Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ε΄: Η υπεροχή της βιβλικής προφητείας έναντι της εθνικής δαιμονικής μαντείας

Αντιπαραβολή της θεόπνευστης διδασκαλίας των Εβραίων προφητών προς τις πρακτικές της δαιμονικής μαντείας των εθνικών, οι οποίες αποκλειστικά εξυπηρετούσαν την πλάνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 15 από 31

〈Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 αʹ. Τίς ὁ τρόπος ἦν καθ᾽ ὃν οἱ παρ᾽ Ἑβραίοις προφῆται τὰ μέλλοντα προεθέσπιζον καὶ τὴν ἀληθῆ θεολογίαν ἐφώτιζον. Ὅσαι προφητικαὶ φωναὶ τῆς ἐνθέου προϋπάρξεως τοῦ σωτῆρος μνήμην ἐποιήσαντο.

αʹ. Ἀπὸ τῶν Παροιμιῶν. βʹ. Ψαλμοῦ 〈μ〉δʹ. γʹ. Ψαλμοῦ ρθʹ. δʹ. Τοῦ Ἡσαΐου. εʹ. Ψαλμοῦ λβʹ. ϛʹ. Τοῦ Ἡσαΐου. ζʹ. Τῆς Γενέσεως. ηʹ. Τῆς αὐτῆς. θʹ. Τῆς αὐτῆς. ιʹ. Τῆς αὐτῆς. ιαʹ. Τῆς αὐτῆς. ιβʹ. Τῆς αὐτῆς.

ιγʹ. Τῆς Ἐξόδου. ιδʹ. Τῆς αὐτῆς. ιεʹ. Τῆς αὐτῆς. ιϛʹ. Τῆς αὐτῆς. ιζʹ. Τῆς αὐτῆς. ιηʹ. Ἀπὸ τῶν Ἀριθμῶν. ιθʹ. Τοῦ Ἰησοῦ τοῦ Ναυῆ. κʹ. Τοῦ Ἰώβ. καʹ. Ψαλμοῦ ϟʹ. κβʹ. Τοῦ Ὠσηέ. κγʹ. Τοῦ Ἀμώς. κδʹ. Τοῦ Ἀβδιοῦ.

κεʹ. Τοῦ Ζαχαρίου. κϛʹ. Τοῦ αὐτοῦ. κζʹ. Τοῦ αὐτοῦ. κηʹ. Τοῦ Μαλαχίου. κθʹ. Τοῦ αὐτοῦ. λʹ. Τοῦ Ἱερεμίου.

Λόγος εʹ. Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα (καθ᾽ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱόν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοεράν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γενητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγενήτου φύσεως νοερὰν εἰκόνα), ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος (καθ᾽ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικόν, καθ᾽ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραάμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην, θεοφιλέσιν, αὖθίς τε φανησόμενον ἐν ἀνθρώποις δι᾽ ἀνθρώπου γενέσεως καὶ παραπλησίας ἡμῖν σαρκός, αἴσχιστα πείσεσθαι προείρητο), ὁδῷ καὶ τάξει προχωρήσαι ἂν ἡμῖν ὁ λόγος μέλλουσι τὰς περὶ αὐτοῦ προφητικὰς ἐκτίθεσθαι μαρτυρίας, εἰ δὴ ἐν πρώτοις κατὰ τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιᾶς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον 〈δὲ〉 προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ᾽ Ἑβραίοις τῶν προφητῶν θεοληψίας, παρ᾽ ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα.

Μαντεῖα καὶ χρηστήρια πανταχόσε γῆς Ἕλληνες καὶ βάρβαροι μνημονεύουσι συστῆναι. ταῦτα δέ φασιν ἐκ προνοίας τοῦ δημιουργοῦ ἐπὶ χρῆσιν καὶ ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν εἶναι τὸ διαφέρον τῶν παρ᾽ Ἑβραίοις προφητῶν πρὸς τὰ τῶν λοιπῶν ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν οὕτως καὶ τοῖς ἄλλοις ἔθνεσιν διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι. μὴ γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν ἀλλὰ καὶ τῶν λοιπῶν ἁπάντων ἀνθρώπων, καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ᾽ ἐξ ἴσου προνοεῖν. ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ᾽ οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων χορηγίας, σωμάτων τε τοῖς πᾶσιν κατασκευὴν ὁμοίαν, ἕνα τε γενέσεως τοῖς πᾶσι τρόπον, καὶ φύσιν λογικῆς ψυχῆς μίαν, οὕτω δὲ καὶ τῆς τῶν μελλόντων προγνώσεως τὴν ἐπιστήμην πᾶσιν ἀνθρώποις ἀφθόνως παρέχειν, τοῖς μὲν διὰ προφητῶν ἀνδρῶν, τοῖς δὲ διὰ χρηστηρίων, τοῖς δὲ δι᾽ ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι᾽ ὀνειροπομπείας, ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς Ἑβραίων προφήτας.

Τοιοῦτος μὲν οὖν ὁ παρ᾽ ἐκείνων λόγος. ὁ δὲ παρ᾽ ἡμῶν ὧδέ πως αὐτοῖς ἀπαντήσεται· εἰ μέν τις συνίστη λόγος θεοὺς ἀληθῶς ἢ θείας δυνάμεις ἢ δαίμονας ἀγαθοὺς ἐφεστάναι τοῖς τῶν εἰρημένων μαντείοις ἢ τοῖς οἰωνοῖς ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀκεῖνα τοῖς χρωμένοις ἐπ᾽ ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀποδείξεσιν καὶ αὐτῶν Ἑλλήνων ὁμολογίαις ἤδη πρότερον δαίμονας αὐτοὺς εἶναι, καὶ οὐδ᾽ ἀγαθοὺς πάσης δὲ βλάβης καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ εἶναι προφῆται; φαύλους δὲ αὐτοὺς ὁ λόγος ἐφώρασεν διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωποθυσίας, ἔκ τε ὧν ἠπάτων τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι᾽ ἧς τοὺς πρόσφυγας πλείστοις πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέ〈γ〉χθησαν, καὶ ἐπεὶ προαπεδείκνυτο μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ καθ᾽ ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν.

Καὶ τέλος ἁπάντων ἔλεγχος τῆς ἀδρανοῦς αὐτῶν φύσεως ἦν τὸ σβεσθῆναι καὶ μηκέθ᾽ ὁμοίως ..., καὶ σβεσθῆναι μὴ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ· ἐξ οὗ γὰρ εἰς πάντα τὰ ἔθνη διέδραμεν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν καὶ δαιμόνων θάνατοι μνημονεύονται. πάντα δ᾽ οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι᾽ ὧν πονηροὶ δαίμονες ὄντες, οἱ περὶ ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἀπηλέγχθησαν. εἰ δὴ οὖν τοιοίδε τινὲς τυγχάνουσιν, τίς αἱρεῖ λόγος τοῦ ἐπὶ πάντων θεοῦ μαντείας εἶναι ἡγεῖσθαι τὰ τῶν δαιμόνων χρηστήρια ἢ τοῖς τοῦ θεοῦ προφήταις τὰ κατ᾽ αὐτοὺς παραβάλλειν; ποταπαὶ δὲ αὐτῶν αἱ προρρήσεις, ἅς, ὅτε καὶ ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρωτῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων.

ἆρά τινι πράγματι κατέλιπον φαύλῳ ἀτοπίας ὑπερβολήν, εἰ δὴ οἱ σωτῆρες ἀνθρώπων θεοί τε καὶ ἀγαθοὶ δαίμονες τοὺς ἱκέτας αὐτῶν καὶ εὐσεβεῖς πρόσφυγας κατασφάττειν τὰ ἑαυτῶν φίλτατα ὡσπερεί τινα ἄλλα θρέμματα παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες. ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ᾽ οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας. ἀλλ᾽ οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρηστηρίων. εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχομένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι. θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς ἴσοις ἐχρήσαντο διατάγμασιν; πῶς δ᾽ οὐχὶ ταῖς σώφροσιν καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος ἢ Δράκοντος ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα;

εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ᾽ ἄλλους εἶναι τοὺς καθ᾽ ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦντας, καὶ τίς ἆρ᾽ ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς ὁ Σκύθαις φέρε ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθόν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ᾽ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας τοὺς θαυμαστοὺς αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας, ὁπότ᾽ οὐδ᾽ οἱ παρ᾽ Ἕλλησιν βεβοημένοι θεοὶ καὶ μάντεις ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι; τί γὰρ δή ποτε καταλιπόντες ἄνδρες Ἕλληνες τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐπὶ τὴν βάρβαρον ἐστέλλοντο γῆν, ἐμπορίαν μαθημάτων ἔξωθέν ποθεν ἐρανιζόμενοι, παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι;

θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ σοφίαν ἐκδιδασκόντων, τί ποτ᾽ ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δ᾽ ἀπ᾽ ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ᾽ εἰ μὴ προσεῖχον αὐτοῖς οἱ πολλοὶ τῶν ἀνθρώπων, τοὺς εὐσεβεῖς δ᾽ οὖν καὶ θεοῖς προσιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι. τίνες οὖν οὗτοι; οὓς γὰρ ἂν φῇς, τούτους ἀπελέγχουσιν πλανωμένους οἱ ἀντιδοξάζοντες.

ἀλλὰ γάρ, ὡς ἔοικεν, δαιμόνων ἦν μαντεῖα, μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι· καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἐπηβόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου, μᾶλλον δ᾽, εἰ χρὴ φάναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι, εἰ δὴ περὶ σφῶν αὐτῶν μοιχείας καὶ ἀρρενομιξίας, μητρογαμίας τε καὶ ἀδελφῶν ἐκθέσμους κοινωνίας, καὶ μυρίας ἄλλας θεομαχίας ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς ἀνθρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασιν μυστηρίων τε ἐν ἀπορρήτοις τελεταῖς [λεγόντων] ἀκροώμενοι, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ᾽ ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρμόζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται. καὶ τί με χρὴ διατείνεσθαι, παρὸν ἐξ ἑνὸς τοῦ μεγίστου παραδείγματος τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ὡς ἀληθῶς μιαρὸν τῶν δηλουμένων συνορᾶν; λέγω δ᾽ ἐκ τῆς ἀνθρωποθυσίας. τὸ γὰρ μὴ μόνον ἀλόγων ζῴων σφαγαῖς χαίρειν, ἀλλὰ καὶ ἀνθρώπων ἀπωλείαις, ποίας ὠμότητος ὑπερβολὴν οὐχ ὑπερηκόντισεν;

ταῦτα γὰρ ἦν, ὡς ἔφην, τὰ διὰ τῆς Προπαρασκευῆς ἐξ αὐτῶν τῶν Ἑλληνικῶν φιλοσόφων τε καὶ συγγραφέων μεμαρτυρημένα, ἐξ ὧν καὶ μάλιστα, δαίμονες ὄντες πονηροί, πολυπλόκοις μηχαναῖς, τοτὲ μὲν ταῖς διὰ μαντειῶν τοτὲ δὲ ταῖς δι᾽ οἰωνῶν ἢ συμβόλων ἢ θυμάτων ἢ τῶν παραπλησίων, τὸ ἀνθρώπειον διαστρέφοντες γένος δείκνυνται. διόπερ ἀποφαντέον αὐτῶν τὰ χρηστήρια μὴ τοῦ ἐπὶ πάντων γεγονέναι θεοῦ.

Οὐκοῦν οὐδὲ συγκρίνειν αὐτὰ τοῖς Ἑβραίων προφήταις θεμιτὸν ἂν εἴη, ὧν ὁ πρῶτος ἱεροφάντης καὶ θεολόγος γέγονεν Μωσῆς· θέα ὅσων ἀγαθῶν τῷ βίῳ παραίτιος κατέστη· πρῶτον μὲν δογμάτων εὐαγγελικῶν καὶ ἀληθῶν περὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων θεοῦ, περί τε τοῦ δευτέρου αἰτίου τῶν 〈τε〉 μετ᾽ αὐτὸν λογικῶν καὶ νοερῶν οὐσιῶν περί τε κοσμογονίας καὶ ἀνθρωπογονίας γραφὴν ἱερὰν ἐξέδωκεν, ἔτι τε τῶν θεοσεβῶν ἱστορίας τῶν πάλαι θεοφιλῶν Ἑβραίων ὥσπερ τινὰς ἀρετῶν εἰκόνας ὑποτυπωσάμενος εἰς ζῆλον τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ὑπηκόους ἀνεκίνησεν, καὶ νομοθεσίας ἐνθέου καὶ καταλλήλου τοῖς τότε χρωμένοις φωτὸς ἀπήρξατο λόγων, καὶ θρησκείας θεοσεβοῦς πέφηνεν εἰσαγωγεύς, καὶ ἐπὶ πᾶσιν τῶν μακροῖς ὕστερον χρόνοις ἔσεσθαι μελλόντων τὰς προρρήσεις ἀναπεφώνηκεν, ὡς μικρὸν ὕστερον μνημονευθήσεται.

Καὶ τοιοῦτος μὲν οὗτος. κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ μετ᾽ αὐτὸν προφῆται πάρεργον μέν, εἴ πού τι τῶν ἐφημέρων ἐζητεῖτο, καὶ τοῦτο προύλεγον τοῖς ἐρωτῶσιν, τὸ δὲ κεφάλαιον τῆς προφητείας αὐτοῖς ἐπὶ μεγάλοις συνετελεῖτο. οὐ γὰρ ἐπὶ μαντείᾳ τῶν ἐφημέρων καὶ πρὸς τὸν παρόντα καιρὸν ἐπιζητουμένων οὐδέ γε σμικρῶν καὶ ταπεινῶν [τὰ] τῆς θεοφορίας ἠξιοῦντο, ἀλλ᾽ ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου πνεύματος ἐν αὐτοῖς ἔλλαμψις μεγίστην ὑπόθεσιν περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόρρησιν ἐπαγγελλομένη, οὐδὲ περί τινος ἀπολωλότος οὐδὲ ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ· ἀλλ᾽ ἦν μέν, ὡς ἔφην, ὅτε καὶ ταῦτα προύλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον, ἀλλὰ κατὰ ἀκολουθίαν τῆς τῶν κρειττόνων καταλήψεως· τὰ δέ γε πρωτοτύπως αἴτια τῆς ἐν τῷ προφητεύειν αὐτοὺς θεοληψίας μείζονα τὴν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περιεῖχεν.

εἰ δ᾽ οὖν τις τὴν πᾶσαν περιοχὴν τῆς Μωσέως γραφῆς καὶ τῶν μετ᾽ αὐτὸν ἀκριβῶς διερευνήσειεν, εὕροι ἂν προτροπὴν καὶ διδασκαλίαν εὐσεβείας τῆς εἰς τὸν τῶν ὅλων θεὸν αὐτὸν δὴ τὸν δημιουργὸν ἁπάντων περιέχουσαν, γνῶσίν τε καὶ θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης δὲ πολυθέου πλάνης ἀποτροπήν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας, μνήμην, προρρήσεις τε καὶ ἀναφωνήσεις ... κατὰ τὸν ἐκείνων βίον ὑστέροις ποτὲ χρόνοις μελλόντων βιώσεσθαι δι᾽ ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου κυρίου καὶ θεοῦ μετὰ τὸν ἀνωτάτω πατέρα καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι᾽ οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Ἑβραίων τρόπον παραδοθήσεσθαι. ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἳ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον.

καὶ τοῦτ᾽ ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων καὶ τῶν μετὰ ταῦτα τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε κατὰ τούτων ἔλεγχον διὰ μακρῶν ἐκφάναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι᾽ αὐτοῦ τῆς παλαιᾶς Ἑβραίων θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρῦξαι.

Ταῦτ᾽ ἦν τὰ ἐξ αἰῶνος στήλαις καὶ βίβλοις ἱεραῖς τῶν προφητῶν συμφώνως ἀναπεφωνημένα, αὐτὰ δὴ ταῦτα, ἃ καὶ ἡμῖν αὐτοῖς ὀφθαλμοῖς μετὰ τὸν μακρὸν αἰῶνα εἰσέτι νῦν πληρούμενα συνορᾶται. μιᾷ δὲ φωνῇ πάντες οὗτοι καὶ θείῳ πνεύματι κάτοχοι πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πᾶσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες μόνῳ προσανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν ἐν ἀνθρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων. καὶ διδάσκαλον βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησόμενον.

Τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιουμένων. εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ᾽ αὐτὸ οἷα νεκρὸν ἐξηλάου, τοῦ κατὰ φύσιν λογισμοῦ παρενηνεγμένον οὐδ᾽ ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι᾽ αὐτοῦ, παντελῶς δ᾽ ἀναίσθητον καὶ παράφρονα, παρ᾽ ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασιν τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι. τὸ δέ γε ἀληθῶς καὶ ἔνθεον πνεῦμα, φωτοειδὲς μᾶλλον δὲ φῶς αὐτὸ τυγχάνον, ᾗ δ᾽ ἂν ἐπέλθῃ ψυχῇ, καινὴν παραχρῆμα καὶ λαμπροτάτην φωτὸς ἡμέραν ἐν αὐτῇ κατειργάζετο, διαυγεστέραν τε καὶ θεωρητικωτέραν πολὺ πλέον νῦν ἢ πρότερον αὐτὴν αὐτῆς ἀποφαῖνον, ὥστε νήφειν καὶ ἐγρηγορέναι συνορᾶν τε πάντων μάλιστα καὶ συγκρίνειν τὰ θεσπιζόμενα. παρ᾽ ὅ μοι δοκοῦμεν εὖ καὶ ἀληθῶς προφήτας ἀποκαλεῖν τοὺς τοιούσδε παρὰ τὸ προφαίνειν καὶ προφωτίζειν ἐν αὐτοῖς τὸ θεῖον πνεῦμα μὴ μόνον τὰ παρόντα ἀλλὰ καὶ τῶν μελλόντων ἀληθῆ καὶ ἀκριβῆ γνῶσιν.

Σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾶν κεκαθαρμένοις καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ θεῖον ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνούς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γαλῶν καί τινων ἄλλων τοιουτοτρόπων, δι᾽ ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἱ θαυμάσιοι τὸν ἐπὶ πάντων θεὸν ἐκφαίνειν ὑπειλήφασιν. τοῦτο δὲ ἀνδρῶν ἦν μὴ συνεωρακότων θεοῦ φύσιν, μηδέ γε θείου πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ᾽ οὐδ᾽ ἐν λογικοῖς ἅπασιν, εἰ μή ποτε ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἵους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας, οὓς τοῦ θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων.

εἰ δέ ποτ᾽ αὐτοῖς σκιᾶς δίκην ἐπηκολούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν καὶ προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν, ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσιν παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἱ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τῶν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφητῶν οἰκείων.