος ὁ ἠγαπημένος τοῦ ἁγίου παῖς, ὥσπερ «βασιλεὺς βασιλέων» καὶ «κυρίων κύριος», οὕτω καὶ «ἁγίων ἅγιος» ἀνηγορευμένος; μόνῳ γοῦν αὐτῷ, ἅτε διαφερόντως παρὰ τοὺς πώποτε Μωσέως ἐλαίῳ γεώδει σκευαστῷ κεχρισμένῳ, εἴρητο· «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». ᾧ χρισθεὶς ἐξ ἰδίου προσώπου καὶ αὐτός φησιν ἐν Ἡσαΐᾳ· «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με».

ἐπεὶ οὖν διαφέροντι καὶ πνευματικῷ μᾶλλον δὲ θεότητος χρίσματι μόνος παρὰ τοὺς πώποτε ὁ ἡμέτερος σωτὴρ κεχρῖσθαι μεμαρτύρηται, εἰκότως «ἅγιος ἁγίων», ὡς ἄν τις εἴποι ἀρχιερεὺς ἀρχιερέων, ὠνόμασται καὶ «ἡγιασμένος ἡγιασμένων» κατὰ τὸν τοῦ Γαβριὴλ χρησμόν.

Ταῦτα δὲ πάντα, συμπεραιουμένων τῶν ἑβδομήκοντα ἑβδομάδων, τέλος ἐλάμβανεν οὐκ ἄλλοτε ἢ ἐπὶ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἐπειδὴ τοίνυν ταῦθ᾽ οὕτως ἔσεσθαι ὁ προδηλωθεὶς ἄγγελος κεφαλαιωδῶς ἐθέσπισεν τῷ προφήτῃ, αὖθις ἐπαναλαμβάνει τὸν περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων λόγον, διδάσκων κατὰ μέρος ἕκαστα ἀκριβῶς, ὅθεν ἀπάρχεσθαι δεῖ τῆς τῶν χρόνων ἀπαριθμήσεως, καὶ τίνα κατὰ τοὺς δηλουμένους καιροὺς ἀπαντήσεται. λέγει δ᾽ οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ 〈ἕως χριστοῦ ἡγουμένου〉 ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος». ἐν οἷς δοκεῖ μοι καλῶς ἔχειν καὶ τὴν τοῦ πρὸ ἡμῶν εἰς τοὺς τόπους θεωρίαν μὴ ἀποκρύψασθαι, παραθεῖναι δὲ καὶ ταύτην ὡς οἰκείαν τοῖς ἐντευξομένοις. «κοινὰ» γοῦν καλῶς εἴρηται «τὰ τῶν φίλων». καὶ ἐπειδὴ προσήκει συγχρῆσθαι μὲν εὐγνωμονοῦντας τοῖς καλῶς ὑφ᾽ ἑτέρων εἰρημένοις, μὴ μὴν ἀποστερεῖν τοὺς πατέρας τῶν ἐκγόνων μηδὲ τοὺς πρώτους φύ〈σα〉ντας τῶν οἰκείων σπερμάτων, τὰς αὐτοῦ παραθήσομαι λέξεις. φέρονται δὲ αὗται Ἀφρικανοῦ ἐν τῷ πέμπτῳ τῶν Χρονογραφιῶν, τοῦτον ἔχουσαι τὸν τρόπον· «Ἡ μὲν οὖν περικοπὴ οὕτω πως ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δὲ ὧν χρεία περὶ τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα.

ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα, μετὰ ἑβδομάδας ἑβδομήκοντα μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ σωτῆρος, ἢ ἀπὸ τούτου, τά τε παραπτώματα παλαιοῦται καὶ αἱ ἁμαρτίαι συντελοῦνται. διὰ δὲ τὴν ἄφεσιν αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἐξαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται παρὰ τὴν ἐκ νόμου, ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωνάννου, χρίεται δὲ ἅγιος ἁγίων. πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον. ἄρξασθαι δὲ τῶν ἀριθμῶν, τουτέστιν τῶν ἑβδομήκοντα ἑβδομάδων, ἅ ἐστιν ἔτη τετρακόσια ἐνενήκοντα, ὁ ἄγγελος ὑποτίθεται »ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ«. συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γάρ, ὁ τούτου οἰνοχόος, δεηθεὶς ἀποκρίσεως ἔτυχεν οἰκοδομηθῆναι Ἱερουσαλήμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα. μέχρι [μὲν] γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο.

Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἱ ἐπὶ τούτοις ἅμα Ἔσρᾳ, τὸν νεὼν οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου. ἔμεινεν οὖν ἕως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου 〈εἰκοσαετοῦς〉 καὶ τῆς Περσῶν ἡγεμονίας ἔτους πεντεκαιδεκάτου καὶ ἑκατοστοῦ, ἀπὸ δὲ τῆς ἁλώσεως Ἱερουσαλὴμ ἑκατὸν ὀγδοήκοντα πέντε ἔτη γίνεται, καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν, Νεεμίας δὲ καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος, ὡς προεφητεύθη. κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται. εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται καὶ πλεῖστα ἄτοπα ἀπαντήσει. ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ἑβδομήκοντα ἑβδομάδων, εἰς ἔτη ἑκατὸν καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ᾽ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ᾽ ἀρχῆς τῆς αἰχμαλωσίας.

εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν διακοσίοις τριάκοντα περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τριακόσια [ἑβδομήκοντα] παρατείνουσαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἑκκαιδέκατον ἔτος εἰς ἔτη ἑξήκοντα. ἀπὸ δὲ Ἀρταξέρξου αἱ ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς· ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικοδομήσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει, καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται τετρακόσια ἑβδομήκοντα πέντε, ἅπερ Ἑβραϊκὰ τετρακόσια ἐνενήκοντα γίνεται, κατὰ τὸν σεληνιαῖον δρόμον τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὅς ἐστιν, ὡς πρόχειρον εἰπεῖν, ἡμερῶν τριακοσίων πεντήκοντα τεσσάρων, τοῦ ἡλιακοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τριακοσίων ἑξήκοντα πέντε τετάρτου· τὴν γὰρ κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέρας ἕνδεκα καὶ τέταρτον. διὰ τοῦτο Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλ〈λ〉ουσιν. ὀκτάκις γὰρ τὰ ἕνδεκα 〈καὶ〉 τέταρτον ποιεῖ τρίμηνον.

τὰ τοίνυν τετρακόσια ἑβδομήκοντα πέντε ἔτη ὀκταετηρίδες γίνονται πεντήκοντα ἐννέα καὶ ἔτη τρία, ὡς τριμήνου [δὲ] ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίγνονται. ταῦτα δὲ πρὸς τοῖς τετρακοσίοις ἑβδομήκοντα πέντε ἔτεσιν, αἱ ἑβδομήκοντα ἑβδομάδες συντελοῦνται.» Ταῦτα μὲν οὖν Ἀφρικανός. εἰ δὲ χρὴ καὶ ἡμᾶς οἰκείαν εἰς τοὺς τόπους ἀπόδοσιν εἰς μέσον ἀγαγεῖν, φημὶ μὴ μάτην μηδ᾽ ὡς ἔτυχεν τὴν διαίρεσιν πεποιῆσθαι τὸν λόγον τῶν ἑβδομήκοντα ἑβδομάδων. διελὼν γὰρ αὐτὰς εἰς πρώτας ἑπτά, ἔπειθ᾽ ἑτέρας ἑξήκοντα δύο, καὶ μετὰ πλεῖστα τὰ μεταξὺ ἐπιλεγόμενα τὴν μίαν ἐπιθείς, οὕτω τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀφωρίσατο. λέγει δ᾽ οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο». εἶθ᾽ ἕτερά τινα μεταξὺ ἐπαγαγὼν τὴν τελευταίαν προστίθησιν, φήσας· «καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία». ταῦτα δὲ ὅτι μὴ μάτην μηδ᾽ ἄνευ θείας ἐπιπνοίας ἐσχεδίασται, πάνθ᾽ ὅντιν᾽ οὖν τῶν ὡς θεοῦ ῥήμασιν αὐτοῖς προσεχόντων ὁμολογήσειν ἡγοῦμαι. τοῦτο μὲν οὖν πρῶτον ἡμῖν καλῶς ἔδοξεν ἐπισημήνασθαι καταλιπεῖν τε τοῖς ἐντυγχάνουσι τὴν τοῦ ζητηθέντος ἀκριβῆ λύσιν.

εἰ δὲ χρὴ καὶ ἡμᾶς τὸ ἐπεισιὸν μὴ ἀποκρύψασθαι, φημὶ καθ᾽ ἑτέραν διάνοιαν ἤτοι ἐκδοχὴν τὸν ἐν τῇ προκειμένῃ γραφῇ δηλούμενον «χριστὸν ἡγούμενον», κατὰ τὸ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου», οὐκ ἄλλον εἶναι τοῦ καταλόγου τῶν μετὰ τὴν προφητείαν καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ἡγησαμένων τοῦ λαοῦ ἀρχιερέων, οὓς χριστοὺς ἔθος ἀποκαλεῖν τῇ γραφῇ. μόνους γὰρ τούτους καθηγήσασθαι τοῦ ἔθνους, ἀρξαμένους ἀπὸ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας παρειλήφαμεν.

Οἶμαι γοῦν τὸν μεταξὺ χρόνον τῆς τούτων προστασίας, καθ᾽ ὃν ἡγήσαντο, δηλοῦσθαι διὰ τοῦ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο», τῶν ἐτῶν δὲ τὰς ἑβδομάδας, συναγομένας εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἀπὸ τῆς Κύρου βασιλείας ἐπὶ τὴν Ῥωμαίων παρεκτείνεσθαι ἀρχήν, καθ᾽ ἣν Πομπήιος Ῥωμαίων στρατηγὸς ἐπιστὰς τοῖς Ἱεροσολύμοις εἷλε μὲν πολιορκίᾳ τὴν πόλιν, τὸ δὲ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις κατεστήσατο, ὡς καὶ φόρους ἐξ ἐκείνου τελεῖν καὶ τοῖς Ῥωμαίων πειθαρχεῖν ἐπιτάγμασιν. ἐπὶ τοῦτον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμός, ἐφ᾽ ὃν καὶ κατέληξαν οἱ κατὰ τὸν Μωσέως νόμον ἐκ πατέρων διαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς «χριστὸν ἡγούμενον» τὴν θείαν ἐπὶ τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω. εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιερέων διαδοχῆς, τῶν ἐν τῷ δηλουμένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παράστασιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι.

πρῶτος τοίνυν μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, «ὁ ἱερεὺς ὁ μέγας» χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ᾽ ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἱ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἱ διὰ τοῦ προφήτου δηλούμεναι συμπεραιοῦνται, καθ᾽ ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς. διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτά, εἰπὼν «ἑβδομάδας ἑπτά», ἔπειθ᾽ ἑξῆς μετὰ διαστολῆς ἐπαγαγὼν «καὶ ἑβδομάδες ἑξήκοντα δύο». ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται. ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι· «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» ἀλλ᾽ οὗτοι μὲν «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν» ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου 〈ἔτους〉 Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκεν τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συνάγεται, καθ᾽ ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν.

ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν ..., ὥστ᾽ εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας ἑβδομάδας, εἰς ἔτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας, ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ τῆς Δαρείου καταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ᾽ ὃν αὖθις Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, εἰς ἐκεῖνο τὴν ζωὴν παρατείναντες, ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου, μεθ᾽ οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλῶνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰ〈ω〉ακείμου· παῖς δὲ οὗτος ἦν Ἰησοῦ τοῦ Ἰωσεδέκ, μεθ᾽ ὃν διαδέχεται τὴν ἀρχιερωσύνην Ἐλιασοῦβος, ἔπειτα Ἰωδαέ, μεθ᾽ ὃν Ἰωνάθης, μεθ᾽ ὃν 〈Ἰ〉αδδοῦς. τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφή, λέγουσα· «καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακείμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασείβ, καὶ Ἐλιασεὶβ ἐγέννησε τὸν Ἰωδαέ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ».

Κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος Ἀλεξάνδρειαν κτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ. τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάδος, μετὰ ἔτη διακόσια τριάκοντα ἓξ Κύρου, ὃς ἐβασίλευσεν Περσῶν κατὰ τὸ πρῶτον ἔτος 〈τῆς〉 πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος. μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ᾽ ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, καθ᾽ ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαράκοντα ὀκτώ. ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τῶν Ἰουδαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ᾽ ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρμηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθείκασιν. μεθ᾽ ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ᾽ ὃν Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συντάξας. μεθ᾽ ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ᾽ ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζεν.

μεθ᾽ ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέχεται. καὶ πάλιν Σίμων, οὗ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδομηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ πρώτη καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν, ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἴκοσι πέντε. μεθ᾽ ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς Ἰώσηπός φησιν, διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ᾽ ὃν Ἀριστόβουλος ἐνιαυτὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ. τοῦτον διαδέχεται Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς, ἔτεσιν καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν πραγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὗ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι «χριστὸν ἡγούμενον» ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι.

Μεθ᾽ οὕς, τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξάνδρου, ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολείπεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου καὶ Ὑρκανοῦ στασιασάντων πρὸς ἀλλήλους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὤν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών. καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκατοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος. τότε δ᾽ οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος τὴν Ἱερουσαλήμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παραδίδωσιν, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο. μεθ᾽ ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελών, τὴν τῶν Ἰουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μωσέως νόμον διαφθείρας τάξιν.

ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ᾽ Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ᾽ οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισιν καὶ ἀλλοτρίοις τῆς τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρούμενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ Δαρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι.

Καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἄν, ἄλλως ἀπαριθμούμενος, τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων, αἳ συντείνουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία ἐπ᾽ αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώδην τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντα[ς], καθ᾽ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γένεσις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸ Δαρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλούμενον ἀριθμὸν ἀναλογίσῃ.

Δαρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηκονταετῆ χρόνον τῆς ἐρημώσεως Ἱερουσαλὴμ συμπεπεράνθαι ὁ προφήτης Ζαχαρίας δηλοῖ, λέγων· «τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί (αὐτός ἐστιν Σαβάτ) ἐν τῷ δευτέρῳ ἔτει Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου», εἶθ᾽ ἑξῆς ἐπιλέγει· «καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν, κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» τοῦτον δὴ οὖν αὐτὸν τῷ θείῳ πνεύματι θεωρήσας ὁ Δανιὴλ τὸν χρόνον σημειοῦται, λέγων· «ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη. καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεόν μου τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν». εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν σημαίνει, λέγων· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου». γέγονε μὲν οὖν ἀπόκρισις πρώτη Κύρου οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ, οὐ μὴν εἰς ἔργον ἐχώρησεν, τῶν περιοίκων κεκωλυκότων.

Δαρείου δὲ μετὰ ταῦτα κελεύσαντος καὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ κατ᾽ αὐτὸν συντελεσθείσης ἡ τοῦ Δανιὴλ ἐντεῦθεν προφητεία τὴν καταρχὴν τῆς ἐκβάσεως ἐλάμβανεν, ἥ τε φάσκουσα «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ», καὶ δι᾽ ἧς εἴρηται «ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη». κατὰ γοῦν τὸ δεύτερον ἔτος Δαρείου ἡ συμπλήρωσις τῆς ἑβδομηκονταετηρίδος ἀποδέδεικται περαιωθεῖσα, ὥστε ἐξ ἅπαντος ἄρχεσθαι δεῖν ἡμᾶς τῶν ἑβδομήκοντα ἑβδομάδων ἀπὸ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος καὶ ἀπὸ δευτέρου ἔτους Δαρείου, ἐν ᾧ τὰ τῆς οἰκοδομῆς περαιοῦται. ἐντεῦθεν γοῦν εἰ τοὺς ἑπομένους χρόνους ἀριθμήσειας, εὕροις ἂν ἐπ᾽ αὐτὸν Ἡρώδην μόναρχόν τε Ῥωμαίων Αὔγουστον, καθ᾽ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν ἐπέφανεν τῷ βίῳ γένεσις, τὰ τετρακόσια ὀγδοήκοντα τρία ἔτη, αἵ εἰσιν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδες, κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν περιοριζόμενα.

ἀπὸ γὰρ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἐπὶ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν ἑβδόμην γίνονται Ὀλυμπιάδες μεταξὺ ἑκατὸν εἴκοσι μία, ἔτη τετρακόσια ὀγδοήκοντα τέσσαρα, τετραετίαν τῆς Ὀλυμπιάδος ἐπεχούσης, καθ᾽ ὃν καιρὸν Αὔγουστος Ῥωμαίων βασιλεύς, πεντεκαιδέκατον ἔτος τῆς βασιλείας ἐπέχων, Αἰγύπτου κρατεῖ καὶ τῆς λοιπῆς οἰκουμένης, ὑφ᾽ οὗ πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν τῶν Ἰουδαίων ἐγχειρίζεται βασιλείαν, γεννᾶται δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, κατὰ τὸ αὐτὸ συντρεχόντων τῶν χρόνων τῆς γενέσεως αὐτοῦ καὶ τῆς συμπληρώσεως τῶν παρὰ τῷ Δανιὴλ ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων.

Μεθ᾽ ἃς διῃρημένης καὶ μακρὰν ἀπεσχοινισμένης, μετὰ πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα, τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προρρήσεως εἰρημένα ἐπιτελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον· «μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς». καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν κατ᾽ αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπιτρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις καὶ ἀφανέσιν ἀνθρώποις. τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐθέσπισεν, εἰπών· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».

ὅπερ σαφῶς καὶ οἱ λοιποὶ τεθείκασιν ἑρμηνευταί, ὁ μὲν Ἀκύλας φήσας· «καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται ἠλειμμένος, καὶ οὐκ ἔστιν αὐτῷ», ὁ δὲ Σύμμαχος· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐκκοπήσεται χριστός, καὶ οὐχ ὑπάρξει αὐτῷ». ὅθεν μάλιστα παρίστασθαί μοι δοκεῖ «χριστὸς ἡγούμενος» εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος. μετὰ γοῦν τὴν τῶν εἰρημένων ἑβδομάδων συμπλήρωσιν «ἐξολοθρευθήσεται χριστός» φησιν. τίς δὲ οὗτος ἢ «ὁ ἡγούμενος» καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους τοῦ ἔθνους προεστώς; διέμενεν γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ «ἐξεκόπη» ὁ ἐκ διαδοχῆς γένους τοῦ ἔθνους προεστώς. οὗτος δὲ ἦν Ὑρκανός, ὃν αὐτὸς Ἡρώδης ἀνελών, τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλόφυλος ἡγεῖται. οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανός, «χριστὸς» ὢν καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος, «ἐξεκόπη», ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνωθεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχή, αὐτό τε τὸ κατὰ νόμους χρίσμα, οὐκέτι κατὰ κρίσιν γινόμενον ἀτάκτως δὲ καὶ συγκεχυμένως, οὐ κατὰ τὰ παρὰ Μωσεῖ νενομοθετημένα· συνέτρεχεν δὲ ὁμοῦ πάντα, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».

Μάρτυς ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας· «τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους» (οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι) «καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ ἱερέων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. μετὰ τοῦτον οὐκέτι τοῖς ἐκγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι, τὴν τῶν Ἰουδαίων βασιλείαν παρειληφότες». πάλιν ἐν ἑτέροις ταῦτα περὶ αὐτῶν φησιν· «Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτερίσειν τὸν λαὸν δι᾽ αὐτήν.

ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος, υἱὸς ὢν αὐτοῦ, παρ᾽ οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχήν, ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι». διὰ τούτων τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».

Ἔτι δὲ μᾶλλον ὄψει, πῶς εἴρηται τὸ «κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως τῶν μετὰ Ἡρώδην καὶ κατὰ τοὺς χρόνους τοῦ σωτῆρος ἡμῶν γεγενημένων. τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρόνον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιρούς, μετὰ τὸ ἐξολοθρευθῆναι τὸ χρίσμα τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης ἔπειτα δὲ καὶ Ῥωμαῖοι μετὰ τοῦτον ἀκρίτως καὶ οὐ κατὰ τὸν νόμον τοὺς ἀρχιερεῖς καθίστων, οὓς ἐδόκει αὐτοῖς, δημοτικοῖς τισι καὶ ἀσήμοις ἀνδράσι τὴν τιμὴν χαριζόμενοι, ἐπίπρασκόν τε καὶ ἐκαπήλευον τοὔνομα, ἄλλοτε ἄλλοις ἐνιαυσιαῖον τὸ ἀξίωμα δωρούμενοι. διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς, τὸν χρόνον τοῦ κηρύγματος τοῦ σωτῆρος ἡμῶν ὑπογράφων, σημειοῦσθαι τοῦτο δι᾽ ὧν φησιν· «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου καὶ Φιλίππου καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα». δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας;

τούτοις γοῦν καὶ Ἰώσηπος ἐπιμαρτυρῶν ταῦτα γράφει· «Οὐαλέριος Γρᾶτος», Ῥωμαίων στρατηγός, «παύσας ἀρχιερᾶσθαι Ἄνανον, Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ᾽ οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, διάδοχος ἦν αὐτῷ». ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπόδειξιν ἔχειν.

Ἑξῆς τούτοις φησὶν ἡ προφητεία· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ». ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν καὶ τοὺς μετ᾽ αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμβάνω δηλοῦσθαι. ὡς γὰρ ἀνωτέρω ὠνόμαζεν χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς, λέγων «ἕως χριστοῦ ἡγουμένου», τὸν αὐτὸν τρόπον μετ᾽ ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν οὐκ ἄλλος «ἡγούμενος ἐρχόμενος» ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους καὶ οἱ λοιποὶ ὅσοι καθεξῆς μετ᾽ ἐκείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ᾽ ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον» διαφθερεῖν εἴρηται. καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρανομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν (οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων) εἰς ἀσέβειαν ἐκκαλούμενος. συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύλας, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου». οὐ μόνον γὰρ «ὁ ἐρχόμενος ἡγούμενος», ὁ κατὰ τὰ ἀποδεδομένα ἡμῖν δηλωθείς, διέφθειρε «τὴν πόλιν καὶ τὸ ἅγιον», ἀλλὰ καὶ ὁ τούτου «λαός».

εἴποι δ᾽ ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι τόν τε τούτου λαόν, δι᾽ οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥωμαίων ἀρχόντων ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πόλιν αὐτὴν Ἱερουσαλὴμ καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν. ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς «ἐν κατακλυσμῷ καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς» ἔφθασαν, ὥστε ἤδη κατὰ τὴν προφητείαν παντελῆ ὑπομεῖναι ἐρημίαν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ᾽ ἣν καὶ τὴν ἐσχάτην ὑπέμειναν πολιορκίαν. ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις.

Τούτων δὲ περὶ τῶν συμβεβηκότων τῷ Ἰουδαίων ἔθνει ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων πεπροφητευμένων, ἀκολούθως ἡ δήλωσις τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν καταγγελθείσης καινῆς διαθήκης θεσπίζεται. τοσούτων γοῦν διὰ μέσου καὶ μεταξὺ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων εἰρημένων, ἐπιλέγεται· καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν«. τίνα δὲ τρόπον καὶ ταῦτα ἐπληροῦτο, κατανοήσωμεν. ἱστορεῖται δὲ ὁ πᾶς τῆς διδασκαλίας καὶ παραδοξοποιίας ὁμοῦ τοῦ σωτῆρος ἡμῶν χρόνος τριῶν ἥμισυ γεγονὼς ἐτῶν, ὅπερ ἐστὶν ἑβδομάδος ἥμισυ. τοῦτό πως Ἰωάννης ὁ εὐαγγελιστὴς ἀκριβῶς ἐφιστῶσιν αὐτοῦ τῷ εὐαγγελίῳ παραστήσει. εἴη ἂν οὖν ἑβδομὰς ἐτῶν μία ὁ πᾶς χρόνος τῆς μετὰ τῶν ἀποστόλων αὐτοῦ συνδιατριβῆς, ὅ τε πρὸ τοῦ πάθους καὶ ὁ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. πρὸ μὲν γὰρ τοῦ πάθους ἐπὶ τρία καὶ ἥμισυ ἔτη τοῖς πᾶσιν ἑαυτὸν παρέχων μαθηταῖς τε καὶ τοῖς μὴ τοιούτοις ἀναγέγραπται, καθ᾽ ὃν 〈χρόνον〉 διδασκαλίαις παραδόξοις τε θεραπείαις τῆς θεότητος αὐτοῦ τὰς δυνάμεις πᾶσιν ἁπλῶς Ἕλλησίν τε καὶ Ἰουδαίοις παρείχετο.

μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸν ἴσον, ὡς εἰκός, τῶν ἐτῶν χρόνον· τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις συνῆν, »δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ«, ὡς γοῦν αἱ Πράξεις τῶν ἀποστόλων περιέχουσιν, ὡς εἶναι ταύτην τὴν δηλουμένην τῆς προφητείας τῶν ἐτῶν ἑβδομάδα, καθ᾽ ἣν ἐνεδυνάμωσεν »διαθήκην πολλοῖς«, τὴν καινὴν δηλαδὴ διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος κρατύνων. τίσιν δὲ »πολλοῖς» ταύτην ἐνεδυνάμωσεν ἢ δηλονότι τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ἐξ Ἑβραίων εἰς αὐτὸν πεπιστευκόσιν ἅπασιν;

Πλὴν ἀλλὰ τῆς μιᾶς ταύτης ἑβδομάδος, καθ᾽ ἣν ἐνεδυνάμωσεν τὴν δηλωθεῖσαν «διαθήκην τοῖς πολλοῖς», «ἐν τῷ ἡμίσει» ἤρθη «θυσία καὶ σπονδή», τό τε «βδέλυγμα τῆς ἐρημώσεως» ἤρξατο, ἐπειδήπερ μεσαζούσης τῆς ἑβδομάδος ταύτης, μετὰ τὸν ἥμισυ καὶ τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ, καθ᾽ ὃν καιρὸν πέπονθεν, «τὸ καταπέτασμα τοῦ ναοῦ ἐρ〈ρ〉άγη ἀπὸ ἄνωθεν ἕως κάτω»· ὡς ἐξ ἐκείνου δυνάμει ἦρθαι ἐξ αὐτῶν τὴν σπονδὴν καὶ τὴν θυσίαν, καὶ τὸ «βδέλυγμα» τῆς ἐρημώσεως «ἐπὶ τὸ ἱερὸν» καταστῆναι, καταλιπούσης αὐτοὺς ἐρήμους τῆς ἀνέκαθεν εἰς ἐκεῖνο καιροῦ τὸν τόπον ἐφορώσης καὶ ἐπισκοπούσης δυνάμεως. μέχρι γοῦν τοῦ σωτηρίου πάθους εἶναί τινα θεοῦ δύναμιν ἐπισκοποῦσαν τὸ ἱερὸν καὶ τὸ «ἅγιον τῶν ἁγίων» ἡγεῖσθαι προσήκει. οὐ γὰρ ἂν ἄλλως καὶ αὐτὸς ἅμα τοῖς πολλοῖς συνήδρευεν ἐν τῷ ἱερῷ, τὰς κατὰ νόμους ἑορτὰς ἐπιτελῶν, μὴ οὐχὶ ἔτι συνεστῶτα καὶ θεοῦ εἶναι ἄξιον τὸν τόπον εἰδώς. ἦσαν οὖν ἐν τῷ ἱερῷ καὶ προφητεύοντές τινες εἰς ἐκεῖνο τοῦ καιροῦ, ὥσπερ Ἄννα ἡ προφῆτις ἡ τοῦ Φανουὴλ καὶ Συμεὼν ὁ ἐπὶ τὰς ἀγκάλας αὐτὸν βρέφος ἔτι ὄντα λαβών, οἳ καὶ προφητεύουσι τὰ ἀναγεγραμμένα.

οὐδ᾽ ἂν αὐτὸς ὁ κύριος ἡμῶν εἰρήκει τῷ λεπρῷ «ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε τὴν θυσίαν, ἣν προσέταξεν Μωσῆς εἰς μαρτύριον αὐτοῖς», μὴ οὐχὶ ἔτι δεῖν ἡγούμενος τὰ κατὰ νόμους ἐπιτελεῖσθαι αὐτόθι, ὡς ἐν ἁγίῳ καὶ θεοῦ ἀξίῳ τόπῳ, οὐδ᾽ ἂν τοὺς ἀγοράζοντας καὶ πιπράσκοντας ἐξωθῶν ἔλεγεν· «γέγραπται, ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν», καὶ αὖθις· «ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορείου», εἰ μὴ ἔτι τίμιον σαφῶς δεῖν ἐνόμιζεν ὑπολαμβάνειν εἶναι τὸν τόπον. ἀλλὰ γὰρ πλησιαζούσης αὐτῶν τῆς ἐσχάτης δυσ〈σ〉εβείας, μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπών· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος», ὃ καὶ αὐτὸ ἐπληροῦτο, ὅτε παθόντος αὐτοῦ «τὸ καταπέτασμα τοῦ ναοῦ» ὅλον δι᾽ ὅλου μέσον ἐρράγη, καθῄρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ θεῷ κατὰ τὴν τοῦ νόμου διάταξιν «θυσία καὶ σπονδή», ἧς ἀρθείσης καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» κατὰ τὴν ἐν χερσὶ προφητείαν ἐπηκολούθησεν τῷ τόπῳ.

Εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξεν τὰ τῆς ἐν τῷ τόπῳ λειτουργίας, ἀλλ᾽ οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ θεῷ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα. ὥσπερ γὰρ πρόπαλαι ἐξολοθρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμούς, δι᾽ οὓς καὶ ἔφασκεν ἡ προφητεία· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτὸς ὢν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης τὰ τῆς παλαιᾶς περιῄρητο. ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον «καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία», τὰ τῆς παλαιᾶς διαθήκης περιῄρητο.

πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν, μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὐτοῦ παρόδου, ᾗ «νυκτὶ» «παρεδίδοτο», τὰ σύμβολα τῶν κατ᾽ αὐτὸν ἀπορρήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ᾽ ἐτελεῖτο καὶ ἡ κατὰ Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου «τὸ καταπέτασμα τοῦ ναοῦ» κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον. ἀρθείσης γοῦν ἐξ ἐκείνου καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομιζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο.

Δέχου δὴ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας· «κατὰ δὲ τὴν ἡμέραν τῆς πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας λεγούσης· μεταβαίνομεν ἐντεῦθεν». ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν γεγονέναι. καὶ πάλιν ὁ αὐτός φησιν, Πιλάτον τὸν ἡγεμόνα (αὐτὸν δὴ ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν) τὰς Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερόν, ὅπερ οὐκ ἦν θέμις, εἰσκομίσαι, μεγίστην τε ταραχὴν θορύβου τε καὶ στάσεως ἐμβεβλῆσθαι τοῖς Ἰουδαίοις. αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν. οὐ διέλιπον οὖν ἐκ τότε τὸ πᾶν ἔθνος καὶ τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις, ἕως τοῦ ὑστάτου κατ᾽ αὐτῶν πολέμου καὶ τῆς ἐσχάτης πολιορκίας, καθ᾽ ἣν παντοίοις «ἀφανισμοῖς» λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας, καταποντισμοῦ δίκην τοῦ κατ᾽ αὐτῶν ὀλέθρου συρρεύσαντος, πάντες οἱ κατασυστάντες τοῦ σωτῆρος ἡμῶν ἡβηδὸν ἐξεκόπησαν, ὅτε καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» «ἐπὶ τὸ ἱερὸν» ἔστη, ὃ καὶ εἰς δεῦρο διέμεινεν, ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον.

εἰκὸς δὲ καὶ ἐπιτείνειν αὐτὸ μέχρι τῆς τοῦ βίου συντελείας, κατὰ τὸν ὑπὸ τῆς προφητείας ἀποφα〈ν〉θέντα ὅρον, φήσαντα «καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν», ἥντινα φωνὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπεσφραγίσατο εἰπών· «ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ, τότε γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς».

Εἰ δὲ δυσπίστως πρὸς ταῦτα ἔχοιεν οἱ ἐκ περιτομῆς, ἐλεγκτέον αὐτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὰς προρρήσεις ὡς ψευδεῖς, τὸ ὅσον ἐπ᾽ αὐτοῖς, διαβάλλοντας, εἴ γε αἱ μὲν εἰς ἑβδομήκοντα ἑβδομάδας ἐτῶν τὸν πάντα περιορίζουσι χρόνον, τὰ ἐν τῷ μεταξὺ συμβησόμενα θεσπίζουσαι, οἱ δὲ σχεδὸν ἤδη χιλιοστοῦ ἔτους ἀπὸ τῆς προφητείας καὶ εἰς ἡμᾶς ἐλαύνοντος οὐδὲν τῶν γεγραμμένων γεγονὸς ἐπιδείκνυνται, καίτοι ἐξολοθρευθέντος αὐτῶν τοῦ χρίσματος κατὰ τὴν θείαν πρόρρησιν καὶ τοῦ ἁγιάσματος αὐτῶν, καὶ τῶν πρὶν οἰκητόρων διαφθαρέντων καὶ ἐκκοπέντων «ἐν κατακλυσμῷ» «πολέμου συντετμημένου ἀφανισμοῖς», καὶ τοῦ γε πάντων παραδοξοτάτου εἰσέτι νῦν αὐτόθι ὁρωμένου, λέγω δὴ τοῦ βδελύγματος τῆς ἐρημώσεως εἰς δεῦρο ἑστῶτος ἐν τῷ πρὶν ἁγίῳ τόπῳ, περὶ οὗ καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὰς ἐκτεθείσας προήκατο φωνάς. ὧν σαφῶς ὑπ᾽ ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν θαυμάσαι ἔστιν τοὺς ἐκ περιτομῆς, οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτωμένους πρὸς τὸ μὴ ὁρᾶν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων γραφῶν ἀποτελέσματα.

ὃ καὶ πεπόνθασιν κατὰ τὴν εἰς αὐτοὺς πληρωθεῖσαν κἀν τούτῳ τοῦ Ἡσαΐου φωνήν, δι᾽ ἧς ἐθέσπισεν αὐτοῖς, εἰπών· «ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς».