Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Θ΄: Η εμφάνιση του αστέρος και η μετάβαση του βρέφους Ιησού στην Αίγυπτο

Η εμφάνιση του νέου αστέρα στους μάγους εκπληρώνει την προφητεία του Βαλαάμ, ενώ η φυγή του βρέφους Ιησού στην Αίγυπτο σηματοδοτεί τη συντριβή της ειδωλολατρικής δεισιδαιμονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 26 από 31

〈Τάδε ἔνεστιν ἐν τῷ ἐνάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 Περὶ τῶν κατὰ τὴν ἐνανθρ〈ώ〉πησιν αὐτοῦ πραχθησομένων· ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν· αʹ. Ἀπὸ τῶν Ἀριθμῶν. βʹ. Ἀπὸ τοῦ Ἡσαΐου.

γʹ. Ἀπὸ τῶν Ἀριθμῶν. δʹ. Ἀπὸ τοῦ Ὠσηέ. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ϛʹ. Ἀπὸ τοῦ αὐτοῦ. ζʹ. Ἀπὸ Ψαλμοῦ ϟʹ. ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. θʹ. Ἀπὸ Ψαλμοῦ ξζʹ. ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιαʹ. Ἀπὸ τοῦ Δευτερονομίου. ιβʹ. Ἀπὸ τοῦ Ἰώβ.

ιγʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιδʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιϛʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιζʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ.

Λόγος θʹ. Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ᾽ ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὗ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγγράμμασιν διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ᾽ αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ᾽ Ἑβραίοις προαναπεφώνητο. τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι᾽ αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται.

Πρῶτον οὖν ἁπάντων, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρῶν ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τρόπον· 〈Ἀπὸ τῶν Ἀριθμῶν〉. [Μωσῆς ἐν Ἀριθμοῖς περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος·] «φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδών, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.»

Ἐπὶ ταύτῃ φασὶν τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαάμ (σεσῶσθαι γὰρ αὐτήν, ὡς καὶ ἦν εἰκός, παρ᾽ αὐτοῖς), ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινα παρὰ τοὺς συνήθεις ἀστέρα[ς] κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον, σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστινῶν ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ 〈τοῦ〉 φανέντος ἀστέρος σημαινομένου βασιλέως.

Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος, λέγων· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ». ὅτε καὶ παραπεμφθέντες εἰς Βηθλεὲμ «ἐπορεύθησαν, καὶ ἰδοὺ» πάλιν ὁ αὐτὸς «ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ».

Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι, συνιδεῖν ἄξιον· θραῦσιν ἀρχηγῶν Μωάβ, καὶ προνομὴν υἱῶν Σήθ, καὶ τῶν γε λοιπῶν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Ἐδὼμ καὶ Ἠσαῦ. τί δὲ ᾐνίξατο διὰ τούτων ἢ διὰ μὲν τῶν ἀρχηγῶν Μωὰβ τὴν τῶν ἀοράτων ἀρχόντων καθαίρεσιν, αὐτῶν δὴ τῶν πάλαι παρὰ τοῖς Μωαβίταις θεολογουμένων δαιμόνων; ἀλλ᾽ οὐχ ἑτέρων ἐμνήσθη, διὰ τὴν εἰδωλολατρίαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε «ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ» (δαίμων δὲ ἦν οὗτος, ὡς θεὸς παρὰ τῷ βασιλεῖ Μωὰβ τῷ Βαλὰκ τιμώμενος).

ἐπεὶ οὖν νενίκητο ὁ Ἰσραὴλ κατὰ τοῦτο τοῦ καιροῦ πρὸς τῶν ἀοράτων ἀρχόντων τοῦ Μωάβ, λέγω δὲ τῶν παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν (εἰδωλολάτρησαν γοῦν καὶ «προσεκύνησαν» τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφή· «καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ», δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν), ὅτε καὶ ἐξεπόρνευσαν εἰς τὰς Μωαβίτιδας, εἰκότως τὸ μέλλον ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει ἡγεμόνας Μωάβ»· ὡσεὶ σαφέστερον ἔλεγεν, τοὺς μεγαλαυχήσαντας κατὰ τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, ὧν θραυσθέντων τοὺς «υἱοὺς Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. «καὶ ἔσται» γάρ φησιν, «Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ». οἱ γὰρ πάλαι ἐχθροὶ τοῦ θεοῦ καὶ τοῦ Ἰσραήλ, φησί, γενήσονται κληρονομία τοῦ προφητευομένου. αὐτὸς γὰρ ἦν ᾧ εἴρητο πρὸς τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ· «αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». ὧν εἰς τὸν κλῆρον τῶν ἁγίων μεταστάντων, τἀναντία τῷ Ἰσραὴλ ἔσεσθαι θεσπίζει.

φησὶν γοῦν· «καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ». τί δὲ ἐποίησεν ἐν ἰσχύϊ 〈ἢ〉 τὴν πάντων μεγίστην ἀσέβειαν; διὸ «ἐξεγερθήσεται» ἀπ᾽ αὐτῶν καὶ ἐξαναστήσεται. τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ θεοῦ λόγος, ὃς καὶ ἀπώλεσεν «σωζόμενον ἐκ πόλεως»; οἶμαι δὲ τὴν Ἱερουσαλὴμ αἰνίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐτῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων.

Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας τῆς τε προφητικῆς προρρήσεως καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως ὧδέ πως ἐχέτω τέλους. τί δ᾽ ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος, συνιδεῖν ἄξιον. «εἰς σημεῖά» φησιν ὁ Μωσῆς καὶ «εἰς καιροὺς» τεθεῖσθαι τοὺς πάντας «ἐν τῷ στερεώματι» ὑπὸ τοῦ θεοῦ ἀστέρας. ξένος δὲ ἦν καὶ οὐ συνήθης οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου «φωστῆρος» ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστήρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο. ἐπειδὴ γὰρ καθ᾽ ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου γραφῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βούλεται παιδεύειν, μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σῴζεσθαι ἐν μέρει τῶν ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας πρόρρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ. γίνονται μὲν οὖν καὶ ἐφ᾽ ἑτέρων ἐπιδόξων καὶ ἐπιφανῶν ἀνδρῶν ξενιζόντων ἀστέρων ἐκλάμψεις, οἷον τῶν καλουμένων παρά τισιν κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις πράγμασιν ἐξ ἔθους ἀναφαινομένων.

ἀλλὰ τί γὰρ κρεῖττον ἢ μεῖζον τῷ παντὶ κόσμῳ γένοιτ᾽ ἄν ποτε οἷον τὸ διὰ τῆς σωτηρίου ἐπιφανείας πᾶσιν ὑπάρξαν ἀνθρώποις νοερὸν φῶς, εὐσεβείας καὶ θεογνωσίας ἀληθοῦς κατάληψιν λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστήρ, μέγαν καὶ νέον φωστῆρα ἐπιλάμψαντα τῷ παντὶ κόσμῳ τὸν Χριστὸν τοῦ θεοῦ πᾶσιν αἰνιττόμενος.

Κατὰ τὸ αὐτὸ δὲ ἡ προφητεία ἄνθρωπον ὁμοῦ καὶ ἀστέρα θεσπίζει δι᾽ ὧν φησιν· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ», τὸν μὲν οὐράνιον φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ ἐν ἑτέροις «ἀνατολὴν» ὁμοῦ καὶ «φῶς» καὶ «ἥλιον δικαιοσύνης» ἀποκαλεῖ, ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν. εἶτα τὸ μὲν θειότερον αὐτοῦ, ἅτε φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τῷ τῆς ἀνατολῆς ἐπεφήμισεν προσρήματι, φήσας· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ», τὸν δὲ ἄνθρωπον διὰ τὸ συμβὰν περὶ αὐτὸν πάθος ὡς ἂν πεπτωκότα «ἀναστήσεσθαι» θεσπίζει, ὁμοίως οἷς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησιν· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσ〈σ〉αὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν». καὶ σαφές γε, τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἡμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν (τοῦτ᾽ ἔστιν ἀπὸ τοῦ ἐκ περιτομῆς λαοῦ), πᾶσι τοῖς ἔθνεσιν, ἀλλ᾽ οὐχὶ τῷ Ἰακὼβ ὅθεν καὶ προῆλθεν, ἐξέλαμψεν. τοῦτο δὲ καὶ ἀπὸ πλείστων ἑτέρων πάρεστιν ἐκλαβεῖν προφητειῶν, ὡς πρὸς αὐτὸν φασκουσῶν τὸν Χριστὸν «ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν», οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν τοῦ Βαλαὰμ λόγων, δι᾽ ὧν φησιν· «ἐξελεύσεται ἐκ τοῦ σπέρματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν». τίνος δὲ ἐκ σπέρματος ἢ τοῦ Ἰσραήλ, ὡς ἡ σύμφρασις παρέστησεν;

καὶ δὴ κυριεύσας ἐθνῶν ὁ τοῦ σωτῆρος ἡμῶν λόγος ἀκολούθως τῇ προφητείᾳ τὰς πάλαι πρότερον αὐτῶν ἀρχούσας ἀοράτους καὶ μοχθηρὰς δυνάμεις καθεῖλεν, καὶ «τὰ πνευματικὰ τῆς πονηρίας», τό τε στῖφος τὸ δαιμονικόν, «ἀρχηγοὺς Μωὰβ» καὶ «Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» τροπικώτερον ἐν τοῖς μετὰ χεῖρας ὠνομασμένα. ἀσαφῶς δὲ κείμενον παρὰ τοῖς ἑβδομήκοντα τὸ «δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει», σαφέστερον ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὄψομαι αὐτόν, καὶ οὐ νῦν, προσκοπῶ αὐτόν, ἀλλ᾽ οὐκ ἐγγύς», ὁ δὲ Σύμμαχος λευκότερον, φήσας· «ὁρῶ αὐτόν, ἀλλ᾽ οὐκ ἐγγύς». λέγοιτο δ᾽ ἂν ταῦτα ὑπὸ τοῦ Βαλαὰμ ὡς μακροῖς ὕστερον μετ᾽ αὐτὸν χρόνοις μελλόντων ἐπιτελεσθήσεσθαι τῶν δηλουμένων· μετὰ γοῦν δισχιλιοστὸν ἔτος τῆς προρρήσεως ἐπληροῦτο ταῦτα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίας. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.» Τὸ δ᾽ αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι.

οὗτοι δὲ καὶ ὑπὸ τῆς ἐνθέου γραφῆς ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς γεγονέναι μεμαρτύρηνται, καὶ ὅ γε παλαιὸς αὐτῶν βασιλεὺς ὁμολογῶν μὴ εἰδέναι τὸν κύριον ἀναγέγραπται, ὅτε δὴ ἔφασκεν «οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». τὸ δὴ οὖν μέγα θαῦμα τῆς ἐνθέου τοῦ Χριστοῦ δυνάμεως παραστῆσαι βουλόμενος ὁ λόγος, θεσπίζει τοῦ κυρίου τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ᾽ ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς· «καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον», οἱ πρὶν μὴ εἰδότες αὐτόν, «καὶ εὔξονται τῷ κυρίῳ εὐχάς», καὶ τὰ τούτοις παραπλήσια. ἀνωτέρω μὲν οὖν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ «κληρονομία» τοῦ θεσπιζομένου «Ἐδὼμ» καὶ «Ἠσαῦ» ἐλέγετο, τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ οὕτω σημαινομένων· ἐνταῦθα δὲ ἡ Αἴγυπτος καὶ ὁ τῆς Αἰγύπτου λαὸς οὐκέτι τῶν εἰδώλων ἀλλ᾽ αὐτοῦ τοῦ παρὰ τοῖς Ἰουδαίων προφήταις θεολογουμένου κυρίου θεσπίζεται.

ἅπερ εἰ μὲν μὴ ὄψει συντελούμενα θεωρεῖται, οὐκ ἔστιν εἰπεῖν τὴν θεσπιζομένην ἄφιξιν τοῦ κυρίου εἰς τὴν Αἴγυπτον γεγονέναι· εἰ δὲ ὑπὲρ πάντα λόγον ἡ ἀλήθεια μαρτυρεῖ τοῖς πράγμασιν καὶ τοῖς ἀγνωμονεστάτοις ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαραδότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα προαναφωνησάντων προφητῶν καὶ τοῦτον μόνον σέβοντας καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει.

Ἔστι μὲν οὖν καὶ ἄλλως τὸν λόγον αἰνίττεσθαι τροπικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει τὸν κύριον «ἐπὶ νεφέλης κούφης» ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος, «χειροποίητα» δὲ «Αἰγύπτου» σεισθήσεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττωμένους πάντας, τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους. πλὴν ἀλλὰ καὶ σωματικῶς τοῦ σωτῆρος ἡμῶν ἐπικομισθέντος τῇ Αἰγυπτίων χώρᾳ, ὅτε κατὰ τὸν χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβεν τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ᾽ ἐν τοῖς ἑξῆς ἐπιλεγόμενα, αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγματείας, ἐπ᾽ οἰκείας σχολῆς ἑρμηνεύσομεν. 〈Ἀπὸ τῶν Ἀριθμῶν〉. «

Φησὶν Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ· ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν· καὶ ὡς αἱ σκηναί, ἃς ἔπηξεν κύριος, ὡσεὶ κέδροι παρ᾽ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ᾽ Αἰγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει, λέγων· «θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου».

μόνος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας ἔχειν ἐπ᾽ αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν, ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους «ἐξελεύσεταί» τις «ἄνθρωπος» «καὶ κυριεύσει ἐθνῶν πολλῶν». ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι, τῶν πώποτε παρ᾽ Ἑβραίοις ἐνδόξων, πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ᾽ οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοῦ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσεν καὶ εἰσέτι νῦν κυριεύει «ἐθνῶν πολλῶν». αὐτὸς ἄρα οὗτος ἐκεῖνος ἦν καὶ οὐδ᾽ ἄλλος, ὃν ἡ προφητεία προηγόρευσεν, καθ᾽ ὃν καὶ «ἡ Γὼγ» ὑψώθη «βασιλεία», τῆς Χριστοῦ δυνάμεως συναυξούσης. τοῦτον δ᾽ ἐνταῦθά φασιν αἰνίττεσθαι καθ᾽ Ἑβραίους τὸν τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία.

μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιήλ, «ἄρχοντα Ῥὼς Μοσὸχ καὶ Θοβὲλ» ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικεν, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὸχ τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστίν, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν, 〈ὡς〉 ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας. ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ «θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου», ὅτε κατὰ τὸν Ματθαῖον, ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ, «χρηματισθεὶς» ὁ Ἰωσὴφ «παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ». «Δόξα» δὲ «μονοκέρωτος αὐτῷ» τῷ Χριστῷ παρῆν, διὰ τὸ «ἐν αὐτῷ» εὐδοκηκέναι κατοικῆσαι «πᾶν τὸ πλήρωμα τῆς θεότητος», κατὰ τὸν ἱερὸν ἀπόστολον. διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὐτοῦ, «μονόκερως» καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη.

ὁ δ᾽ αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὐτοῦ βέλεσιν τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὐτῷ διάβολον πάσας τε τὰς ἀ〈μ〉φ᾽ αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν «τὰ πάχη» καὶ «τὸ φρόνημα τῆς σαρκὸς» λεπτύνων ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει.

Ἀλλὰ καὶ «κατακλιθεὶς» αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, «ἀνεπαύσατο», φησίν, «ὡς λέων», οὕτω δηλῶν ἣν ἀνεδέξατο οἰκονομίαν, καθ᾽ ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου· πάντες τε οἱ τὸν Χριστὸν «εὐλογοῦντες», λόγῳ τε καὶ βίῳ σεμνύνοντες τὴν ἀρετὴν τοῦ διδασκάλου, τῆς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν», ἀληθέστερον ἐπ᾽ αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς, ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ᾽ αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὐτῶν συνεδρίοις ἀρώμενοι τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ᾽ ἑαυτῶν ἐπεσπάσαντο. διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες.

Ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν. ὡς γὰρ ἐνταῦθα εἴρηται «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» (δῆλον δ᾽ ὅτι τοῦ Ἰακώβ), οὕτως κἀκεῖ «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης» εἴρητο ὑπ᾽ αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον. καὶ ὡς ἐπὶ τοῦ παρόντος λέγεται τὸ «καὶ κυριεύσει ἐθνῶν πολλῶν», ὁμοίως καὶ ἐν ἐκείνοις τὸ «καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». καὶ πάλιν ἐνταῦθα μὲν «ἔδεται», φησίν, «ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν», ὡσαύτως δὲ καὶ ἐν ἐκείνοις «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου» ἐλέγετο. καὶ τὸ «σκύμνος λέοντος, Ἰούδα» καὶ τὸ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» ἐν ἐκείνοις εἰρημένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης· «κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν;» Ταῦτα δὲ εἰκότως εἰς ταυτὸν συνηγάγομεν, ἵν᾽ ὥσπερ «ἐπὶ στόματος δύο μαρτύρων» τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν. πάντα δ᾽ οὖν τὰ εἰς τὴν τοῦ Ἰακὼβ πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα.

εἰ δὴ οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν. 〈Ἀπὸ τοῦ Ὠσηέ〉. «Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται. ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου Ἱεροβοάμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτω ποιήσω ὑμῖν, οἶκος Ἰσραήλ, ἀπὸ προσώπου τῶν ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραήλ, διότι νήπιος Ἰσραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.» δουλεύσας τῷ Ἑβραϊκῷ, «ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου» ἐξέδωκεν ὁ Ἀκύλας.

Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐπεσημειωσάμην, ἐπείπερ καὶ ὁ Ματθαῖος τέθειται τὴν προφητείαν, ὁπηνίκα εἰς Αἴγυπτον διακομισθῆναι τὸν Ἰησοῦν κἀκεῖθεν ἐπανελθεῖν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐδήλου. εἰ δὲ ἐπιμέμφοιτό τις τῇ εἰς Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ λόγον αὐτὴν γεγονέναι. οὔτε γὰρ ἐπισχεῖν τὸν Ἡρώδην τῆς αὐτοπροαιρέτου κακίας προσῆκον ἦν οὔτ᾽ αὖ βρέφος ἔτ᾽ ὄντα τὸν σωτῆρα τῶν θαυμάτων ἀπάρξασθαι καὶ πρὸ καιροῦ τὴν θείαν ἐπιδείκνυσθαι δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβουλεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν. ἀλλὰ γὰρ ἦν τῆς κρείττονος οἰκονομίας ἐπὶ καιροῦ τοῦ προσήκοντος τῶν τῆς θεότητος ἀπάρξασθαι θαυμάτων. ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ᾽ ὅτε «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤγετο, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος», πῶς εἰκὸς ἦν τὸν τοιοῦτον δεῖν ἐν παιδίῳ μὴ οὐχὶ ὑποχωρῆσαι τῇ τοῦ Ἡρώδου κακίᾳ; ᾧ καὶ ἐν ἀνδρὶ τὸ ἀναχωρεῖν καὶ τοὺς πονηροὺς ἐκκλίνειν μεμαρτύρηται ἐπικρύπτεσθαί τε καὶ ὑποφεύγειν τὸν ἐπὶ ταῖς παραδοξοποιίαις ἔπαινον· παρῄνει γοῦν τοῖς ὑπ᾽ αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν.

Εἰ δ᾽ ἐπὶ τὸν λαὸν τὴν προφητείαν ἀναφέροι τις, φάσκων περὶ τοῦ ἐκ σπέρματος τοῦ Ἰσραὴλ λαοῦ εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ, ταῦτα ἔσεσθαι φησάσῃ μετὰ τὸ εἰπεῖν ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλήμ· «καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται», καὶ ἅπερ, φησίν, ὁ τοιόσδε «ἄρχων» πέπονθεν κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ «μητέρα ἐπὶ τέκνοις ἠδάφισαν», τὰ παραπλήσια καὶ «ὑμῖν» αὐτοῖς «ποιήσω» διὰ τὰς κακίας ὑμῶν («ὑμῖν» δὲ τίσιν ἢ τοῖς καλουμένοις Ἰσραηλίταις;), οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμῶν (τὸν Ἡρώδην αἰνιττόμενος). καὶ ταῦτά γε πάντα πεπόνθατε, «διότι παῖς», φησίν, «Ἰσραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἀπ᾽ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου». πῶς γὰρ οἷόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ᾽ ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων τὴν θεωρίαν· Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ᾽ ἑτέρας ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης.

ἐπειδὴ τοίνυν οὗτος, φησίν, ὑπήκοός μοι γενόμενος «μορφὴν δούλου» εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοί, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλήν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς 〈νοητῆς〉 Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν (οὕτω δηλουμένου τοῦ περιγείου τόπου), ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον 〈καὶ〉 ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμᾶς δέ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται. ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή.