Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Θ΄: Η δράση στη Γαλιλαία, τα θαύματα και η είσοδος στα Ιεροσόλυμα

Το έργο του Ιησού στη Γαλιλαία των εθνών, οι ιάσεις, τα θαύματα και η ταπεινή αλλά θριαμβευτική είσοδος στα Ιεροσόλυμα ως εκπλήρωση συγκεκριμένων παλαιοδιαθηκικών προρρήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 28 από 31

Εἶτ᾽ ἐπεὶ ἐν τῷ πειρασμῷ «μετὰ τῶν θηρίων» κατὰ τὸν εὐαγγελιστὴν διέτριβεν, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ ψαλμοῦ προφητεία, τὰ εἴδη τῶν θηρίων αἰνιττομένη, φησίν· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα». αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον καὶ τὰς μετ᾽ αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται. τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῷ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὐτοῦ «τὴν ἐξουσίαν» αὐτὸς «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων» δωρεῖται, οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο. μόνου γὰρ ἦν αὐτοῦ τὸ τὰς χείρους ἐν πονηρίᾳ δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾽ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφ〈ρ〉αινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.

διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ᾽ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, ἐξουσιαστής, θεὸς ἰσχυρός, πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Πρὸς ἅπασι τοῖς ἄλλοις ἐπληροῦτο καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ὅτε κατὰ τὸν θαυμαστὸν εὐαγγελιστὴν «ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε» γοῦν «ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν», ὅτι «ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.

παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς, καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, κοικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας.» Ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν, τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελ〈λ〉ομένης τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθαλείμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν.

διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστα ἐποιήσατο διατριβὰς 〈ἢ〉 τῆς ἁπάντων τῶν ἐθνῶν κλήσεως προοίμια καταβαλλόμενος; ἐντεῦθεν γοῦν ὁρμωμένους τοὺς αὐτοῦ μαθητὰς ἀνακέκλητο. διὸ μετὰ βραχέα τοῦ εὐαγγελίου εὑρήσεις ἀπὸ τῆς Γαλιλαίας τὸν Ματθαῖον κεκλημένον, καὶ ἐν ἑτέρῳ δὲ πάλιν τὸν Λευίν. καὶ ὁ Φίλιππος δὲ κατὰ τὸν Ἰωάννην «ἀπὸ Βηθσαϊδᾶ» ὡρμᾶτο «ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου»· καὶ αὕτη δὲ τῆς Γαλιλαίας ἦν. ἀλλὰ καὶ παρ᾽ αὐτῷ τῷ εὐαγγελιστῇ «γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας», ἔνθα παραδόξως ὁ κύριος τὸν ἐξ ὕδατος οἶνον μετασκευάσας «ἀρχὴν» αὐτόθι «τῶν σημείων» ἐποιήσατο, ὅτε «καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταί». θέα δὲ εἰ μὴ αὐτὸ τοῦτο πρῶτον τοῦ σωτῆρος ἡμῶν θαῦμα ἐν Κανᾷ τῆς Γαλιλαίας γενόμενον ἐπὶ τῆς τοῦ οἴνου μεταβολῆς θεσπίζων ἐν ἀρχῇ τῆς προφητείας παρίστησιν ὁ παρὼν λόγος, φάσκων· «τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, Γαλιλαία τῶν ἐθνῶν».

εἰ δὲ σύμβολον ἦν τὸ παράδοξον μυστικωτέρου κράματος, μεταβληθέντος ἐκ τῆς σωματικωτέρας ἐπὶ τὴν νοερὰν καὶ πνευματικὴν εὐφροσύνην τοῦ πιστικοῦ τῆς καινῆς διαθήκης κράματος, ὅρα μήποτε καὶ τοῦτο τοῖς περὶ τῆς Γαλιλαίας δηλουμένοις ἀκολούθως ᾐνίττετο, θεσπίζων ὡς ἄρα μελλήσουσιν ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ πρώτιστοι πάντων οἱ τὴν Ζαβουλὼν καὶ Νεφθαλεὶμ οἰκοῦντες, ἀλλ᾽ οὐχ οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλήμ, τοῦ πόματος τοῦ εὐαγγελικοῦ κηρύγματος μεταλήψεσθαι.

Αἰτίαν δὲ τούτοις τῆς εὐφροσύνης φησὶ γενέσθαι τὴν τοῦ μεγάλου φωτὸς ἔκλαμψιν, οἳ πρὸ τῆς παρουσίας ἐν σκότει καθεζόμενοι «ἐν χώρᾳ καὶ σκιᾷ θανάτου» διῆγον· ἀνατεταλκότος δὲ αὐτοῖς τοῦ σωτηρίου φωτός, τοῦτον «εὐφρανθήσονται» τὸν τρόπον, ὡς «οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». καὶ ταῦτα δὲ ἔργῳ ἐπληροῦτο, ὅτε τοὺς ἀποστόλους ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀπὸ τῆς Γαλιλαίας προσκαλεσάμενος, τὰ παράδοξα τῶν ἔργων καὶ τὴν διδασκαλίαν αὐτοῖς ἐπεδείκνυτο. εὐφρανθήσεσθαι δὲ αὐτοὺς ἐναντίον αὐτοῦ ἡ προφητεία θεσπίζει δίκην τῶν εὐφραινομένων «ἐν ἀμητῷ». ποίῳ δὲ τούτῳ ἢ περὶ οὗ διδάσκων αὐτὸς ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη». ἐδήλου δὲ διὰ τούτων τὴν τῶν ἐθνῶν ἐπισυναγωγήν. περὶ τῶν αὐτῶν δὲ εἴρηται ὅτι «εὐφρανθήσονται ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». διελόμενοι γοῦν εἰς ἀλλήλους τὰς χώρας τῶν ἐθνῶν καὶ τὴν ὑφ᾽ ἥλιον πᾶσαν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί τε καὶ εὐαγγελισταὶ μυρίους ὅσους ἐσκύλευσαν ἄρχοντας τοῦ αἰῶνος τούτου τοὺς πρότερον τῶν ἐθνῶν κρατοῦντας. οὐ μὴν ἀλλὰ καὶ ἄλλο αἴτιον τοῦ εὐφρανθήσεσθαι αὐτούς φησιν, τὸ ἦρθαι ἀπ᾽ αὐτῶν τὸν σωματικὸν τοῦ νόμου ζυγὸν τὸν πάλαι πρότερον ἐπικείμενον αὐτοῖς, ὃν οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι.

οὐ μόνον δὲ ὁ ζυγὸς ἀφῄρηται αὐτῶν, ἀλλὰ καὶ ἡ ῥάβδος τῶν ἀπαιτούντων, ἡ πρότερον «ἐπὶ τοῦ τραχήλου αὐτῶν» ἐπικειμένη. δηλοῖ δὲ τοὺς ἀπαιτοῦντας, ἐν ἑτέρῳ λέγων· «λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν». ἀλλ᾽ οὗτοι μὲν οἱ ἀπὸ τῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ τὸ μέγα φῶς τεθεαμένοι εὐφρανθήσονται διὰ τὰ προειρημένα, οἱ δὲ πάλαι ἀπαιτοῦντες αὐτοὺς ἐκπραχθήσονται μέχρι κοδράντου ἐσχάτου, «πᾶσάν» τε «στολὴν» καὶ πᾶν «ἱμάτιον» ἀποτίσαντες «πυρίκαυστοι» γενήσονται ἐν τῷ τῆς ἐκπράξεως καιρῷ. καὶ ταῦτά γε πάντα φησὶν πείσεσθαι, διότι «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν», ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος». τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι, καὶ πάσῃ δηλαδὴ τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, οἷς τὸ μέγα φῶς ἀνατέταλκεν; τί δὲ ἦν τοῦτο ἀλλ᾽ ἢ τὸ γεγεννημένον παιδίον καὶ ὁ παρὰ τοῦ θεοῦ δοθεὶς «υἱός», «μεγάλης βουλῆς ἄγγελος», καὶ «ἄρχων εἰρήνης», καὶ «ἐξουσιαστής», καὶ «θεὸς ἰσχυρός», καὶ «πατὴρ τοῦ μέλλοντος αἰῶνος» ὠνομασμένος; ταῦτα δὲ ἤδη φθάσαντες ἐπὶ μόνον ἀναφέρεσθαι τὸν σωτῆρα καὶ κύριον ἡμῶν κατὰ τὸν οἰκεῖον καιρὸν προαπεδείξαμεν. 〈Ἀπὸ Ψαλμοῦ ξζʹ〉. «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός, αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.

ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ.» Κἀνταῦθα τοὺς δηλουμένους ἄρχοντας Νεφθαλεὶμ οὐκ ἄλλους ἡγοῦμαι τῶν ἀποστόλων τυγχάνειν. ἐνθένδε γὰρ αὐτοὺς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀναλέλεκται κατὰ τὴν Ματθαίου παράθεσιν. τὴν εἰς ἀνθρώπους δὲ πορείαν καὶ τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ θεοῦ λόγου θεσπίζουσα ἡ γραφή φησιν· «ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός», καὶ τὰ ἑξῆς. ταύτης δὲ τῆς ἐπιφανείας ὡσανεὶ πρόδρομοι γεγονότες οἱ πάλαι θεοφιλεῖς προφῆται, διὰ ψαλτηρίου καὶ χορῶν καὶ παντοίων πνευματικῶν ὀργάνων κηρύττοντες καὶ ἀνυμνοῦντες «προέφθασαν» «ἐν μέσῳ νεανίδων τυμπανιστριῶν». πάντως γάρ που τῶν ἐκ περιτομῆς συναγωγῶν εἰς μέσον παριόντες οἱ θεῖοι προφῆται τὴν τοῦ Χριστοῦ προκατήγγελλον ἄφιξιν, οἱ δ᾽ αὐτοὶ τῷ θείῳ πνεύματι τοῖς τοῦ σωτῆρος ἡμῶν ἀποστόλοις προσεφώνουν λέγοντες· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ». πηγαὶ δὲ Ἰσραὴλ οἱ λόγοι ἂν εἶεν οἱ τῷ Ἰσραὴλ παραδεδομένοι. «πρῶτοι γὰρ ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ», ὅθεν ἀντλοῦντας καὶ ἡμᾶς ἀρδεύειν δεήσει τὰς ἐκκλησίας τοῦ Χριστοῦ.

νεάνιδας δὲ καὶ τυμπανιστρίας τὰς πάλαι σωματικώτερον κατὰ τὸν Μωσέως νόμον βιούσας ψυχὰς ᾐνίξατο, διὰ μὲν τὸ νεώτερον καὶ ἀτελὲς τοῦ φρονήματος νεάνιδας, διὰ δὲ τὸ περὶ σωματικὴν κατατρίβεσθαι θρησκείαν τυμπανιστρίας αὐτὰς ἀποκαλέσας. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.» Καὶ ταύτην αὐτὸς ὁ κύριος ἡμῶν τὴν πρόρρησιν εἰς ἑαυτὸν ὁμολογεῖ πεπληρῶσθαι, ὅτε ἐλθὼν «εἰς τὴν Ναζαρέτ, οὗ ἦν ἀνατεθραμμένος, εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν», ἀναστάντι δὲ αὐτῷ ἐπεδόθη Ἡσαΐας ὁ προφήτης, οὗ καὶ ἀναπτύξας τὴν βίβλον, ἀνέγνω τὸ ἐγγεγραμμένον, «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν. καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτούς, ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».

ὁ μὲν οὖν σωτὴρ καὶ κύριος ἡμῶν διὰ ταύτης φαίνεται σαφῶς τῆς γραφῆς, διαφερόντως καὶ κρειττόνως παρὰ τοὺς πάλαι σωματικώτερον χριομένους ἱερέας, οὐκ ἐλαίῳ σκευαστῷ οὐδὲ ὑπὸ ἀνθρώπων ὁμοίως τοῖς ἄλλοις ἀλλ᾽ ἐνθέῳ πνεύματι αὐτοῦ δὴ τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος, παρ᾽ οὗ καὶ τῆς ἀγενήτου θεότητος μετασχὼν θεὸς καὶ κύριος πρὸς τῶν ἱερῶν ἀνηγόρευται γραφῶν. ἀκολούθως δὲ τῇ μετὰ χεῖρας προφητείᾳ πτωχοῖς εὐαγγελιζόμενος εἰσάγεται παρὰ τῷ Ματθαίῳ, ὅτε «ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». καὶ τυφλοῖς δὲ ἀνάβλεψιν παρεσχημένος οὐκ ὀλίγοις ἀναγέγραπται· οὐ μόνον γὰρ τοῖς τὰς ὄψεις τοῦ σώματος ἠφανισμένοις τὸ βλέπειν ἐδωρεῖτο, ἀλλά γε καὶ τοῖς πρότερον τυφλώττουσιν αἴτιος τῆς κατὰ νοῦν θεωρίας καὶ τῆς ἐπιγνώσεως τοῦ τῶν ὅλων θεοῦ γέγονεν. καὶ ἄλλοις δὲ τοῖς οὖσι δεσμίοις καὶ ἀπηγμένοις αἰχμαλώτοις ὑπὸ τῆς ἀοράτου καὶ δαιμονικῆς δυνάμεως κακῶν τε σειραῖς πεπεδημένοις ἐλευθερίαν καὶ ἄνεσιν τῶν συνεχόντων ἐκήρυττεν, εἰ καὶ αὐτοὶ τῷ κηρύγματι πιστεύσαντες οἷα λυτρωτῇ καὶ σωτῆρι προσδράμοιεν αὐτῷ καὶ τοῖς αὐτοῦ πεισθεῖεν παραγγέλμασιν.

καὶ τὰ λοιπὰ δὲ τοῦ λογίου κατὰ καιρὸν ἐν τοῖς περὶ τῶν ἐπαγγελιῶν ἐξετασθήσεται. 〈Ἀπὸ τοῦ Δευτερονομίου〉. «Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι κύριος ὁ θεός σου, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες, οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν· καὶ εἶπεν κύριος πρός με, ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ᾽ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.» Ἐπίστησον, ὅτι μηδεὶς παρ᾽ Ἑβραίοις Μωσεῖ παραπλήσιος προφήτης ἐγήγερται, τουτέστιν νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰσηγητὴς ἢ μόνος ὁ ἡμέτερος σωτὴρ ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ Δευτερονομίου λέγεται· «οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς»· καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλ᾽ οὐχ ὡς αὐτός. ὅλον δὲ τοῦτο ἡ τοῦ θεοῦ ὑπόσχεσις ἐπαγγέλλεται, ἕνα τινὰ (οὐχὶ δὲ πολλοὺς) καὶ ὅμοιον ἀναστήσειν αὐτῷ.

δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀνθρώπων διδάσκαλον, οἷος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ οὐδὲ ἄλλος ἀναδέδεικται νομοθέτης ὁμοῦ καὶ προφήτης τοῦ τῶν ὅλων θεοῦ καὶ πατρὸς αὐτοῦ γενόμενος. ἀλλ᾽ ὁ μὲν ἔθνους ἑνὸς ὁ Μωσῆς ἡγήσατο, καὶ κατάλληλα δὲ τούτῳ μόνῳ οὐχὶ δὲ καὶ ἄλλοις ἔθνεσιν νομοθετῶν ἀποδέδεικται· ὁ δέ γε Χριστὸς τοῦ θεοῦ, λαβὼν ἐπαγγελίαν παρὰ τοῦ πατρὸς τὴν «αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», ὡς ἂν μὴ μόνον Ἰουδαίοις ἀλλὰ καὶ τῷ παντὶ τῶν ἀνθρώπων γένει καινὸς νομοθέτης εὐσεβείας ὑπὸ τοῦ πατρὸς καταστῆναι, τῇ πάντων τῶν ἐθνῶν κλήσει δυνατὴν καὶ ἁρμόδιον προβέβληται νομοθεσίαν. θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὐτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὐτοῦ διετάξατο, μείζονι ἢ κατὰ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι «ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις» «ἐγὼ δὲ λέγω ὑμῖν» μηδὲ ὀργίζεσθαι «εἰκῆ», καὶ τὰ τούτοις ἀκόλουθα, ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ᾽ οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι «ἐξεπλήττοντο» πάντες «ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν».

Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν χριστιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ᾽ ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι᾽ ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς· ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ᾽ ἡμέραις τρισίν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς ἐνθέου ἐπιφανείας, οἱ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν, δι᾽ ὃ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο, λέγοντες τῷ Μωσεῖ «σὺ λάλει πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, ἵνα μὴ ἀποθάνωμεν»· εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐλαβείας, φησὶν δέ· «ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ». οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξεν τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν ποιεῖσθαι· τοῦτο δ᾽ ἦν ἀσθένεια ἀνθρώπων καὶ τῆς κρείττονος θεωρίας παραίτησις. ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἱ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἔλεγον· «ὁ προφήτης εἶ σύ;» ὁ δὲ ἔφη «οὔ».

ἀλλ᾽ ὁ Ἰωάννης τἀληθὲς ὁμολογῶν οὐ τὸ προφήτης εἶναι ἠρνήσατο, ἦν γάρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μωσέως δεδηλωμένος, ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκεν. καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, «οὐκ ἦλθον», φησίν, «εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». τοῖς δὲ ἀποστόλοις αὐτοῦ παρῄνει λέγων· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», σαφῶς διδάσκων, ὅτι δὴ αὐτοῖς προηγουμένως ἀπέσταλτο τῇ προφητείᾳ ἀκολούθως. ἐπειδὴ δὲ οὐκ ἐδέξαντο τὴν χάριν, ἀπελέγχει μὲν αὐτούς, ἐν ἑτέροις λέγων· «διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων;» φησὶν δὲ πρὸς αὐτοὺς· «ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». καὶ τοῖς γε αὐτοῦ μαθηταῖς μετὰ τὴν ἐκείνων παραίτησιν προστάττει· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου».

οὕτω δῆτα ἡμεῖς μέν, τὰ ἔθνη, τὸν προαναφωνηθέντα καὶ πρὸς τοῦ πατρὸς ἀπεσταλμένον προφήτην, ἅτε νομοθέτην ἅπασι γενόμενον ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας, διὰ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας ἔγνωμεν καὶ κατεδεξάμεθα, πληρουμένης κατὰ τὸ αὐτὸ καὶ ἑτέρας προρρήσεως, δι᾽ ἧς εἴρηται· «κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν». τὸ δὲ Ἰουδαίων ἔθνος, μὴ παραδεξάμενον τὸν προφητευόμενον, δίκην ἔτισεν τὴν ἀξίαν κατὰ τὴν θείαν πρόρρησιν φήσασαν· «καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ». ἐκδεδίκηται γοῦν ἐκ τοῦ λαοῦ ἐκείνου «πᾶν αἷμα» ἐκχυθὲν «ἐπὶ τῆς γῆς ἀπὸ αἵματος Ἄβελ» «ἕως αἵματος Ζαχαρίου», καὶ αὐτοῦ γε ἐπὶ πᾶσι τοῦ Χριστοῦ, οὗ τὸ αἷμα καθ᾽ ἑαυτῶν ἐξαιτησάμενοι καὶ κατὰ τῶν ἰδίων παίδων, εἰσέτι νῦν τῆς τολμηθείσης αὐτοῖς ἀσεβείας τὴν τιμωρίαν ὑπέχουσιν. 〈Ἀπὸ τοῦ Ἰώβ〉. «Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.»

Καὶ ταῦτα μόνῳ τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν, ὡς ἂν θεοῦ λόγῳ δημιουργῷ τῶν ὅλων τυγχάνοντι, ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀνθρώπινον ἀναλαβών, ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λέγεται, ὅτι τοὺς ἑαυτοῦ «μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θαλάσσης». «ἰδόντες» δὲ «αὐτὸν ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐλάλησεν αὐτοῖς λέγων, θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε». ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκεῖν περιέχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω θεοῦ καὶ πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον. τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ θεοῦ τῶν ὅλων περιπατεῖν λέγεσθαι ἐπὶ τῆς θαλάσσης; πῶς δὲ καὶ νοηθείη 〈ἂν〉 περίπατος ἐπὶ τῆς θαλάσσης τοῦ τὰ πάντα περιέχοντος καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος καὶ μονονουχὶ λέγοντος· «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου» καὶ «τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος»;

ὁ δέ γε σωτὴρ καὶ κύριος ἡμῶν «ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος» δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὐτοῦ παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασιν καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες· «ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;» ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης, ἐν ᾗ λέγεται δράκων τις εἶναι «πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ, ἐφ᾽ ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας, τὴν κεφαλὴν τοῦ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ «σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος», καὶ «σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος», σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν ἐν ψαλμῷ φησιν· «ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης», καὶ πρὸς τὸν Ἰώβ, τὰ περὶ ἑαυτοῦ διεξιών, «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» εἰκότως οὖν κἀν τῷ καθ᾽ ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι, τὰ σύμβολα τῶν ἀπορρητοτέρων ἐπιτελεῖ. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «

Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα, τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον «παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον», ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο· οὐ μὴν ἀλλὰ καὶ δι᾽ ὧν εἰσέτι νῦν καθ᾽ ὅλης τῆς οἰκουμένης μυρία πλήθη, πολυτρόποις κακίας εἴδεσιν δεδεμένα ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὐτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει. πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται, κατὰ καιρὸν ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται.

καὶ ἔπρεπέν γε νῦν γοῦν εἰ καὶ ἄλλοτε θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο· θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκρούς, σωτηρίαν τε ἀσθενοῦσιν παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται οἷα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν. ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται ἡ διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ᾽ αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες. τούτοις δὲ αὐτοῖς ἡγοῦμαι, τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις, ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα». ἐπεὶ γὰρ τὰς χεῖρας καὶ τὰς πρακτικὰς δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν, «ἰσχύσατε», φησίν, «χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα», εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου. «

ἰσχύσατε» δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας, ὑμεῖς οἱ τὸ πρὶν «ὀλιγόψυχοι», καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους «ἰσχύσατε» καὶ μὴ «φοβεῖσθε». θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος ἀλλ᾽ οὐ Μωσεῖ τις παραπλήσιος οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος.

Πίστις δ᾽ ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι᾽ ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφάς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετή, δι᾽ ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείκνυται, ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἁπάσης τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ.

Οὗτος δὲ αὐτὸς ὁ θεὸς ἡμῶν, ἅτε τυγχάνων θεοῦ λόγος, «κρίσιν», φησίν, «ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς». κατὰ γὰρ τὸν ψαλμὸν φήσαντα «ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός», καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι᾽ ἧς εἴρηται «ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ», παρὰ τοῦ πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκεν, πάντας δὲ ἁπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο, ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν. διὸ καὶ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ καιρὸν ἀνταποδόσεως ὁ θεῖος ἀποκαλεῖ λόγος, ἐν ἑτέροις φάσκων· «καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως». οὗτος δὲ ἦν καιρὸς τῆς ἀνταποδόσεως, καθ᾽ ὃν «πᾶν αἷμα» ἐκχυθὲν «ἀπὸ αἵματος Ἄβελ» «ἕως αἵματος Ζαχαρίου», καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεᾶς τῶν εἰς αὐτὸν πεπλημμεληκότων, ὡς ἐξ ἐκείνου τὸν ἔσχατον αὐτοὺς ὑπομεῖναι ὄλεθρον καὶ τὴν ἐσχάτην πολιορκίαν. καὶ ἡ μὲν κατ᾽ ἐκείνους κρίσις τοιαύτην ἐποιήσατο κατ᾽ αὐτῶν τὴν ἀνταπόδοσιν· διό φησιν ἡ προφητεία· «ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει».

ἡ δὲ περὶ τῶν δι᾽ αὐτοῦ σωθησομένων ἑξῆς δηλοῦται διὰ τοῦ «αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται», καὶ τὰ ἑξῆς. ταύτην δὲ τὴν σωτήριον κρίσιν καὶ ἄλλη προφητεία ἐξοίσειν τὸν Χριστὸν ἐπαγγέλλεται, φάσκουσα· «ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.» διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν». κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπιστρεφόντων εἰκὸς αὐτὸν ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, «κρίσιν τοῖς ἔθνεσιν» ἐξοίσειν λέγεται. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ. ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;

νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν.» Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ ἀπόστολος τὴν φάσκουσαν λέξιν «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός», ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ, λέγων· «ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου». παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ᾽ ὧν «σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ» ποιήσειν τὸν κύριον Σαβαώθ, τὸν κατοικοῦντα «ἐν τῷ ὄρει Σιών», διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωσέως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν καὶ τῷ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ τοῦ θεοῦ.

ἀσαφῶς δὲ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένου «τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ», σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν, εἰπών· «δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασίν μου, καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ἀναμενῶ αὐτὸν», καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκεν τὸν τρόπον· «ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου, καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ὑπομενῶ αὐτόν». ταῦτα δ᾽ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών».

κατοικήσας δὲ ὁ κύριος Σαβαώθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος «ἐν τῷ ὄρει Σιών», σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὐτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἁπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ᾽ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν «τοὺς ἐγγαστριμύθους» καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ᾽ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει· «τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκεν», καὶ τὰ τούτοις ἀκόλουθα· τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ᾽ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε «ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον» κατὰ τοῦ σωτῆρος ἡμῶν, «ὅπως αὐτὸν ἀπολέσωσιν», ἐπειδὴ τοῖς σάββασιν τοὺς κάμνοντας ἐθεράπευεν. τὸ τηνικαῦτα γάρ, ὥς φησιν, «γνοὺς» ὁ Ἰησοῦς τὴν κατ᾽ αὐτοῦ συσκευὴν «ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.» οἷς ἐπιφέρει λέγων· καὶ ταῦτα πάντα γέγονεν (τουτέστιν τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλίνειν τοὺς ἐπιβούλους καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξεν παραδόξοις καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν), «ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.

οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» τήρει δὲ ἐπιμελῶς, τίνα τρόπον ὁ Ματθαῖος, εἰπὼν «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου», οὔτε τοῦ Ἰακὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν «Ἰακὼβ ὁ παῖς μου», «Ἰσραὴλ ὁ ἐκλεκτός μου», ἀορίστως δὲ ἐξήνεγκεν, εἰπών· «ἰδοὺ ὁ παῖς μου» καὶ «ὁ ἀγαπητός μου». ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραϊκῷ τῆς προφητείας κειμένης, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοιποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδὲ ἐν τῷ Ἑβραϊκῷ φέρεται. ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται, Ἑβραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφῇ τὴν προφητείαν ἐκθεμένῳ. τοιγαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ, μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως.

μόνος γὰρ οὗτος τὴν μέλλουσαν «κρίσιν τοῖς ἔθνεσιν» προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμενος· καὶ οὐ μόνον «κάλαμον συντετριμμένον οὐ κατέαξεν», ἀλλά, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ «τοὺς συντετριμμένους τὴν καρδίαν». ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυεν κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ᾽ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως καιρὸν ὑπερτιθέμενος. διὸ λέλεκται· «καὶ λίνον τυφόμενον οὐ σβέσει».

Ἄντικρυς δὲ πέρας εἴληφεν τὸ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν»· ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισεν τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ, ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας, ἐπιγραφόμενα. καὶ γὰρ «εἰς φῶς» οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσιν δεδόσθαι προπεφώνηται, δι᾽ αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων (καὶ οὐ μόνον 〈τούτων〉 ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων) 〈ἠνεῴχθησαν〉, καὶ οἱ δεσμοῖς δὲ καὶ σειραῖς ἁμαρτιῶν 〈δεδεμένοι καὶ〉 ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι᾽ αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται. καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν, ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι᾽ αὐτῆς δηλουμένων πεπληρωμένον. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. «Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», «καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ». εἶθ᾽ ὑποβάς φησιν· «καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.

ἐπαχύνθη γὰρ ἧ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκά〈μ〉μυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.» Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπεν γὰρ πάλιν Ἡσαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς. ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», κατὰ δὲ τὸν Ματθαῖον, ὅτε «προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· διὰ τί ἐν παραβολαῖς αὐτοῖς λαλεῖς; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται», «διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ ἀκούωσιν, μή ποτε ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. τότε ἐπληρώθη ἐπ᾽ αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε», καὶ τὰ τούτοις ἑξῆς.

ἐπιτήρει δὲ τίνα τρόπον ὁ Ἰωάννης ἐπάγει, λέγων· «ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», ὡς τὸν Χριστὸν ἑωρακότος καὶ τὴν Χριστοῦ δόξαν τοῦ προφήτου κατὰ τὴν ὀπτασίαν, ἐν ᾗ ἔφησεν· «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ τὰ ἑξῆς.

Τίς δ᾽ οὐκ ἂν ἐκπλαγείη τὴν πρόρρησιν, ἐναργῶς οὕτως εἰσέτι νῦν ὁρῶν τῶν ἐκ περιτομῆς τὴν εἰς Χριστὸν ἀπιστίαν; καὶ πάλαι μὲν γὰρ ἐνανθρωποῦντα καὶ παραδοξοποιοῦντα ἐν αὐτοῖς ὁρῶντες αὐτόν, ὀφθαλμοῖς ψυχῆς καὶ διανοίας ὄμμασιν οὐκ ἐθεῶντο, οὐδέ τις ἦν ἐν αὐτοῖς νοερᾶς ἐνθυμήσεως ὅρασις εἰς τὸ συνιέναι τίς ποτ᾽ ἄρα ἦν ἡ τὰ τοσαῦτα καὶ τηλικαῦτα θαυματουργοῦσα ἐν αὐτοῖς δύναμις. ἀλλὰ καὶ αὐταῖς ἀκοαῖς «ῥήματα ζωῆς αἰωνίου» δέξασθαι κατηξιωμένοι καὶ φωνῆς ἐνθέου σοφίας ἀκροώμενοι, ὠσὶν διανοίας οὐκ ἤκουον, ὡς ἐναργὲς τέλος ἐπαγαγεῖν αὐτοὺς τῇ προφητείᾳ. καὶ εἰς δεῦρο δὲ τὴν ἔνθεον τοῦ Χριστοῦ δύναμιν, δι᾽ ἧς πᾶν γένος ἀνθρώπων ἀποστήσας τῆς πατρίου δεισιδαιμονίας ὑπηγάγετο τῇ κατ᾽ αὐτὸν θεοσεβείᾳ, ἐναργῶς οὕτως ἐμφαινομένην ὁρῶντες, οὐδαμῶς ἐφιστῶσιν τῇ διανοίᾳ οὐδ᾽ ἐπιβάλλουσιν, ὅπως τὸ μήτε Μωσεῖ μήτε τοῖς μετὰ Μωσέα προφήταις ἐπὶ μόνων αὐτῶν κατορθωθέν, τοῦτο δὴ τὸ μὴ εἰδωλολατρεῖν μηδὲ τῇ πολυθέῳ προσέχειν πλάνῃ, τοῦτ᾽ ἐπὶ πάντων τῶν ἐθνῶν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος ἀρετὴ συνεστήσατο. δὲ καὶ ταῖς προφητικαῖς ἐντυγχάνοντες περὶ αὐτοῦ μαρτυρίαις, ἀκοῇ μὲν ἀκούουσιν ἀλλ᾽ οὐ συνιᾶσιν, ἔργῳ πληρουμένης εἰσέτι καὶ νῦν κατ᾽ αὐτῶν τῆς ἐν χερσὶ προφητείας. 〈Ἀπὸ τοῦ Ζαχαρίου〉. «

Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν διεκβολὰς γῆς.» Ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ζαχαρίου εἰς τὰ ὕστατα τῶν προφητῶν θεσπίσαντος, οὐδεὶς μετὰ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς παρὰ Ἰουδαίοις γεγονὼς ἱστορεῖται, οἷον ἡ προφητεία παρίστησιν, εἰ μὴ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς 〈ὁ〉 Χριστὸς τοῦ θεοῦ, καθ᾽ ὃν καὶ αὕτη τέλους ἐτύγχανεν ἡ πρόρρησις, ὅτε τοῖς ἑαυτοῦ μαθηταῖς πρὸς λέξιν εἶπεν· «πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε; εἴπατε αὐτῷ, ὁ κύριος αὐτῶν χρείαν ἔχει». καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθ᾽ ἃ προσέταξεν αὐτοῖς. τὰ μὲν οὖν τῆς προρρήσεως καὶ τὰ τοῦ συμπεράσματος τοῦτον ἔχει τὸν τρόπον.

Τί δὲ ἄρα ἐβούλετο σημαίνειν ἡ ἐπὶ ὄνῳ ὄχησις αὐτοῦ ἀλλ᾽ ἢ τὴν ταπεινὴν καὶ ἄδοξον αὐτοῦ παρουσίαν, καθ᾽ ἣν ἐποιήσατο τὴν πρώτην ἄφιξιν; οὔσης γὰρ καὶ δευτέρας ἐνδόξου (περὶ ἧς καὶ Δανιὴλ γυμνότερον ἐκκαλύπτων τὴν θεωρίαν εἴρηκεν· «ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο», «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν», «καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται»), τὰ μὲν τῆς πρώτης ἀφίξεως τῆς ἐνανθρωπικωτέρας καὶ ταπεινῆς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει μέγα δεῖγμα καὶ σημεῖον, τὸ πρᾶον λέγεσθαι καὶ ἡσύχιον, ἥξειν τε ὀχούμενον ὑποζυγίῳ προφητεύεσθαι (τοῦτο γὰρ κοινοῦ καὶ ἀνθρωπίνου βίου γένοιτ᾽ ἂν τεκμήριον), τὰ δὲ τῆς δευτέρας καὶ ἐνθέου λαμπρότατα δηλοῦται διὰ τῆς ἐπὶ νεφελῶν οὐρανοῦ παρακομιδῆς καὶ τῆς αἰωνίου πάντων τῶν ἐθνῶν βασιλείας.

καὶ ἦν γε καλὸν ἀμφοτέρας παραθεῖναι τοῖς ἐκ περιτομῆς λόγον τε αὐτοὺς ἀπαιτῆσαι, πῶς ἂν σώσαιεν τὰς προφητείας, μίαν ἄφιξιν Χριστοῦ προσδοκῶντες· ἐπεὶ γὰρ ἑκατέραν τῶν παρατεθεισῶν προφητειῶν καὶ αὐτοὶ τὸν Χριστὸν ὁρᾶν ὁμολογοῦσιν, ὥρα λέγειν καὶ πυνθανομένοις ἡμῖν ἀποκρίνασθαι, πῶς οἷόν τε ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ὑπὸ μίαν ἄφιξιν ἐπὶ νεφελῶν οὐρανοῦ φέρεσθαι τὸν αὐτὸν καὶ ἐπὶ ὑποζυγίου καὶ πώλου νέου ὀχεῖσθαι· ἐπὶ πολὺ γὰρ ταῦτα διέστηκεν ἀλλήλων. μυρίας δ᾽ οὖν τοιαύτας καὶ ἄλλας περὶ τοῦ Χριστοῦ προφητείας συναγαγών, παραθείς τε καὶ συγκρούσας τὰ διαφόρως σημαινόμενα, ἐναργέστατα καταλήψῃ τινὰς μὲν τῆς πρώτης αὐτοῦ παρουσίας δηλώματα περιεχούσας, πεπληρωμένας κατὰ τὴν πρώτην ἐπιφάνειαν αὐτοῦ, τινὰς δὲ εἰς τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἄφιξιν ἀναφερομένας.

Ἐξωλόθρευσεν γὰρ λεληθότως «ἅρματα» καὶ «ἵππον» καὶ πᾶν «τόξον πολεμικὸν» ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος δύναμις κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐκ τῆς σωματικωτέρας «Ἱερουσαλὴμ» καὶ τοῦ καλουμένου «Ἐφραῒμ» λαοῦ· διὸ ἐξ ἐκείνου καὶ εἰς δεῦρο οὐκέτι συνέστη αὐτῶν τὸ βασίλειον, οὐδὲ ἡ πάλαι ἐν πολέμοις ἰσχύσασα παρασκευή τε αὐτῶν καὶ ὁπλιτικὴ δύναμις. καλῶς δὲ ἐν τούτοις τὸν πάντα τῶν Ἰουδαίων λαὸν Ἐφραῒμ ὠνόμασεν, ἀλλ᾽ οὐχὶ Ἰσραὴλ οὐδὲ Ἰούδαν, ἵνα μὴ τὰς σεμνοτέρας διαβάλλοι προσηγορίας. εὕροις δ᾽ ἂν καὶ ἐν ταῖς ἄλλαις προφητείαις τὸ πᾶν ἔθνος Ἐφραῒμ μετὰ πολλῆς διαβολῆς καὶ κατηγορίας ὠνομασμένον, ὥσπερ καὶ νῦν· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, μηκέθ᾽ ὁμοίως ὡς τὸ πρὶν διῃρημένου τοῦ λαοῦ, τίνας ἦν εἰκὸς δηλοῦσθαι διὰ τοῦ Ἐφραῒμ ἢ αὐτοὺς τοὺς τὴν Ἱερουσαλὴμ οἰκοῦντας; ὧν τὴν πολεμικὴν καὶ ὁπλιτικὴν δύναμιν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων διαρκέσασαν ἡ τοῦ σωτῆρος ἡμῶν παρουσία ἐνθέῳ καὶ ἀπορρήτῳ δυνάμει καθεῖλεν ὁμοίως τῇ προφητείᾳ. ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται ὁ λόγος, οὐχ ἁπλῶς χαίρειν ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρακελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν.

ἣν καὶ θυγατέρα τῆς ἐπουρανίου Σιὼν ἢ καὶ τῆς προτέρας συναγωγῆς ἀποκαλεῖ, διὰ τὸ πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας γεννήματα εἶναι καὶ τέκνα Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ, οἷα ἐκ μητρὸς τῆς τῶν Ἰουδαίων συναγωγῆς προελθόντας.

Καὶ τὸ ἑξῆς δὲ ἐπληροῦτο ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν παρουσίᾳ. «εἰρήνη» γοῦν «ἐξ ἐθνῶν» γέγονεν ἀπὸ τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ οἵα οὐδεπώποτε· οὐκέτι γοῦν πόλεις πόλεσιν ὡς τὸ πρὶν πολεμοῦσιν, οὐδὲ ἔθνη ἔθνεσιν συρράσσουσιν, οὐδ᾽ ὡς τὸ παλαιὸν ὁ τῶν ἀνθρώπων βίος ἀκαταστατεῖ, οὐδ᾽ Ἀθηναῖοι μὲν Λακεδαιμονίοις ἐπιστρατεύονται, Σύροι δὲ Φοίνιξιν, Ἀράβιοι δὲ Παλαιστίνοις, καὶ Αἰγύπτιοι τοῖς πλησιοχώροις. ἥνωται δὲ ἐξ ἐκείνου σὺν θεῷ τὰ πάντα, καὶ ἀληθῶς «πλῆθος εἰρήνης ἐξ ἐθνῶν» ἐξ ἐκείνου καὶ εἰς δεῦρο γέγονεν ἀκολούθως τῇ προφητείᾳ. μόνος δὲ Ἰησοῦς καὶ ὁ δι᾽ αὐτοῦ κηρυχθεὶς τῆς εὐαγγελικῆς διδασκαλίας λόγος ἦρξεν τῶν «ἀπὸ θαλάσσης ἕως θαλάσσης», 〈τῆς〉 ἑῴας καὶ τῆς κατὰ δυόμενον ἥλιον, καὶ «ἀπὸ ποταμῶν εἰς τὰς διεκβολὰς τῆς γῆς», ἀκολούθως τοῖς ἐν τῷ προφήτῃ προλελεγμένοις. ἅπερ καὶ ὁ Ἀκύλας ὧδέ πως ἡρμήνευσεν εἰπών· «καὶ λαλήσει εἰρήνην ἐν τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς γῆς». ταῦτα δὲ τοῖς ἐν τῷ ψαλμῷ σύγκρινον, τῷ ἐπιγεγραμμένῳ «εἰς Σολομῶνα», περὶ τοῦ υἱοῦ τοῦ βασιλέως δηλαδὴ τοῦ ἐκ σπέρματος Σολομῶνος προελευσομένου λεγομένοις, περὶ οὗ φησιν ὁ ψαλμός· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης».

σημαίνει δὲ καὶ τὴν ἐνταῦθα δηλουμένην εἰρήνην ὁ αὐτὸς ψαλμὸς φάσκων· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». καὶ Ἡσαΐας δὲ τούτοις συντρέχει δι᾽ ὧν φησι· «καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ᾽ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν». εὕροις δ᾽ ἂν καὶ Μιχαίαν τούτοις συνᾴδοντα καὶ ἄλλους πλείους τῶν προφητῶν. ἐπιστήσας δέ, ὡς ἔφην, τοῖς χρόνοις, δυνήσῃ συνιδεῖν ὡς ἀπὸ τῶν Αὐγούστου χρόνων καὶ τῆς κατ᾽ αὐτὸν ἐπιλαμψάσης τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης αἱ πάλαι τῶν ἐθνῶν διελύθησαν διαστάσεις καὶ πολυαρχίαι, καὶ τόνδε ἐξ ἐκείνου τὸν τρόπον τέλους ἤρξατο τυγχάνειν τὰ τῆς προφητευομένης εἰρήνης. ἀλλὰ νῦν μὲν τέως ἤρξατο, ἔσται δὲ ὅτε πληρέστατα ἡ προφητεία συμπερασθήσεται, ἐπὰν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ» τὸ πρὸς τοῦ ἱεροῦ ἀποστόλου δεδηλωμένον. 〈Ἀπὸ Ψαλμοῦ ριζʹ〉. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.»

Τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰσελθόντος ποτὲ εἰς τὰ Ἱεροσόλυμα, ὅτε κατὰ τὴν πρὸ ταύτης προφητείαν ὀχούμενος ὄνῳ τὴν ἐν τῷ Ζαχαρίᾳ πρόρρησιν ἐπλήρου, κατὰ τὸν θεῖον εὐαγγελιστὴν «οἱ ὄχλοι προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἐπευφήμουν λέγοντες· ὡς ἀννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννὰ ἐν τοῖς ὑψίστοις», ὅτε «καὶ εἰσελθόντος αὐτοῦ εἰς τὰ Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λεγόντων, τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας». ἐπεὶ τοίνυν ἐκ τοῦ προκειμένου ψαλμοῦ εἴρηται τὸ «ὡς ἀννά» (ὅπερ ἑρμηνευθὲν δηλοῖ «σῶσον δή», τὸ δὲ Ἑβραϊκὸν «ἀννὰ Ἀδωναῒ ὡς ἀννὰ» περιέχει), ἀλλὰ καὶ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» (ἐπειδήπερ καὶ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ψαλμοῦ μετείληπται), ταῦτα δὲ σαφῶς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἀνενήνεκται, εἰκότως εἰς αὐτὸν καὶ τὰ λοιπὰ τῆς προρρήσεως ἐξειλήφαμεν.

οὗτος γὰρ ὢν τυγχάνει εὐλογημένος, ὁ καὶ δι᾽ ἑτέρου προφήτου ὠνομασμένος «ὁ ἐρχόμενος», τοῦ φήσαντος· ἔτι μικρόν, ὁ «ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ, αὐτὸς δ᾽ ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν· ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὐτοῦ ὁμολογεῖ ἐληλυθέναι, λέγων πρὸς τοὺς Ἰουδαίους· «ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε». αὐτὸς δὴ οὖν οὗτος ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ «εὐλογημένος», ὁ ἐλθὼν «ἐν ὀνόματι κυρίου», αὐτὸς ἦν καὶ ὁ λίθος, «ὃν ἀπεδοκίμασαν» οἱ πάλαι πρότερον τὸν ἐκ περιτομῆς λαὸν διὰ τῆς Μωσαϊκῆς διδασκαλίας «οἰκοδομοῦντες», ὃς καὶ ἀποδοκιμασθεὶς ὑπ᾽ αὐτῶν «εἰς κεφαλὴν» ἑτέρας «γωνίας», τῆς ἐξ ἐθνῶν ἐκκλησίας, κατέστη, ἣν ὡς μὴ τοῖς πᾶσιν ὁρωμένην μόνοις δὲ τοῖς προφητικοῖς ὀφθαλμοῖς θαυμαστὴν εἶναί φησιν ὁ λόγος, φάσκων· «καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». τὴν δ᾽ ἐπιφάνειαν αὐτοῦ πάλιν ἡμέραν ὀνομάζει, «ἣν ἐποίησεν ὁ κύριος», ἐπεὶ καὶ «φῶς» ἦν αὐτὸς «τὸ ἀληθινὸν» καὶ «ἥλιος δικαιοσύνης» καὶ ἡμέρα τοῦ θεοῦ, ἐν ᾗ γένοιτο καὶ ἡμᾶς εἰπεῖν· «αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ».

Καὶ τούτων δὲ τοῦτον συντετμημένων τὸν τρόπον, καιρὸς καὶ ἐπὶ τὰς περὶ τοῦ πάθους αὐτοῦ μεταβῆναι προφητείας

〈Τάδε ἔνεστιν ἐν τῷ δεκάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 Περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενησομένης συσκευῆς· ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν.

αʹ. Ἀπὸ Ψαλμοῦ μʹ. βʹ. Ἀπὸ Ψαλμοῦ νδʹ. γʹ. Ἀπὸ Ψαλμοῦ ρηʹ. δʹ. Ἀπὸ τοῦ Ζαχαρίου. εʹ. Ἀπὸ τοῦ Ἱερεμίου. Περὶ τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων. ϛʹ. Ἀπὸ τοῦ Ἀμώς. ζʹ. Ἀπὸ τοῦ Ζαχαρίου.

ηʹ. Ἀπὸ Ψαλμοῦ καʹ.