Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Α΄: Προοίμιο, σκοπός και μεθοδολογία της Ευαγγελικής Αποδείξεως

Ο συγγραφέας εκθέτει τον απολογητικό σκοπό της Ευαγγελικής Αποδείξεως και αναλύει τη μετάβαση από την Ευαγγελική Προπαρασκευή, προαναγγέλλοντας την αναίρεση των ιουδαϊκών κατηγοριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 31

Κεφαλαίων καταγραφή. 〈Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 αʹ. Τίνα καὶ ὁπόσα ἐπαγγέλλεται ἡ πραγματεία. βʹ. Τίς ὁ τρόπος τῆς κατὰ τὸν χριστιανισμὸν εὐσεβείας.

γʹ. Ὅτι μὴ πᾶσι τοῖς ἔθνεσι κατάλληλος ἦν ἡ κατὰ Μωσέα πολιτεία. δʹ. Τί δήποτε τὰ παρὰ Ἰουδαίοις ἀποδεχόμενοι λόγια τὸν παρ᾽ αὐτοῖς βίον παρῃτησάμεθα. εʹ. Ὁποία τις οὖσα τυγχάνει ἡ καλουμένη τοῦ Χριστοῦ καινὴ διαθήκη.

ϛʹ. Τίς ὁ κατ᾽ αὐτὴν κατηγγελμένος ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις βίος. ζʹ. Πῶς ὁ Χριστὸς τὰ παρὰ Μωσεῖ πρότερον ἐκτελέσας καινῆς καὶ νέας εἰσαγωγεὺς κατέστη πολιτείας. ηʹ. Ὡς εἰς δύο τρόπους ὁ κατὰ τὸν χριστιανισμὸν διῄρηται βίος.

θʹ. Τί δήποτε μὴ ὁμοίως τοῖς παλαιοῖς καὶ παρ᾽ ἡμῖν τὰ τῆς πολυπαιδίας σπουδάζεται. ιʹ. Τίνι λόγῳ μὴ καὶ ἡμῖν ὁμοίως τοῖς παλαιοῖς θυμιᾶν καὶ θύειν τῷ θεῷ τὰ γεώδη παραδέδοται.

Εὐαγγελικῆς Ἀποδείξεως Λόγος πρῶτος Ἰδοὺ δή σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ, μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εὐαγγελικῆς ὑποθέσεως ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, μέγα τοῦτο πρὸς ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ φίλη κεφαλή, τὴν αἴτησιν καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει, τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ᾽ Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις. πῶς δὴ καὶ τίνα τρόπον; τοῖς θεοφιλέσι ἐκείνοις, οἶσθα δήπου τοὺς βοωμένους παρὰ τοῖς ἀνδράσι, Μωσέα δὴ λέγω καὶ τοὺς μετ᾽ αὐτὸν ἐκλάμψαντας θεοπρεπεῖς καὶ [τοὺς] μακαρίους προφήτας τε καὶ ἱεροφάντας, μάρτυσιν ἀποχρώμενοι, ἐξ αὐτῶν τ᾽ ἐπιδεικνύναι προῃρημένοι τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα καὶ διὰ τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευθέντα τά τε καθ᾽ ἡμᾶς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλμῶν συντελούμενα θείῳ πνεύματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλλοντά ποτε ἔσεσθαι προμεμηνυκότας, ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρίζειν τὸ μέλλον δύνασθαι ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα. ποῖα δὲ ταῦτα; μυρία μὲν ἂν εἴη καὶ ἄλλα.

παντοῖα τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ᾽ ἕκαστόν τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ᾽ Ἑβραίους πραγμάτων καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν· οἷον δὴ πόλεων ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγμάτων μεταβολάς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφοράς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλειῶν μεταστάσεις τε καὶ καταστάσεις, καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκήρυττον. ἀλλ᾽ οὐ τούτων ὅ γε παρὼν καιρὸς τὸν ἔλεγχον ἡμᾶς ἀπαιτεῖ παραστήσασθαι, τὰ πολλὰ δὲ εἰσαῦθις ὑπερθέμενος ἐκ τῆς τῶν παρατεθησομένων ἀληθείας ἠρέμα καὶ τῶν ἀποσεσιωπημένων τὴν ἀπόδειξιν πιστώσεται.

Τίνα τοίνυν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐκ τῶν προφητικῶν προρρήσεων εἰς τὴν εὐαγγελικὴν ἀπόδειξιν εὖ ἂν ἔχοι συντελεῖν, καιρὸς ἂν εἴη λέγειν. Χριστὸν ὀνομαστὶ καὶ θεοῦ λόγον αὐτόν τε θεὸν καὶ κύριον καί τινα «μεγάλης βουλῆς ἄγγελον» ἐπιδημήσειν ποτὲ εἰς ἀνθρώπους ἔφασαν, πάντων τε τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν Ἑλληνικῶν τε καὶ βαρβάρων διδάσκαλον ἀληθοῦς θεογνωσίας καὶ τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν θεὸν εὐσεβείας καταστήσεσθαι, ᾗ τὸ εὐαγγελικὸν περιέχει κήρυγμα· καὶ τοῦτον αὐτὸν παιδίον ἔσεσθαι καὶ υἱὸν ἀνθρώπου κληθήσεσθαι, γένος τε ὅθεν κατάξει, καί τινα ξένον ἐκ παρθένου τρόπον αὐτοῦ τῆς ἀποτέξεως, καὶ τό γε παραδοξότατον, ὅτι μὴ 〈τὸ〉 πᾶσι τοῖς ἐκ περάτων γῆς εἰσέτι σήμερον ἐπὶ θέαν σπεύδουσι βοώμενον τῆς ἐν Βηθλεὲμ γενέσεως αὐτοῦ χωρίον σιωπῇ δόντες παρῆλθον, ἀλλὰ καὶ τοῦτο λευκοῖς ὀνόμασιν ἐξεβόησαν, ὥσπερ οὖν καὶ τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ, καθ᾽ οὓς ἀκριβῶς οὗτος ἐπεδήμει τῷ βίῳ, ὥσπερ φθάσαντες οἱ αὐτοὶ τὰ τῶν πραγμάτων ἐθέσπισαν. πάρεστι δέ σοι μετὰ χεῖρας ἀναλαβόντι τὴν σπουδὴν ἐν ὀφθαλμοῖς ἰδεῖν ἐν ταῖς δηλουμέναις προφητικαῖς προρρήσεσι πάσας ὁμοῦ περιεχομένας τὰς ὑπὸ τῶν θεσπεσίων εὐαγγελιστῶν μαρτυρουμένας αὐτοῦ δὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παραδόξους θαυματουργίας καὶ τὰς ἐνθέους αὐτοῦ καὶ παναρέτους περὶ τῆς ἀληθοῦς εὐσεβείας διδασκαλίας.

καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσεβείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι κλῆσίν τε μαθητῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν. ναὶ μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας, ἀρχόντων τε ἐπαναστάσεις, διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν διαβολάς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους, μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν, ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν. ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς, δι᾽ ὧν προειλήφασι, τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνατον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἔνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δευτέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν.

Ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετελεύσεσθαι κακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν, ἄνωθεν ἐκ πατέρων εἰς ἐκείνους διαρκέσαν τοὺς καιρούς, παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἱ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ᾽ ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμπρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ᾽ ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ᾽ αὐτοῖς ἡ τῶν κακῶν παῦλα οὐδέ τις ἀνάνευσις τῶν συμφορῶν ἐλπισθήσεται, ἃ καὶ τυφλῷ, φασί, δῆλα εἰσέτι νῦν [τὴν τῶν λόγων ὄψιν] αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας, ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας, τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι.

Οὐκ ἦν δ᾽ ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγήν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγήν, φωτός τε καὶ εὐσεβείας ἀνάλαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐτοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι᾽ αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶ ὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ᾽ ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις οὐδὲν εἰς τὸ καθελεῖν αὐτήν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι.

Τοσούτων διὰ τῶν καθ᾽ Ἑβραίους θεολόγων ἀναπεφωνημένων καὶ εἰς δεῦρο πᾶσιν εἰς φανερὸν τὰς ἐκβάσεις ἐπιδεικνυμένων, τίς οὐκ ἂν τὸ ἔνθεον ἀποθαυμάσειε τῶν ἀνδρῶν; τίς δ᾽ οὐχὶ τῆς κατ᾽ αὐτοὺς θεοσεβείας καὶ φιλοσοφίας τὰ μαθήματά τε καὶ τὰ δόγματα κύρια καὶ ἀληθῆ εἶναι ὁμολογήσει, τὴν ἀπόδειξιν παρεχόμενα οὐκ ἐν λέξεσι κεκομψευμέναις, οὐδ᾽ ἐν δεινότητι λόγων ἢ κακοτέχνοις ἀπάταις συλλογισμῶν, ἐν ἁπλῇ δὲ καὶ ἀπανούργῳ διδασκαλίᾳ, ἧς τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς ἀληθείας ἡ τῶν θεσπεσίων αὐτῶν ἐκείνων ἀνδρῶν ἀρετή τε καὶ θεογνωσία παρίστησιν; οἱ γοῦν τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ ἀνθρωπίνῳ θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων πιστεύεσθαι;

Εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι, τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δοκεῖν, ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προφητικαῖς μαρτυρίαις ἀκολούθως, ἔπειτα τοῦτ᾽ αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι· μὴ μὴν ῥᾳδίως τὸ ἐπάγγελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι. ὅθεν ἀναγκαίως ἐπὶ τοῦτ᾽ αὐτὸς παρελθών, σὺν θεῷ βοηθῷ κατὰ τὰ ἐπηγγελμένα τὴν ἐντελῆ πάσης τῆς Εὐαγγελικῆς Ἀποδείξεως πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ᾽ Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι.

Σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ Ἰουδαίων. ἄπαγε, πολλοῦ γε καὶ δεῖ. πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐγνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ᾽ ἐκείνων διὰ τῆς τῶν παρ᾽ αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως. ἁρμόσειε δ᾽ ἂν καὶ παισὶν Ἑλλήνων, εἰ εὐγνωμονοῖεν, διὰ τῆς παραδόξου τῶν μελλόντων προγνώσεως τῆς τε τῶν πραγμάτων κατὰ τὰς προρρήσεις ἐκβάσεως, ὁμοῦ μὲν τὸ ἔνθεον καὶ ἀψευδὲς τῆς καθ᾽ ἡμᾶς ἀληθείας ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τὰς τῶν ψευδηγόρων γλώττας ἐπιστομίζουσα διὰ τῆς λογικωτέρας ἀποδείξεως, ἧς οὐδαμῶς ἡμῖν οἱ συκοφάνται μετεῖναι διατείνονται, εὖ μάλα ὁσημέραι ταῖς καθ᾽ ἡμῶν διαβολαῖς κατὰ κράτος ἐπεντριβόμενοι. οὐδὲν γοῦν ἡμᾶς δύνασθαί φασι δι᾽ ἀποδείξεως παρέχειν, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας. πρὸς οὖν τὴν τοιαύτην διαβολὴν οὐκ ἂν γένοιτο ἡμῖν ἄλογος ἡ παροῦσα πραγματεία, ναὶ μὴν καὶ τῶν ἀθέων αἱρέσεων τὰς κατὰ τῶν θείων προφητῶν ψευδοδοξίας τε καὶ βλασφημίας ἀπελέγξει διὰ τῆς πρὸς τὰ νέα τῶν παλαιῶν συμφωνίας.

τὴν μὲν οὖν μακροτέραν καὶ διεξοδικὴν τῶν προφητικῶν φωνῶν ἑρμηνείαν τὰ νῦν ὁ λόγος ὑπερθήσεται, τοῖς βουλομένοις τὰ τούτων ἐξετάζειν καταλιπών, ὃν οἷοί τ᾽ ἂν εἶεν εἰπεῖν [τὸν] τρόπον, διδασκάλῳ δὲ χρώμενος παραγγέλματι θείῳ φάσκοντι «κεφαλαίωσον ἐν ὀλίγοις πολλά», τοῦτο ζηλῶσαι φιλοτιμήσεται, αὐτὸ μόνον ἀφορμὰς τῆς εἰς τοὺς τόπους θεωρίας καὶ τῶν εἰς τὸ προκείμενον κατεπειγόντων τὴν εἰς τὸ σαφὲς ἑρμηνείαν παραθησόμενος.

Ἅλις μὲν δὴ προοιμίων· ἤδη δὲ καὶ τῶν ἀποδείξεων ἄρξομαι. ἐπειδὴ πολὺς ἦν ἐπιρρέων καθ᾽ ἡμῶν ὁ τῶν συκοφαντῶν ὄχλος, μηδὲν δύνασθαι φάσκων δι᾽ ἀποδείξεων ἐναργὲς ἀληθείας παρέχειν δεῖγμα, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τούτους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφᾶς αὐτούς, θρεμμάτων ἀλόγων δίκην, μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς παρ᾽ ἡμῶν λεγομένοις, παρ᾽ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀλόγου χάριν πίστεως· εἰκότως διελὼν τὰς καθ᾽ ἡμῶν διαβολάς, ἐν τῇ Προπαρασκευῇ τοῦ παντὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ᾽ Ἑβραίοις ἀσπασάμενοι λόγια· δευτέραν δὲ τὴν αὐτῶν Ἰουδαίων κατηγορίαν, δι᾽ ἧς καὶ αὐτοὶ δόξαιεν ἂν ἡμῖν ἐνδίκως ἐπιμέμφεσθαι, ὅτι δὴ ταῖς αὐτῶν γραφαῖς καταχρώμενοι οὐ τὸν ὅμοιον αὐτοῖς μέτιμεν τοῦ βίου τρόπον.

τούτων δ᾽ οὕτως ἡμῖν διευκρινημένων, πρὸς μὲν τὴν πρώτην, ὡς οἷόν τε ἦν, διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηντήσαμεν, Ἕλληνες μὲν εἶναι τὸ πρὶν ὁμολογήσαντες καὶ ἐξ ἑτέρων ἐθνῶν τὰ Ἑλλήνων πεφρονηκότες, ἐκ πατέρων τε τῇ πολυθέῳ πλάνῃ δεδουλωμένοι, οὐ μὴν μέντοι ἀλόγῳ καὶ ἀνεξετάστῳ ὁρμῇ κρίσει δὲ καὶ σώφρονι λογισμῷ μεταθέμενοι, τήν τε περὶ τὰ Ἑβραίων λόγια σπουδὴν κεκριμένως ἡμῖν καὶ εὐλόγως γεγενημένην παραστήσαντες. πρὸς δὲ τὴν δευτέραν ὥρα νῦν φράξασθαι καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δ᾽ ἦν πρὸς τοὺς ἐκ περιτομῆς, οὔπω καὶ νῦν ἐξητασμένον, ἐνταῦθα δέ που κατὰ καιρὸν ἐν τοῖς σπουδαζομένοις τῆς Εὐαγγελικῆς Ἀποδείξεως ἀναπληρωθησόμενον. φέρε οὖν τὸν τῶν ἁπάντων Ἰουδαίων τε καὶ Ἑλλήνων θεὸν δι᾽ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι, πρῶτον ἐκεῖνο διασκεψώμεθα, τίς ὁ τρόπος τυγχάνει τῆς καθ᾽ ἡμᾶς αὐτοὺς θεοσεβείας· ἐν ταὐτῷ δὲ καὶ τῶν ἐπιζητουμένων ἁπάντων ἐπιθήσομεν τὰς λύσεις.