Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Εσχατολογική ερμηνεία και Βασιλεία του Θεού

Ερμηνεία των προφητειών του Δανιήλ υπό το πρίσμα της Καινής Διαθήκης, με έμφαση στη Δευτέρα Παρουσία, την έλευση του αντιχρίστου και την αιώνια βασιλεία των δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 3

Σαφῶς ἡγοῦμαι δηλοῦσθαι τὴν καθόλου κρίσιν, ὅτε πάντες οἱ ἐξ αἰῶνος ἄνθρωποι παραστήσονται «τῷ βήματι τοῦ Χριστοῦ». μετὰ δὲ τὴν τῶν τετελευτηκότων ἀναβίωσιν καὶ μετὰ τὴν κατὰ πάντων κρίσιν ὁ ἑωραμένος τῷ Δανιὴλ «υἱὸς ἀνθρώπου» ἐπιστήσεται ἐπὶ «νεφελῶν», τὴν κατὰ πάντων τῶν λαῶν καὶ φυλῶν ὑπὸ τοῦ πατρὸς ἐξουσίαν τε καὶ βασιλείαν ἀγήρω καὶ ἀτελεύτητον παραληψόμενος, ὡς καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ διδάσκει λέγων· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη», καὶ τὰ ἑξῆς. συνᾴδει γοῦν ταῦτα ταῖς ἐν χερσὶν μαρτυρίαις τῆς τοῦ Δανιὴλ προφητείας, καθ᾽ ἣν λέλεκται· «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. καὶ προσηνέχθη αὐτῷ καὶ ἐδόθη αὐτῷ καὶ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία», καὶ τὰ ἑξῆς.

Οὐ μόνον δὲ τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὴν βασιλείαν ὁ προφήτης θεσπίζει ἀλλὰ καὶ πλείονα περὶ ὧν φησί. Συμβασιλεύοντες δηλαδὴ καὶ αὐτοὶ τῷ θεῷ. τίνες δ᾽ ἂν εἶεν οὗτοι ἢ οἱ «κληρονόμοι τοῦ θεοῦ συγκληρονόμοι δὲ Χριστοῦ», οἷς καὶ ἐπήγγελται τὴν βασιλείαν τῶν οὐρανῶν βασιλείαν ἐπιστησομένην μετὰ τέσσαρας βασιλείας τὰς τῷ προφήτῃ ἑωραμένας, περὶ ὧν ὡς ἐν βραχέσιν ἀρτίως διειλήφαμεν. ἐντεῦθεν οἶμαι τὸν ἱερὸν ἀπόστολον Παῦλον ὁρμᾶσθαι, περὶ τῆς δευτέρας ἀφίξεως τοῦ Χριστοῦ γράφων τὰ τοιάδε· «ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ», καὶ τὰ ἑξῆς. ὁ δ᾽ αὐτὸς ἀπόστολος καὶ τὴν ὑστάτην τοῦ ἀντιχρίστου ἄφιξίν τε καὶ ἀπώλειαν καὶ ἐπὶ ταύτῃ τὴν τοῦ σωτῆρος ἡμῶν ἔνδοξον παρουσίαν ἀκολούθως τῇ προφητείᾳ παρίστησι λέγων· «μήτις ὑμᾶς ἐξαπατήσει κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενα θεὸν ἢ σέβασμα ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός.

οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν», καὶ τὰ ἑξῆς τοσαῦτα καὶ ὁ θαυμάσιος ἀπόστολος ἐν τοῖς περὶ συντελείας τοῦ βίου διεξῆλθε λόγοις, τὰ διὰ τοῦ προφήτου Δανιὴλ περὶ τοῦ ἀντιχρίστου καὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνδόξου βασιλείας τεθεσπισμένα πιστούμενος.

Παραγινομένου λοιπὸν ἀπ᾽ οὐρανοῦ κριτοῦ τῶν κριτῶν καὶ «τοῦ βασιλέως τῶν βασιλέων», ὃς μεταστήσει πᾶσαν τὴν τοῦ ἀντικειμένου ἀρχὴν καὶ δύναμιν καὶ καταφλέξει πάντας, αἰωνίῳ πυρὶ κολάζων, τοῖς δὲ δούλοις αὐτοῦ καὶ τοῖς προφήταις καὶ μάρτυσι καὶ πᾶσι τοῖς φοβουμένοις αὐτὸν δώσει τὸ αἰώνιον βασίλειον, τοῦτ᾽ ἔστιν, ἀτελεύτητον ἕξουσι τῶν ἀγαθῶν ἀπόλαυσιν.