Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Η΄: Προφητείες του Μιχαία και του Ζαχαρία για την καταστροφή της Ιερουσαλήμ

Η οριστική καταστροφή της Ιερουσαλήμ και του ναού από τα ρωμαικά στρατεύματα επαληθεύει τις προφητείες του Μιχαία και του Ζαχαρία περί κρίσεως και εγκατάλειψης του ιουδαϊκού έθνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 25 από 31

Ἀλλ᾽ ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πάλαι πρότερον εἴρητο «οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν» τῇ αὐτοῦ χάριτι καὶ τῇ τοῦ πέμψαντος αὐτὸν πατέρος, ἡμεῖς τε κατὰ τὸ δυνατὸν τὰ φανέντα εἰς τοὺς τόπους εἰρήκαμεν, καὶ τὰ τῷ πρὸ ἡμῶν Ἀφρικανῷ εὐγνωμόνως δόξαντα παρεθήκαμεν, ἐχόμενα καὶ αὐτὰ ἀκριβείας, ὅθεν καὶ αὐτοῖς ὡς καλῶς ἔχουσι χρηστέον. 〈Ἀπὸ τοῦ Μιχαία〉. «Ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι᾽ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραήλ.»

εἶτα, μεθ᾽ ἕτερα πλεῖστα μεταξύ, ἐπισυνάπτει λέγων· «ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες, οὐχὶ κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά. διὰ τοῦτο δι᾽ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. καὶ ἔσται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ᾽ αὐτὸ λαοί, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.

καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ᾽ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς, ὅτι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα».

Ἤδη καὶ πρότερον ταῦτα ἡμῖν εἰς τοὺς τόπους τεθεώρηται. δέδεικται δὲ ὅπως οὐδ᾽ ἄλλοτέ ποτε ἢ ἀπὸ τῶν χρόνων 〈τῆς〉 τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας τὰ πάλαι σεμνὰ τῶν Ἰουδαίων, ὄρη Σιὼν ἐπικαλούμενα καὶ Ἱερουσαλήμ, τά τε ἐπὶ τούτων οἰκοδομήματα, ὁ νεὼς δηλαδὴ καὶ τὸ ἅγιον τῶν ἁγίων καὶ τὸ θυσιαστήριον καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ θεοῦ, ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι· «ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ». ὧν σαλευθέντων τῶν ἐκ περιτομῆς αἱ ψυχαί («κοιλάδες» ὀνομαζόμεναι διὰ τὸ ταπεινὸν αὐτῶν παραθέσει τῶν παλαιῶν ὑψωμάτων) τὸν τῶν προειρημένων ἀφανισμὸν ἀπολοφυρόμεναι, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐκτακήσονται, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει», διὰ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι. πάντα δὲ ταῦτά φησιν ἔσεσθαι «διὰ ἀσέβειαν οἴκου Ἰακὼβ καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ».

τίς δ᾽ ἦν ἡ ἀσέβεια καὶ ἡ ἁμαρτία, προϊὼν ἑξῆς ἐπιλέγει· «οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις», ἐν οἷς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ᾽ ᾧ τὴν ἀσεβῆ φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο, φήσαντες· «τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν». διὰ γοῦν, φησίν, αὐτὰ ταῦτα «ὡς ἀγρὸς Σιὼν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται», ἅπερ οὐδ᾽ ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληφεν. ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο ἐσχάτης ἐρημίας καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν διαβόητον αὐτῶν Σιὼν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν παῖδες τὸ πρὶν Ἑβραίων καὶ θεοφιλεῖς προφῆται ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ᾽ οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ «ὡς ὀπωροφυλάκιον» τῆς ἐν αὐτῇ παλαιᾶς ὀπώρας διαφθαρείσης γέγονεν, μᾶλλον δὲ εἰς λιθολογίαν, κατὰ τὴν Ἑβραικὴν ἀνάγνωσιν. ὁ γοῦν Ἀκύλας φησίν· «διὰ τοῦτο χάριν ὑμῶν Σιὼν χώρα ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ λιθολογηθήσεται».

ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ᾽ ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰκούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα. καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτων καὶ ἁγίων λίθους εἰς τὰ τῶν εἰδώλων τεμένη εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους. ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων, καὶ ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη. ἐφ᾽ ᾧ μυρία πλήθη λαῶν ἔθνη τε παντοῖα, τῶν πατρίων ἀποστάντα θεῶν καὶ τῆς παλαιᾶς δεισιδαίμονος πλάνης, τὸν ἐπὶ πάντων θεὸν ἀνακαλεῖται. διὸ καὶ κατηξίωται τῆς βαθυτάτης εἰρήνης, ὡς μηκέτι πολυαρχίας εἶναι μηδὲ βασιλείας κατὰ τόπους, μηδὲ «ἔθνος ἐπ᾽ ἔθνος ῥομφαίαν» αἴρειν, μηδ᾽ ὡς τὸ πρὶν πολέμοις τοῖς κατ᾽ ἀλλήλων σχολάζειν, ἀναπαύεσθαι δὲ τῶν γεωργῶν ἕκαστον «ὑποκάτω ἀμπέλου» καὶ «ὑποκάτω συκῆς αὐτοῦ», μηδενὸς ἐκφοβοῦντος αὐτούς, κατὰ τὴν προφητείαν.

ὧν οὕτως οὐδ᾽ ἄλλοτέ πω ἐξ αἰῶνος πρότερον ἢ κατὰ τὴν τῶν Ῥωμαίων ἐπικράτησιν, ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν καὶ εἰς δεῦρο, συντελουμένων, ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας. 〈Ἀπὸ τοῦ Ζαχαρίου〉. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.» καὶ μεθ᾽ ἕτερα πλεῖστα μεταξὺ ἐπιλέγει· «χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν δι᾽ ἐκβολὰς γῆς.»

Ταῦτα περὶ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας θεσπίσας καὶ νῦν ὁ λόγος, μεθ᾽ ἕτερα περὶ τῆς ἐσχάτης ἐρημώσεως τῆς Ἱερουσαλήμ, τοτὲ μὲν ἐπικεκρυμμένως καὶ δι᾽ αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως ἀναφωνεῖ, δι᾽ αἰνιγμάτων μὲν ἐν οἷς φησιν· «διάνοιξον ὁ Λίβανος τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ἰορδάνου».

Ταῦτα μὲν δι᾽ αἰνιγμάτων. τὴν δὲ τούτων ἑρμηνείαν ἀνακαλύπτως ὁ αὐτὸς προφήτης ἐπιφέρει λέγων· «ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόπυλα σαλευόμενα ἅπασι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ἰουδαίᾳ καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.» καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἐπιβλέψονται πρός με ἀνθ᾽ ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητῷ, καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴ οἴκου Δαβὶδ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς. πᾶσαι αἱ ὑπολελειμμέναι φυλαί, φυλὴ καθ᾽ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς.»

Καὶ πάλιν μεθ᾽ ἕτερα τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ πολιορκίαν σαφέστερον κηρύττει, λέγων· «ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.» Εἶτα μεθ᾽ ἕτερα τὰ μεταξύ φησιν· «καὶ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». καὶ αὖθις μεθ᾽ ἕτερα, περιγράφων τὴν βίβλον τῆς προφητείας, τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τούτων θεσπίζει· «καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβήσονται κατ᾽ ἐνιαυτὸν 〈τοῦ〉 προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται.

ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.» Ταῦτα καὶ ὁ Ζαχαρίας μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Δαρείου Περσῶν βασιλεύοντος, προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθεν. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τῆς Δαρείου τοῦ Πέρσου 〈βασιλείας〉 καὶ ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἑξήκοντα δύο τὰς ἐν τῷ Δανιὴλ φερομένας (ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις [καθ᾽ ἣν ὁ Ζαχαρίας προφητεύει]), οὔτε δὲ ἐπὶ Μακεδόνων, ἀπὸ Ἀλεξάνδρου καὶ μέχρις Αὐγούστου παραταθείσης ..., τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον. πότε γὰρ κατ᾽ ἐκείνους τοὺς χρόνους, τοῦ παρὰ τοῖς προφήταις θεολογουμένου κυρίου ἀνθρώποις ἐπιστάντος, ἔθνη πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μόνον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ᾽ αὐτὸν καταπέφευγεν καὶ γέγονεν αὐτῷ εἰς λαόν;

ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, «ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους («Ἐφραῒμ» ὀνομαζομένου) καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν («ἅρματα» καὶ «ἵππον» ἐπικαλουμένην) ἐξολόθρευσεν, τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλεν; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον· «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», «καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν». ταῦτα γὰρ περὶ τῆς καθαιρέσεως τῆς βασιλικῆς ἀξίας τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, ἐφ᾽ ᾗ πάλιν τὰ τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ «καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν». ἀνθ᾽ οὗ ὁ Ἀκύλας καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν», ὃ καὶ μάλιστα ἀπὸ τῆς Αὐγούστου βασιλείας συνίσταται καὶ πρὸς λέξιν πεπληρωμένον, πάσης μὲν ἐξ ἐκείνου καταλυθείσης πολυαρχίας, εἰρήνης δὲ τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη διαλαβούσης. τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων ἐπὶ τῶν Περσικῶν ἢ τῶν Μακεδονικῶν τοιοῦτος γέγονεν Ἰουδαίων βασιλεύς, ὡς ἄρξαι αὐτὸν «ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης»; τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί.

ὁ γοῦν Ἀκύλας φησίν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης». ᾧ συνᾴδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γενησομένου Χριστοῦ ὧδέ πη εἰρημένον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης»· ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο, οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων. πότ᾽ οὖν ταῦτα καὶ πῶς ἢ κατὰ ποίους χρόνους γέγονεν ὁ βουλόμενος ἑρμηνευέτω, ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίοις πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερουσαλήμ, καὶ ὁ ἐν αὐτῇ κατερρίφη νεώς.

Ὃ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης, εἰπών· «διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ κατα[τα]φαγέτω πῦρ τὰς κέδρους σου». Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνομάζει, ἐπεὶ καὶ δι᾽ ἑτέρων προφητειῶν ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος. τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν, ἐπεὶ καὶ Ἡσαΐας, ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων, ἔφησεν· «ἰδοὺ κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται». «ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ θεοῦ». οἷς ἐπιλέγει· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν». καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαβὶδ γενέσει τοῦ Χριστοῦ Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ διαρρήδην ὁ Ἰεζεκιὴλ σημαίνει λέγων· «ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισεν τὰ ἁπαλὰ τῆς κέδρου». ταῦτα γοῦν ὁ αὐτὸς ἑξῆς διασαφῶν, ἐπιλέγει «ὅταν ἔλθῃ» Ναβουχοδονόσορ «ἐπὶ Ἱερουσαλὴμ» καὶ λάβῃ «τοὺς ἄρχοντας αὐτῆς», καὶ τὰ ἑξῆς.

Ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ᾽ ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότ᾽ οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ᾽ οὐκ ἔστιν εἰπεῖν. μετὰ γὰρ τὴν ὑπὸ Βαβυλωνίων πυρπόλησιν οὐδ᾽ ἄλλοτε δευτέραν ἢ κατὰ Τίτον καὶ Οὐεσπασιανὸν Ῥωμαίων αὐτοκράτορας τὴν διὰ πυρὸς ὑπέμεινεν φθοράν, ἐφ᾽ ᾗ πάλιν δι᾽ αἰνίγματος τοὺς πάλαι ἄρχοντας τοῦ ἔθνους ἐπὶ θρήνους καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος· «ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν». τότε γοῦν καὶ γέγονεν ἡ Ἱερουσαλὴμ «ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ» γέγονεν «περιοχή», ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσιν, καὶ «πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται», ἀκολούθως τῇ προφητείᾳ. ἀλλὰ καὶ «ἀνθ᾽ ὧν κατωρχήσαντο» τοῦ ταῦτα θεσπίσαντος κυρίου, οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος.

οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ εἰς τὸν καθ᾽ ἡμᾶς χρόνον πᾶσαι αἱ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασιν διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγήν, ὑφ᾽ ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται. διό φησιν ἡ προφητεία· «καὶ κόψεται» φυλὴ κατὰ φυλήν, «φυλὴ οἴκου Δαβὶδ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς», καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ᾽ αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἱ οἰκίαι, καὶ αἱ γυναῖκες ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσιν τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσιν παρετάξατο ἐν αὐτοῖς; ἢ πότε ἔστησαν «οἱ πόδες αὐτοῦ» «ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν»; ἢ πότε γέγονεν «κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν», αὐτός τε εἷς κύριος ἐπὶ πάντας ἀνθρώπους, «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον»;

ταῦτα γὰρ οὐδ᾽ ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ᾽ οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐτῶν, ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται.

Ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ κατάντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ», τοῦτ᾽ ἔστιν τοῦ θεοσεβοῦς πολιτεύματος καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προφητείαν, «τὴν ἑορτὴν τῆς σκηνοπηγίας» ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὐτῶν ἐφ᾽ ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν δ᾽ ἂν αὗται αἱ κατὰ τόπον ἐκκλησίαι τοῦ Χριστοῦ. ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ᾽ ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης, εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων θεῷ ἐπιτελεῖν.

ὅτε τοίνυν καὶ ταῦτα τὰ πρόπαλαι τοῖς ἔθνεσιν προαναφωνηθέντα καθ᾽ ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοῦ Ἰουδαίων ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ ἱεροῦ καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προρρήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς θεωρεῖται, τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον βασιλέα τὸν Χριστὸν τοῦ θεοῦ ἐληλυθέναι ὁμολογεῖν, τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ᾽ ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων; 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. ἐπεγερθήσονται πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας».

καὶ ἑξῆς μετὰ πλεῖστα δι᾽ αἰνιγμάτων εἰρημένα ἐπιλέγεται· «τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι κύριον τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.» Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν.

εἰ μὲν οὖν μὴ τοὺς πατρῴους θεοὺς καταλιπόντες Αἰγύπτιοι καθ᾽ ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν θεὸν ἐπικαλούμενοι, εἰ μὴ καθ᾽ ὅλης τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται «τὰ χειροποίητα Αἰγύπτου», τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τῶν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ᾽ ἑκάστην πόλιν καὶ καθ᾽ ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίσταται, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφητῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλάνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο, ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ «τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους», ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται, διὰ τὸ μηκέθ᾽ ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρῶσθαι, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων, εἰ δ᾽ αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι δεῦρο θεωροῦνται οἱ τὴν Αἴγυπτον οἰκοῦντες οἱ μὲν τὸν θεὸν τῶν προφητῶν ἐπεγνωκότες καὶ δι᾽ αὐτὸν τοὺς πατρίους καταλελοιπότες θεούς, οἱ δὲ πρὸς τούτους στασιαστικῶς ἔχοντες, καὶ οἱ μὲν «τοὺς θεοὺς αὐτῶν» εἰσέτι νῦν ἐπικαλούμενοι «καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας» μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ᾽ ἑκάστην ἐκκλησίαν συστησάμενοι ἔν τε ταῖς θλίψεσιν καὶ τοῖς κατ᾽ αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα οὐδὲ τὰ ἑρπετὰ τῆς γῆς ὡς θεοὺς οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῷα ὁμοίως τοῖς αὐτῶν πατράσιν ἀλλὰ τὸν ἐπὶ πάντων θεὸν ἐπικαλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὐτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ εὐχὰς ἀλλ᾽ οὐκέτι τοῖς δαίμοσιν, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρηκέναι;

ἦν δὲ ταῦτα τοῦ κυρίου παρουσία εἰς Αἴγυπτον, οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ «νεφέλης κούφης» ἢ καὶ μᾶλλον «διὰ πάχους ἐλαφροῦ»· οὕτως γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν αἰνιττόμενον. τοῦτον δὴ οὖν αὐτὸν προϊὼν ἑξῆς ὁ λόγος ἄνθρωπον σωτῆρα ἀπεκάλεσεν, φήσας· «καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς». πάλιν γοῦν κἀνταῦθα τὸ Ἑβραϊκὸν «καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς» ἔχει. ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ᾽ οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας ἐθεσπίζετο.

Τοσαῦτα διὰ βραχέων καὶ τὰ περὶ τῶν χρόνων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους ἐπιφανείας συνῆκται· πλείονα δ᾽ ἄν τις ἐπὶ σχολῆς εὕροι καὶ τὰς λοιπὰς ἐκπεριιὼν γραφάς· ἡμεῖς γε μὴν τοῖς εἰρημένοις ἀρκεσθέντες μέτιμεν ἤδη καὶ ἐπὶ τὰς λοιπὰς προφητείας. διὸ τὰ οἰκονομηθέντα ἐν ἀνθρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προρρήσεων ἀναλεξόμεθα.