Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ι΄: Προφητικές μαρτυρίες για τη συνωμοσία των Ιουδαίων και την προδοσία του Ιούδα

Ερμηνεία των ψαλμών 40, 54 και 108, οι οποίοι προτυπώνουν την επιβουλή των ιουδαϊκών αρχών, την προδοσία του Ιούδα και την επακόλουθη αντικατάστασή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 29 από 31

Εὐαγγελικῆς ἀποδείξεως τόμος δέκατος. Μετὰ τὰς ἀποδεδομένας προρρήσεις περὶ τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ προκηρυττομένου θεοῦ καλεῖ δὴ καιρὸς καὶ τὰ περὶ τὴν ἀπαλλαγὴν τοῦ ἐξ ἀνθρώπων αὐτοῦ βίου διεξελθεῖν, συνιδεῖν τε αὖθις οἷα συμβήσεσθαι περὶ αὐτὸν ἄνωθεν ἐκ τῶν προφητικῶν ἐθεσπίζετο χρόνων. πρῶτα δὲ διελεύσομαι τὰ περὶ τῶν τὸν θάνατον αὐτῷ συσκευωρησαμένων, μέρος οὐ μικρὸν τυγχάνοντα τῆς προκειμένης προτάσεως. πρὸ δέ γε τοῦ λόγου τὰ πολλάκις ἡμῖν εἰρημένα περὶ τῆς κατ᾽ αὐτὸν οἰκονομίας τηρητέον, ὅτι δὴ τὰ μὲν κατὰ τὴν θεότητα αὐτοῦ τὰ δὲ κατὰ τὴν ἐνανθρώπησιν ἐπινοεῖται. πῆ μὲν γὰρ εἰσάγεται λόγος ὢν θεοῦ καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία, «μεγάλης τε βουλῆς ἄγγελος», μέγας τε καὶ αἰώνιος ἀρχιερεὺς ὑπὲρ τῆς τῶν γεννητῶν ἁπάντων οὐσιώσεώς τε καὶ σωτηρίας ἱερωμένος καὶ ἱλεούμενος τὸν πατέρα, πῆ δὲ «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ «πρόβατον ἐπὶ σφαγὴν» ἀγόμενον· τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης οἷά τις ἀρχιερεὺς ἀναλαβὼν καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀνθρώπων γένους καλλιερησάμενος προσηγάγετο τῷ πατρί, δι᾽ οὗ καὶ τῇ τῶν ἀνθρώπων ὡμίλησεν φύσει, οὐκ ἄλλως δυναμένῃ λόγου θεοῦ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι οὐδέ τι μεῖζον σαρκῶν καὶ σωμάτων δι᾽ ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι.

ὅσα τοίνυν ἐπὶ τὸ ταπεινότερον δόξειεν 〈ἂν〉 ἐν τοῖς προκειμένοις περὶ αὐτοῦ λέγεσθαι, ταῦτα τὸν ἀμνὸν ὁρᾶν τοῦ θεοῦ τὸν αἴροντα «τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. «ἀμνὸς» μὲν γὰρ ἦν «αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» κατὰ τὸν βαπτιστὴν Ἰωάννην τὸν λέγοντα «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος κατὰ τὸ παρὰ τῷ Ἡσαΐᾳ λόγιον φάσκον· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος». περὶ τοῦ αὐτοῦ δὲ ὡς περὶ ἀμνοῦ ἐλέγετο καὶ τὸ «ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον». ἔδει γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν καὶ ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης, θυσίαν τῷ θεῷ προσαχθῆναι «ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν» φησιν ὁ ἀπόστολος, καὶ «ὥσπερ δι᾽ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι᾽ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς». ἔνθεν καὶ αὐτὸς τοῖς μὲν ἑαυτοῦ μαθηταῖς ζωὴν καὶ φῶς καὶ ἀλήθειαν ἑαυτὸν εἶναι καὶ τὰς λοιπὰς ἐπινοίας τῆς κατ᾽ αὐτὸν θεολογίας ἐπαίδευεν, τοῖς δὲ ἀμυήτοις τῶν κατ᾽ αὐτὸν ἀπορρήτων ἔλεγεν· τί «με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;»

ὥσπερ οὖν τὰ τῆς θεολογίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδοται, τὸν ὅμοιον δὴ τρόπον κἀνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρωποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ μέσον ὄντων, ὁμοῦ τε ἄμφω, τά τε κατὰ τὸν θεὸν καὶ τὰ κατὰ τὸν ἄνθρωπον αὐτοῦ, περιειληφότων. τούτων χρησίμως ἡμῖν προτετηρημένων, ἤδη καὶ τῶν λογίων αὐτῶν ἐφαψώμεθα περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενομένης συσκευῆς περί τε τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων. 〈Ἀπὸ ψαλμοῦ μʹ〉. «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. κύριος διαφυλάξει αὐτόν, καὶ ζήσαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι ψυχήν μου, ὅτι ἥμαρτόν σοι. οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ᾽ ἐμοῦ· ἐλογίζοντο κακά μοι· μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν.

σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμοί. ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.» Ἐπειδή τινες ὑπειλήφασιν τὴν βίβλον τῶν ψαλμῶν ὕμνους μόνον εἰς θεὸν καὶ ᾠδὰς θεολογικὰς περιέχειν, οὐ μὴν καὶ προγνώσεις οὐδὲ μελλόντων προφητείας, τοῦτο πρῶτον ἐπιτηρητέον, ὡς μυρία θεσπίζεται δι᾽ αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο ψαλμοῖς ἐπιγεγραμμένοις μὲν τοῦ Ἀσὰφ εἰρημένοις δὲ κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους. τὸ τηνικαῦτα γὰρ εἷς τῶν ἱεροψαλτῶν ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτοῦ ψαλμοὺς θείῳ πνεύματι προσεφώνησεν. τί δὴ οὖν περιέχουσιν οἱ ψαλμοὶ 〈ἢ〉 προρρήσεις τῆς πολιορκίας τῆς βασιλικῆς πόλεως τοῦ Ἰουδαίων ἔθνους, ἥτις γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσιν μετὰ τὴν πρόρρησιν; λέγει δ᾽ οὖν ὁ ἑβδομηκοστὸς τρίτος ἐπιγεγραμμένος «συνέσεως τῷ Ἀσάφ»· «ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.

ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς· ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός. καὶ ὁ ἑβδομηκοστὸς δὲ ὄγδοος, τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων, τάδε περιέχει· «ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον· ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς». τούτων δὲ τὰ μὲν πρῶτα, λέγω δὲ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ τρίτου ψαλμοῦ, εἴρητο βασιλεύοντος ἔτι τοῦ Δαβίδ, πρὸ τοῦ τὸν ναὸν ὑπὸ Σολομῶνος κατασκευασθῆναι· τέλους δὲ ἔτυχεν οὐκ ἄλλοτε ἢ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου.

ἕκαστα γὰρ τῶν εἰρημένων ἐπληροῦτο ἐπί τε τῆς πρώτης καὶ δευτέρας τοῦ ἱεροῦ κατασκαφῆς, προγνωσθέντα καὶ ἀναφωνηθέντα ἐν τοῖς εἰρημένοις ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα, 〈τὰ〉 ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου, ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων, πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνῄρει, ποικίλαις προαικιζόμενος τιμωρίαις. εἰς ἐκεῖνον τοιγαροῦν τὸν καιρόν, καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφή, τοῦτον ἔχουσα τὸν τρόπον· «καὶ προσεπισυνήχθησαν πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια», καὶ ἑξῆς ἐπιλέγει· «καὶ ὤμοσεν αὐτοῖς λέγων, οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν. καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον Ἀσὰφ ὃν ἔγραψεν· ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζῴοις τῆς γῆς, αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων».

Τούτων οὕτως προρρηθέντων καὶ ἀποτελεσθέντων, οὐ θαυμαστὸν εἰ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ προεκτεθέντα τοῦ τεσσαρακοστοῦ ψαλμοῦ λόγια σημαίνει τὰ μέλλοντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς· ἅπερ μὴ πάντων ἀνθρώπων συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ καὶ φῶς ἀληθινόν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτημένος, «δι᾽ ἡμᾶς ἐπτώχευσεν» σάρκα λαβών, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθείς, «μορφήν» τε «δούλου» καὶ πένητος ἀνειληφώς, καὶ μάλιστα καθ᾽ ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ ψαλμοῦ προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιείς, ἐπαγγελίας τυγχάνων τῆς ἀναγεγραμμένης. εἶθ᾽ ἑξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι᾽ ἡμᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται· «ἐγὼ εἶπα, κύριε ἐλέησόν με». ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ ψαλμῷ θεσπίζεται, αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει. ἱστορεῖ γάρ, ὅτι λαβὼν ὁ Ἰησοῦς ποτε λέντιον περιεζώσατο, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ εἶπεν, «ἐγὼ οἶδα οὓς ἐξελεξάμην. ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ».

ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ᾽ ἢ τὴν τοῦ μετὰ χεῖρας ψαλμοῦ, ἐν ᾧ εἴρηται· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν»; φησὶν οὖν ἀρχόμενος· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», καὶ δι᾽ ὅλου τοῦ ψαλμοῦ. ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· «ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με· ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι. οἱ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακά, πότε ἀποθάνῃ καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσερχόμενος ἐπισκέψασθαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ᾽ ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι. λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνέσθων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου ἀκολούθως. σὺ δέ, κύριε, οἴκτειρόν με καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι᾽ αἰῶνος.» ἰσοδυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου.

Πρῶτον οὖν περὶ τοῦ δοκεῖν ἀπεμφαίνειν ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν τὸ εἰρημένον, τὸ «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι». καὶ οὕτως δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας. διὸ λέλεκται· «καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν», καὶ «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει». γέγονε γοῦν «ὑπὲρ ἡμῶν κατάρα» «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὃν καὶ «μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν», ἀντίψυχον ὑπὲρ πάντων ἡμῶν προέμενος αὐτόν, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ». ἀλλ᾽ ἐπεὶ καὶ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενόμενος «κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», εἰκότως προφέρεται τὰ ἐκκείμενα. ὅτι δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειούμενος διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑποκαταβὰς ἐν αὐτῷ τῷ ψαλμῷ ἐπιφέρει λέγων· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου», σαφῶς τὸ ἀπειρόκακον τοῦ ἀμνοῦ τοῦ θεοῦ παριστάς. πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν ἢ καθ᾽ ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα κατὰ τὸν ἀπόστολον φήσαντα· «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους»;

καὶ καθ᾽ ὃ πάσχοντος ἑνὸς μέλους «συμπάσχει πάντα τὰ μέλη», οὕτως τῶν πολλῶν μελῶν πασχόντων καὶ ἁμαρτανόντων, καὶ αὐτὸς κατὰ τοὺς τῆς συμπαθείας λόγους (ἐπειδήπερ εὐδόκησεν θεοῦ λόγος ὢν «μορφὴν δούλου» λαβεῖν καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι συναφθῆναι) τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμβάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπεραλγεῖ καὶ ὑπερπονεῖ κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. οὐ μόνον δὲ ταῦτα πράξας «ὁ ἀμνὸς τοῦ θεοῦ», ἀλλὰ καὶ ὑπὲρ ἡμῶν κολασθεὶς καὶ τιμωρίαν ὑποσχών, ἣν αὐτὸς μὲν οὐκ ὤφειλεν ἀλλ᾽ ἡμεῖς τοῦ πλήθους ἕνεκεν τῶν πεπλημμελημένων, ἡμῖν αἴτιος τῆς τῶν ἁμαρτημάτων ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς ἑαυτὸν μετατιθείς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ᾽ ἑαυτὸν ἑλκύσας, «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχον. διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον· «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν», ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὐτῷ καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος φησίν· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι».

Ὁρῶντας δὲ εἰκότως τοὺς ἐπιβουλεύοντας, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ ἀοράτους δυνάμεις, τὴν ὑπερβάλλουσαν ἰσχὺν αὐτοῦ τῆς θείας προσηγορίας καὶ τοῦ ὀνόματος, δι᾽ οὗ μικρὸν ὕστερον Χριστιανῶν τὴν πᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν [οἴεσθαι] ὑπειληφέναι, εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ, τοῦτο δὴ οὖν αὐτὸ διελέγχει, φάσκων· «οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;» ἐπεὶ δὲ καθυποκρινόμενοι προσῄεσαν, πειράζοντες «ὅπως αὐτὸν παγιδεύσωσιν», ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ᾽ αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτων ἕνεκα ἐπιλέγει· «καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ». ἑξῆς δὲ τούτοις ἤδη σαφῶς ἐμφαίνει καὶ αὐτὸν ἐκεῖνον τὸν δυσσεβέστατον προδότην, ἐπειδὴ συνέβαινεν, μεθ᾽ ἃς πεποίητο συνθήκας τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας, μηκέτ᾽ ἀπαντᾶν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθημάτων διδασκαλίαν, μηδ᾽ ὡς παρὰ διδάσκαλον φοιτᾶν μηδ᾽ ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ σωτῆρος διατριβῇ, ἀλλ᾽ ἐπὶ τῷ κατοπτεύειν καὶ θηρεύειν καιρὸν ὅτε δεῖ ἐπιθέσθαι αὐτῷ.

τοῦτο δ᾽ οὖν καὶ κατηγορεῖται πράττων ὑπὸ τῶν ἱερῶν εὐαγγελιστῶν, ὧν ὁ μὲν Ματθαῖός φησιν· «τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς», ὁ δὲ Μάρκος· «καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα αὐτὸν παραδῷ αὐτοῖς. οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ», ὁ δὲ Λουκᾶς γράφει λέγων· «εἰσῆλθεν δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσι καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἵνα αὐτὸν παραδῷ αὐτοῖς, καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου». ταῦτα δὴ οὖν αὐτὰ θεσπίζουσα ἡ μετὰ χεῖρας πρόρρησις ἐπιλέγει· «καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου». ὁ γοῦν Σύμμαχος, «εἰσερχόμενος», φησίν, «ἐπισκοπῆσαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει.

ὁμοθυμαδὸν ἐψιθύριζον κατ᾽ ἐμοῦ πάντες οἱ μισοῦντές με». μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύπτων τὴν ἐπιβουλήν, ἐξιὼν δὲ μετὰ πλειόνων «ὁμοθυμαδὸν» καὶ ἐπὶ τὸ αὐτὸ «κατελάλει», τοῖς ἐχθροῖς προδιδοὺς τὸν σωτῆρα, καὶ συνταττόμενος τοῖς τῶν Ἰουδαίων ἄρχουσιν λεληθότως περὶ ἑτέρων οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν χρημάτων, ἐφ᾽ οἷς παραδώσειν αὐτὸν ὑπισχνεῖτο, περὶ ὧν μετ᾽ αὐτῶν ἐκείνων ἐψιθύριζεν. διό φησιν· «ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ· ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ᾽ ἐμοῦ· ἐλογίζοντο κακά μοι· λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ». ἔοικεν δὲ τὴν συνταγὴν τὴν περὶ τῶν ἀργυρίων «λόγον παράνομον» διὰ τῆς προφητείας ὀνομάζειν, ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ᾽ αὐτοῦ διενοοῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον καὶ μηκέτ᾽ ἐν ζῶσιν ἐξετασθησομένου. τοιοῦτον γάρ ἐστιν τὸ «μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;» ὅπερ λευκότερον ὁ Σύμμαχος ἐξέφηνεν, εἰπών· «καὶ πεσὼν οὐκέτ᾽ ἀναστήσεται», ὁ δὲ Ἀκύλας φησίν· «καὶ ὃς ἂν κοιμηθῇ, οὐ προσθήσει τοῦ ἀναστῆναι». καὶ ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ.

ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ὡς ἂν περὶ μαθητευθέντος αὐτῷ, ἑξῆς ἐπιφέρει λέγων· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν», ἀνθ᾽ οὗ πάλιν ὁ Σύμμαχος· «καὶ ἄνθρωπος», φησίν, «ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου». χείριστος γὰρ ἀληθῶς ἁπάντων καὶ ἐναγέστατος ὁ μετὰ κοινὴν τράπεζαν καὶ τὴν ἐν λόγοις τοῦ διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος.

Ἀλλ᾽ ἐπειδήπερ ἐπιβουλεύοντες οἱ ἐχθροὶ ἔλεγον· «πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ», ᾤοντό τε κοιμηθέντα μηκέτ᾽ ἀναστήσεσθαι, τούτου χάριν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τἀναντία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν τὸν πατέρα, φησίν· «σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ». καὶ πρόδηλόν γε τίνα τρόπον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετῆλθεν τοὺς ἐπιβεβουλευκότας αὐτῷ ἡ ἀνταπόδοσις, ὅπως τε «ὁ ἐχθρὸς» αὐτοῦ ζωῆς τυγχάνοντος θάνατος κατῃσχύνθη, ὥστε τοὺς ἐπονειδίζοντας εἰπεῖν· «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, θάνατε, τὸ νῖκος;» ἐντυχὼν δέ τις ταῖς μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν ἱστορίαις τῷ Ἰωσήπῳ γραφείσαις εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφοράς, αἷς εἰκότως περιπεπτώκασιν, τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες. καὶ ταῦτα μὲν εἰς ἐκείνους ἐπληροῦτο πάντα κατὰ τὴν πρόρρησιν. τοῦ δὲ σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξεν τοῖς πᾶσιν ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ πατήρ, ὃ καὶ αὐτὸς διδάσκει λέγων· «ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμοί».

τούτοις ἐπιλέγει· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου». καὶ τήρει γε τίνα τρόπον αὐτῷ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμπων ἐπὶ τοσαύτῃ ταθάρρηκεν παρρησίᾳ, ὡς «ἀκακίαν» ἑαυτῷ μαρτυρεῖν, καίτοι ἀνωτέρω φήσας· «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι». ἀλλὰ τὸ μὲν «ἥμαρτόν σοι» ὁποίας ἔχεται διανοίας προδιειλήφαμεν, καὶ ὁ Σύμμαχος δὲ σαφέστερον παρέστησεν εἰπών· «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι», ὃ καὶ αὐτὸ λέγοιτ᾽ ἂν περὶ τῶν ἡμετέρων ἁμαρτημάτων, ἅπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν εἰς ἑαυτὸν ἀνεδέξατο. τὸ δὲ «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου» τὴν δι᾽ ὅλου καθαρότητα τῆς αὐτοῦ φύσεως παρίστησιν, δι᾽ ἣν καὶ τὸ ἑδραῖον καὶ ἄσειστον τῆς ζωῆς καὶ τῆς μετὰ τὴν ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων, ἐπιλέγει· «καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα», ἢ «καὶ παραστήσεις με ἔμπροσθέν σου δι᾽ αἰῶνος» κατὰ τὸν Σύμμαχον. 〈Ἀπὸ Ψαλμοῦ νδʹ〉. «Ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι, καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ᾽ ἐμέ, καὶ ἐκάλυψέν με σκότος», καὶ τὰ ἑξῆς.

οἷς ἐπιλέγει· «καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ᾽ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.» Τὸ «εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ᾽ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ, σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα» ὅμοιόν ἐστιν τῷ «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν», περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ. ὥσπερ οὖν ἐν ἐκείνῳ ἐδείκνυτο «ἄνθρωπος εἰρήνης» ποτὲ γεγονώς, ὅτε τῷ σωτῆρι ἐμαθητεύετο, εἷς καὶ αὐτὸς τοῦ τῶν ἀποστόλων ἀριθμοῦ χρηματίσας, οὕτως καὶ ἐν τῷ προκειμένῳ «ἰσόψυχος» καὶ «ἡγεμὼν» καὶ «γνωστὸς» αὐτῷ προσηγόρευται.

καὶ πάλιν ὡς ἐν ἐκείνῳ περὶ αὐτοῦ εἴρητο «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν», τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος εἰς αὐτοῦ πρόσωπον λέγεται τὸ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα»· καὶ γὰρ τῶν καταξιουμένων καὶ αὐτὸς εἷς ἦν τῆς ἀπορρήτου πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς. τοῖς μὲν γὰρ ἔξω πλήθεσι καὶ «τοῖς ὄχλοις» «ἐν παραβολαῖς» ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, «ἐπέλυεν ἅπαντα». διὸ λέλεκται «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμὸν» καὶ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα». ἅπερ σαφέστερον ἐξέφηνεν ὁ μὲν Ἀκύλας εἰπών· «οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρρητον», ὁ δὲ Σύμμαχος· «οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν». ἀντὶ δὲ τοῦ «σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου» ὁ Σύμμαχός φησιν «σὺ δὲ ἄνθρωπε ὁμότροπός μοι καὶ ἡγεμών μου καὶ γνωστέ μου». ἐπειδήπερ τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ «ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν», καὶ τὰ ἑξῆς.

Ταῦτα δὲ περὶ τοῦ Ἰούδα θεσπίσας, ἀκολούθως τὴν ἐκ τοῦ θανάτου σωτηρίαν καὶ ἀποφυγὴν ἑαυτοῦ προδιδάσκει λέγων· «ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος ἔσωσέν με. ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου». ὡς ἐν εὐχῇ τὸν πρὸ τοῦ θανάτου καιρὸν σημαίνει, καθ᾽ ὃν καὶ ὁ Ἰούδας τὰ τῆς κατ᾽ αὐτοῦ προδοσίας συνεσκευάσατο· τότε οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὡς ἐπὶ ὀλέθρῳ καὶ ἀπωλείᾳ τοῦ γνωρίμου δυσφορῶν, καὶ ἔτι μᾶλλον ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποβολῇ, ὥσπερ ἐπὶ μεμηνόσιν οἰκείοις καὶ ὡς ἐπὶ φιλτάτοις συμπάσχων, πᾶσαν τὴν πρὸς αὐτοὺς ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, «ἀδολεσχίαν» ἀποκαλεῖ, φάσκων· «ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν», φησίν, «ἐπ᾽ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι». ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς ἀναφέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν πειρωμένους, δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσπολεμουσῶν καὶ τὴν δι᾽ ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν λέγεσθαι.

ἃ καὶ συνᾴδειν μοι δοκεῖ τοῖς ἐν τῷ εὐαγγελίῳ ὑπ᾽ αὐτοῦ λελεγμένοις κατὰ τὸν τοῦ πάθους καιρόν, ὅτε λέγει τοῖς ἑαυτοῦ μαθηταῖς· «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ», καὶ πάλιν· «νῦν ἡ ψυχή μου τετάρακται». ὅμοια γοῦν τούτοις ἐστὶν καὶ τὰ ἐν τῷ ψαλμῷ, ἐν ᾧ λέλεκται· «ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ, φόβος καὶ τρόμος ἦλθεν ἐπ᾽ ἐμέ, καὶ ἐκάλυψέν με σκότος», δι᾽ ὧν τῶν ἀντικειμένων δυνάμεων τὰς κατ᾽ αὐτοῦ ὁρμὰς σημαίνει. ὡς γοῦν ἐν ταῖς προφητείαις ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ «πνεύματι πορνείας ἐπλανήθησαν», καὶ ἄλλο «πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ» τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιητικόν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ θεὸν ἐνεργητικόν. οὕτω δ᾽ ἂν λεχθείη πνεῦμα φόβου καὶ τρόμου, καὶ πάλιν ἕτερον παρὰ ταῦτα πνεῦμα φόβου καὶ συγχύσεως, ἃ καὶ σχεδὸν εἰπεῖν ἅπασι μὲν τοῖς ἐν μαρτυρίῳ τὸν ὑπὲρ εὐσεβείας θάνατον ἀναδεχομένοις ἐφορμᾶν εἴωθεν, πολὺ πλέον δὲ καὶ μᾶλλον ἐπιτέθειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι.

πλὴν ἀ〈λ〉λ᾽ εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τίς γε ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ᾽ οὔ τι γε κατέρραξεν αὐτόν, ἐπεὶ οἷα γενναῖος ἀθλητὴς τὴν μὲν δειλίαν τοῦ θανάτου πεποιθήσει ζωῆς (αὐτὸς γὰρ ἡ ζωή) μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν, ἐπεὶ κατὰ τὸν Ἡσαΐαν ἐπανεπαύσατο «ἐπ᾽ αὐτὸν» μετὰ τῶν ἄλλων πνευμάτων καὶ «πνεῦμα βουλῆς καὶ ἰσχύος». οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασεν δυνάμει, ἐπεὶ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». εὕροις δ᾽ ἂν τὰ παραπλήσια τούτοις καὶ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἐν ᾧ πάλιν ἐκ τοῦ αὐτοῦ λέλεκται προσώπου· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος», καὶ πάλιν· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», καὶ αὖθις· «ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου».

σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς ταύρους καὶ μόσχους καὶ λέοντας καὶ κύνας καὶ μονοκέρωτας ἀποκαλεῖ, αἳ «περιέσχον» μὲν αὐτὸν καὶ «περιεκύκλωσαν» κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ᾽ αὐτοῦ δεδύνηνται. καὶ ταῦτα μὲν ..., εἰ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ᾽ αὐτὸν ἀλλ᾽ ἐφ᾽ ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτός, ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. πλὴν ἀλλὰ καὶ περὶ τῆς τῶν Ἰουδαίων μητροπόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλήμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς· «εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ νῦν σχολὴ διηγεῖσθαι. 〈Ἀπὸ Ψαλμοῦ ρηʹ〉. «Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.»

Καὶ τῆς τῶν προκειμένων ἐπὶ τὸν προδότην Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς καὶ ταῦτα φήσας· «ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας αὐτοῦ, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ· καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμάχ, ὅ ἐστι χωρίον αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.» ταῦτα γοῦν ὁ Πέτρος εἰπὼν ὑποτίθεται ἕτερον ἀντὶ τοῦ Ἰούδα δεῖν παραλαβεῖν εἰς τὸν λείποντα τῶν δώδεκα ἀποστόλων ἀριθμόν, ὅπως πληρωθῇ τὸ τῆς προφητείας, ὅτε κλήρου γενομένου «ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν δώδεκα ἀποστόλων».

τούτων οὕτως ἐκτελεσθέντων, ἀκόλουθον ἂν εἴη τὸ λέγον ἐν τῷ ψαλμῷ πρόσωπον οὐχ ἕτερον ἡγεῖσθαι τοῦ σωτῆρος ἡμῶν, ὃς τῷ πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσεν, τὸ μέλλον περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας. φησὶν οὖν· «ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς», τὴν ὑπ᾽ αὐτοῦ παραδοθεῖσαν τοῖς αὐτοῦ μαθηταῖς διδασκαλίαν καὶ τῆς καινῆς διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγασθῆναι, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα παραμεῖναι τῷ βίῳ. «Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου» κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· «τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς». τοιαῦτα γοῦν κατ᾽ αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν αὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν «ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν ἕκαστος αὐτῶν, μή τι ἐγώ εἰμι, κύριε;» ἐν οἷς ἦν καὶ Ἰούδας, ὃς τὸ πλῆρες παντὸς δόλου καὶ εἰρωνείας ἀνοίξας στόμα ἀποκριθεὶς «εἶπεν, μή τι ἐγώ εἰμι Ῥαββί;»

δόλιον δὴ στόμα, δι᾽ οὗ τὸ σημεῖον τοῖς ἐπιβούλοις τοῦ σωτῆρος ἡμῶν ἐδήλου, λέγων· «ὃν ἐὰν φιλήσω, αὐτός ἐστιν, κρατήσατε αὐτόν». ὃ καὶ εἰπὼν ἔργῳ τὸν δόλον ἀπεπλήρου, ὅτε «προσελθὼν τῷ Ἰησοῦ εἶπεν αὐτῷ, χαῖρε Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ᾽ ᾧ πάρει;» καὶ πάλιν· «Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» τούτων δ᾽ οὖν ἕνεκα προλαβὼν διὰ τοῦ ψαλμοῦ φησιν· «ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν», ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων αὐτῷ μνημονεύει. λέγει δ᾽ οὖν τὸ εὐαγγέλιον, ὡς ἄρα τοῦ σωτῆρος ἡμῶν «ἔτι» τοῖς ἑαυτοῦ μαθηταῖς «λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ». οἷς καὶ εἶπεν ὁ κύριος· «ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν».

Ἔτι δέ φησιν ἐν τῷ ψαλμῷ· «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην». τότε καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἐν τῷ καλουμένῳ Γεθσημανῆ χωρίῳ μετὰ τῶν ἕνδεκα ἀποστόλων προσευχομένου, μικρόν γε ἀναχωρήσαντος αὐτῶν καὶ προσπεσόντος τῷ πατρί, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυεν, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν αὐτὸν παρεσκευασμένων. «κακὰ» δὲ εἰς αὐτὸν «ἔθεντο» «ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, ὅτε πονηρὰ διετέθειντο τὸν σωτῆρα καὶ εὐεργέτην καὶ διδάσκαλον, μυρίας ὅσας ἰάσεις καὶ θεραπείας λόγων τε διδασκαλίας καὶ παντοίας ὠφελείας αὐτοῖς παρεσχημένον. ἀνθ᾽ ὧν, ἐπειδήπερ «κακὰ ἀντὶ ἀγαθῶν» «ἔθεντο» κατ᾽ αὐτοῦ «καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, εἰκότως ἐπιλέγει· «κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.» ἃ καὶ αὐτὰ ὁποίαν εἴληφεν τὴν ἔκβασιν, ὁ ἱερὸς ἀπόστολος Πέτρος προλαβὼν διεσάφησεν, ἐπ᾽ αὐτὸν τὸν προδότην ἐφαρμόσας τὴν γραφήν.

καὶ σοὶ δὲ αὐτῷ πάρεστιν συνορᾶν, εἰ μὴ καθέσταται ἐπὶ τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἡγούμενος ἁμαρτωλός, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις δουλεύειν κατηναγκασμένοι. τίς δ᾽ οὐκ ἂν θαυμάσειεν τῆς προρρήσεως τὸ ἀποτέλεσμα; φήσαντος γὰρ τοῦ λόγου «γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι», σαφὲς ὅπως βραχὺς ὁ πᾶς διεγένετο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν χρόνος καθ᾽ ὃν ἔδοξαν διαμένειν, μεθ᾽ ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ᾽ ᾗ καὶ «τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος», ὁ διὰ Χριστοῦ συγκροτηθεὶς λαός. καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ αὐτοῖς τούτοις καταλλήλως νοήσεις.

Τὰ δ᾽ ἑξῆς ὡς περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα, ἐν τῷ «γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί» καὶ τὰ παραπλήσια, ἀνάγοιτ᾽ ἂν καὶ ἐπ᾽ αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ᾽ ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αὐτῷ τὸν σωτήριον λόγον προδιδόντας· καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ καὶ τῆς λεγομένης μητρὸς αὐτοῦ, τῆς τοῦ Ἰουδαίων ἔθνους συναγωγῆς· περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ «καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη». πλὴν ὥσπερ ἐν τῇ πρὸ ταύτης προφητείᾳ πτωχὸς καὶ πένης ὠνομάζετο ὁ σωτὴρ καὶ κύριος ἡμῶν, καθάπερ ἀπεδείξαμεν ἐν τῷ «μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα», τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι ψαλμῷ τούτοις ἐπικέκληται τοῖς ὀνόμασιν· τάδε γὰρ καὶ τάδε γενηθήτω τῷ Ἰούδᾳ καὶ τοῖς τὰ ὅμοια αὐτῷ ἐζηλωκόσιν διὰ τὰ τετολμημένα αὐτῷ φησιν. τίνα δὲ ταῦτα, ἐπιφέρει λέγων· «ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ». οἷς ἑξῆς ἐπικαταβὰς αὖθις πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων· «καὶ σύ, κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με· ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ».

Οἷς μεθ᾽ ἕτερα ἐπιλέγει· «τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον. καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· ἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν», ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν, ὅτε «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες», «ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι». ἐπεὶ δὲ εἰσέτι νῦν οἱ ἐκ περιτομῆς τὴν τῶν πατέρων αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι, βλασφήμοις καὶ ἀσεβέσι ῥήμασι καταθεματίζειν τὸν σωτῆρα καὶ κύριον ἡμῶν καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας εἰώθασιν, τούτου χάριν ἑξῆς ἐπιλέγει «καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. ἐγὼ δὲ ἐξομολογήσομαι τῷ κυρίῳ ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.» καὶ πρόδηλόν γε, ὁπόσοις εἰσέτι καὶ νῦν οἱ τὰς κατ᾽ αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς, ἀπὸ τῶν αὐτῶν χρόνων μηδ᾽ ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος.