Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Θ΄: Το κήρυγμα του Ιωάννου του Προδρόμου και οι πειρασμοί του Σωτήρος

Το κήρυγμα της μετανοίας από τον Ιωάννη τον Πρόδρομο στην έρημο του Ιορδάνη προετοιμάζει τον λαό, ενώ ο Σωτήρας κατανικά τις δαιμονικές δυνάμεις στους πειρασμούς κατά τον 90ό Ψαλμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 27 από 31

Πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλὰ 〈τά〉 γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα (ἣν καὶ ἀρτίως διεληλύθαμεν, τὸ «ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου» διηγούμενοι), ἐπεὶ μηδ᾽ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προφητείας εἰλῆφθαι αὐτῷ τὸ λόγιον ἔφησεν, ... ὡς δύνασθαι καί ποθεν ἐπιζητήσαντας εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ὅτι κύριος ἐλάλησεν.» Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας», καὶ τῶν τούτῳ συναριθμουμένων. «ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ»· ὃς ἐλθὼν «εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσεν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν».

τούτοις δ᾽ οὖν ὁ εὐαγγελιστὴς ἐπιμαρτυρεῖ, λέγων· «καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου», καὶ τὰ ἑξῆς. τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ τῆς ἐρήμου κηρύσσουσα, ἢ «τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ», ὡς ἑρπετοῖς ἐρήμου τυγχάνουσιν, οἰκείως τὸ «γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς»; πάλιν τε αὖ τὰς σκολιὰς ψυχὰς «εἰς εὐθείας» καὶ τὰς τραχείας «εἰς ὁδοὺς λείας» μετασκευάζουσα ἔφασκεν τοῖς αὐτοῖς· «ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας». καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν «δόξαν» κυρίου, καὶ τὸ καλούμενον «σωτήριον τοῦ θεοῦ», οὐκ ἄλλον ὄντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων· «ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί». ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν· «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν».

τὸν αὐτὸν δὲ εἶναι «τὸ σωτήριον τοῦ θεοῦ» καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν». οἷς συνᾴδει καὶ ὁ προφήτης εἰπών· «καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ» (τὸ γὰρ «πᾶσα σὰρξ» ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν). ὅπως δὲ ταῦτα τέλους ἔτυχεν καὶ τὰ ἔθνη τὸν Χριστὸν ἐπέγνω τοῦ θεοῦ, μακρῶν οὐ δεῖ λόγων. καὶ τὰ μὲν ῥητὰ τοῦτον ἐπληροῦτο τὸν τρόπον.

Τί δ᾽ ἦν τὸ αἴτιον τοῦ μὴ ἐν πόλεσιν μηδ᾽ ἐπ᾽ αὐτῆς τῆς Ἱερουσαλήμ, ἀλλ᾽ ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα κηρύττειν; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποιηκέναι. ἀλλ᾽ ὁ ἀκριβῶς εὐθέως ἐξετάζων, αὐτή γε ἡ προφητεία τί ποτ᾽ ἄρα σημαίνειν βουλομένη τὴν ἔρημον καὶ τὰ κατ᾽ αὐτὴν ἐδήλου, πεύσεται. πρὸς ὃν φήσομεν, ὅτι καὶ τοῦτο σημεῖον ἦν καθαιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου τῆς τε κατὰ τὸν Μωσέως νόμον λατρείας, ὅτε μηκέτ᾽ αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο, ἀλλὰ διὰ καθάρσεως λουτροῦ, ἐπὶ τῆς πάλαι διψάδος καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται «τὴν ὁδὸν κυρίου», τὰς μὲν κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς ἐπαρθήσεσθαι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ᾽ αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινωθήσεσθαι θεσπίζουσα. ὧν ἐπιτελεσθέντων φησί· «πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ», δῆλον δ᾽ ὅτι πᾶσα ἡ ἐν σαρκὶ ἐπὶ γῆς ἀναστρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δείκνυται.

Ζητῶν δὲ παρ᾽ ἐμαυτῷ τί ἄρα ἦν τὸ ἐκπλῆξαν τοὺς πολλοὺς ἐν τῷ Ἰωάννῃ, ὡς θαυμάσαι αὐτὸν καὶ κηρύττοντι «βάπτισμα μετανοίας» πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολήν, πᾶσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος, οὔτε γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλ᾽ οὐδὲ τῆς κοινῆς μετεῖχεν τροφῆς· γέγραπται γοῦν, ὡς ἐκ τῆς τοῦ παιδὸς ἡλικίας «ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ»· ἀλλὰ καὶ «τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλων πεποιημένον, ἡ δὲ τροφὴ αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον». μή πη οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς 〈καὶ〉 ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον, ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ᾽ ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ τὸν μηδὲ ἐν χρείᾳ τροφῆς γινόμενον;

διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον κατὰ τὸ «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου»· κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφῆς Μάρκος ὁ εὐαγγελιστής. καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ λέγων· ἦλθεν ὁ Ἰωάννης πρὸς ὑμᾶς μήτε ἐσθίων μήτε πίνων, «καὶ λέγετε, δαιμόνιον ἔχει»· τοὺς γὰρ ἀπιστοῦντας καὶ πρὸς τἀληθῆ δυσχερεῖς καὶ δυσενδότους εἰκὸς ἦν διὰ τὸν εἰρημένον τοῦ Ἰωάννου βίον τοιαῦτα αὐτὸν βλασφημεῖν, ὡς ἔμπαλιν τοὺς συνῃσθημένους τῆς κατ᾽ αὐτὸν ἀρετῆς ἄγγελον ὑπολαμβάνειν. ταῦτα γοῦν ἡγοῦμαι τοῖς τὸν Ἰωάννην ὁρῶσιν θαῦμα περὶ αὐτοῦ παρασχεῖν· διὸ καὶ συνέτρεχον πανταχόθεν ἐπὶ τὴν δι᾽ αὐτοῦ κηρυττομένην τῆς ψυχῆς κάθαρσιν. μέμνηται δὲ τῆς κατ᾽ αὐτὸν ἱστορίας Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον· «τισὶν δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης, ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φαίνεσθαι.» 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «

Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου.» οἷς ἐπιλέγει· «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ».

Καὶ ταῦτα διὰ τῶν τοῦ σωτῆρος ἡμῶν προφανῶς παραδόξων ἔργων ἐπληροῦτο μετὰ τὸ Ἰωάννου κήρυγμα. ὅρα τοιγαροῦν ὅπως τὴν ἔρημον εὐαγγελίζεται, οὐχ ἁπλῶς οὐδὲ τὴν τυχοῦσαν ἀλλ᾽ ἐκείνην ἀφωρισμένως καὶ μόνην τὴν παρὰ τῷ Ἰορδάνῃ ποταμῷ, ἐπειδήπερ παρὰ ταύτῃ διατρίβων ὁ Ἰωάννης ἐβάπτιζεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα· «ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων», «καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ». τὴν μὲν οὖν ἔρημον τῆς πάλαι πάντων τῶν κατὰ θεὸν ἀγαθῶν ἐρήμου, λέγω δὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, σύμβολον περιέχειν ἡγοῦμαι, τὸν δὲ ποταμὸν τὸν ἐπὶ τῆς ἐρήμου καθαίροντα πάντας τοὺς ἀπολουομένους ἐν αὐτῷ καθαρσίου τινὸς εἶναι κατὰ διάνοιαν θεωρουμένου εἰκόνα, περὶ οὗ διαλαλοῦσιν αἱ γραφαὶ λέγουσαι· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». σημαίνει δὲ τοῦτο τὴν ἀέναον ἐπιρροὴν τοῦ θείου πνεύματος ἄνωθεν πηγάζοντος καὶ τὴν τοῦ θεοῦ πόλιν ἄρδοντος (οὕτω καλουμένης τῆς κατὰ θεὸν πολιτείας). οὗτος δὴ οὖν ὁ ποταμὸς τοῦ θεοῦ καὶ μέχρι τῆς ἐρήμου κατελήλυθεν, δηλαδὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτῃ τῶν ἐν αὐτῷ ζωτικῶν ναμάτων εἰσέτι νῦν ἐπιχορηγεῖ.

Πρὸς τούτοις ἡ προφητεία τῇ δηλωθείσῃ ἐρήμῳ δοθήσεσθαί φησιν τὴν δόξαν τοῦ Λιβάνου καὶ τὴν τιμὴν τοῦ Καρμήλου. τίς δὲ ἔστιν «ἡ δόξα τοῦ Λιβάνου» ἢ ἡ διὰ θυσιῶν κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένη λατρεία, ἣν παραιτησάμενος ὁ θεὸς διὰ τῆς λεγούσης προφητείας «ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε», καὶ «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν», ἐπὶ τὴν ἔρημον τοῦ Ἰορδάνου μετατέθεικεν τὴν δόξαν τῆς Ἱερουσαλήμ, τῆς κατ᾽ εὐσέβειαν ἀγωγῆς οὐκ ἐπὶ Ἱερουσαλὴμ ἀλλ᾽ ἐπὶ τῆς ἐρήμου συντελεῖσθαι ἀρξαμένης ἀπὸ τῶν Ἰωάννου χρόνων. ὡσαύτως δὲ καὶ «ἡ τιμὴ» τοῦ νόμου τῶν τε κατ᾽ αὐτὸν σωματικώτερον νενομοθετημένων δέδοται τῇ ἐρήμῳ τοῦ Ἰορδάνου διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ὅτι μηκέτ᾽ ἐπὶ τῆς Ἱερουσαλὴμ προσέφευγον οἱ τῆς κατὰ ψυχὴν θεραπείας δεόμενοι, ἀλλ᾽ ἐπὶ τὴν ὀνομαζομένην ἔρημον, τῆς ἐν αὐτῇ κηρυττομένης ἀφέσεως τῶν ἁμαρτημάτων ἕνεκεν. οἶμαι δὲ καὶ τοῦ σωτῆρος ἡμῶν τὴν ἐπὶ τὸ βάπτισμα παρουσίαν δηλοῦσθαι διὰ τοῦ «καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ». τότε γὰρ καὶ ὤφθη τοῦ σωτῆρος ἡμῶν ἡ δόξα, ὅτε «βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος, καὶ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστεράν, καὶ μένον ἐπ᾽ αὐτόν», ὅτε καὶ «φωνὴ ἐκ τῶν οὐρανῶν» ἠκούσθη «λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα».

ἀλλὰ καὶ πᾶς ὁ γνησίως ἐπὶ τὸ τοῦ λουτροῦ παριὼν μυστήριον, τὴν περὶ τοῦ Χριστοῦ παραλαβὼν θεολογίαν, τὴν δόξαν αὐτοῦ θεάσεται, λέξων ἂν ὁμοίως τῷ Παύλῳ· «εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν». 〈Ἀπὸ Ψαλμοῦ〉 ϟʹ. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου· ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτὸν ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους· ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σύ, κύριε, ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα[ν] σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.»

Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ᾽ ὃ ἐνηνθρώπει ἐπινοούμενος «ὁ κατοικῶν» λέγεται «ἐν βοηθείᾳ τοῦ ὑψίστου», «ἐν σκέπῃ τοῦ θεοῦ» καὶ πατρὸς αὐλιζόμενος. οὗτος δὴ οὖν μόνον τὸν πατέρα καὶ οὐδ᾽ ἕτερον καταφυγὴν ἐν τῷ καιρῷ τοῦ κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν παγίδων τῶν ἀντικειμένων δυνάμεων, «θηρευτῶν» νῦν ὀνομαζομένων, ὁπηνίκα οἷά τις κοινὸς ἄνθρωπος «ἀνήχθη εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου», «καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν», ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, «μετὰ τῶν θηρίων». ποίων δὲ τούτων ἢ ὧν μνημονεύει ὁ μετὰ χεῖρας ψαλμός, πρὸς τὸν «ἐν βοηθείᾳ τοῦ ὑψίστου» κατοικοῦντα λέγων· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα»; οὐ μόνον δὲ ἀπὸ τούτων ῥυσθήσεσθαι τὸν αὐτόν, ἀλλὰ «καὶ ἀπὸ λόγου ταραχώδους» φησίν. τίς δ᾽ ἂν εἴη καὶ οὗτος ἢ ὅνπερ αὐτῷ προύτεινεν ὁ πειράζων κατὰ τὸ ἱερὸν εὐαγγέλιον;

Τὸ δ᾽ αἴτιον τοῦ πειράζεσθαι τὸν τηλικοῦτον σωτῆρα ἡμῶν σκοπῆσαι ἄξιον. μέλλων ἐξ ἀνθρώπων «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» τά τε ἐνοχλοῦντα πνεύματα καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐξ αἰῶνος μακροῦ τῶν ἐπὶ γῆς πάντων διὰ τῆς πολυθέου δεισιδαιμονίας κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις ἄρχουσιν δι᾽ οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ δαιμονικοῦ στίφους παρελθών, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας «λέοντα καὶ δράκοντα», καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, «ἀρχάς» τε καὶ «ἐξουσίας», καὶ δὴ καὶ τοὺς λεγομένους «κοσμοκράτορας τοῦ σκότους τούτου», τά τε «πνευματικὰ τῆς πονηρίας», πάντα δὴ οὖν ταῦτα τὸ μηθὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον «τῷ λόγῳ τοῦ στόματος αὐτοῦ» μακρὰν ἀποσοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντικειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσιν προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν παρῄει.

διὸ καὶ ὁρῶντες αὐτὸν οἱ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ;» Ταῦτα μὲν οὖν περὶ τῶνδε. τὰ δ᾽ ἑξῆς τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ τοῦ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι» δηλονότι ὁ ὕψιστος, «καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ». καὶ ἐπειδήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ «ἀπὸ βέλους πετομένου ἡμέρας», καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτὶ «ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου», περὶ δὲ τῶν ἐν ἡμέρᾳ «ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ». εἶτ᾽ ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτόν, 〈καὶ〉 αἱ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κραταιότερα μέρη τὰ δεξιά, εἰκότως αὐτῷ ἐπιλέγεται· «πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ», «κλίτους» ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος «τοῦ ἀριστεροῦ», τῷ μηδὲν σκαιὸν μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ.

καὶ ἐπειδὴ ὅλη μυριὰς ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, εἰκότως ἐπὶ τούτοις ἑξῆς εἴρηται· «πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει».

Καὶ ἔσται ταῦτα, φησίν, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ἐπειδήπερ σὺ αὐτός, ὦ «κύριε», ὃς τυγχάνεις ὢν ἡ ἐμὴ «ἐλπίς», «τὸν ὕψιστον ἔθου καταφυγήν σου». ἔνθα καὶ ἐπιστήσεις, τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα, θεὸν ὕψιστον. διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξει σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου».

καὶ ἐπιμελῶς γε τήρει, τίνα τρόπον ἐν τῷ «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου» τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», μονονουχὶ λέγων ὅτι σὺ αὐτός, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδώς, ἐκεῖνον αὐτὸν «ἔθου καταφυγήν σου». ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ ψαλμοῦ περὶ τοῦ αὐτοῦ «ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν». ἐπειδὴ τοίνυν σύ, ὦ κύριε, «τὸν ὕψιστον ἔθου καταφυγήν σου», τούτου χάριν αὐτὸς ὁ ὕψιστος, φησί, «ῥύσεταί» σε «ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι». διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ» οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλ᾽ οὐδὲ ἐκ τῶν ἑξῆς ἐπιφερομένων.

ἐπεὶ γὰρ «σύ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διὰ τοῦτο «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου». «μάστιγας» δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκηνώματι τοῦ Χριστοῦ, τουτέστιν τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησιν. πῶς γάρ, ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνεν; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσεν τῷ κυρίῳ καὶ ηὔξατο τῷ θεῷ Ἰακώβ, λέγων· «εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ». καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο 〈τὸ〉 «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», καὶ τὸ «αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ τὸ «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου», καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε», καὶ τὸ «ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσοι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ ὅπερ δι᾽ ἡμᾶς ἀνείληφεν, ὅτε «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν».

δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς· ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν· «ὅτι σύ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου. οὐ μεταχθήσεται πρὸς σὲ κακά, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου», ὁ δὲ Σύμμαχος· «σὺ γάρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου. οὐ κατισχύσει σου κακόν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς». οὐκοῦν διὰ τούτων αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάσ〈σ〉ειν σε ἐν πάσαις ταῖς ὁδοῖς· ἐπὶ χειρῶν ἀροῦσί σε» (δηλαδὴ σὲ τὸν κύριον), «μήποτε» σὺ ὁ κύριος «προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται, ὅτε παραλαβὼν αὐτὸν «εἰς τὴν ἁγίαν πόλιν, ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». πρὸς ὃν ὁ κύριος ἡμῶν ἀποκριθεὶς εἶπεν· «γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου».