Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε· τἀγαθὸν ἐρωτᾷς μ[ε] οἷόν ἐστ᾽; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον. ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ᾽ ἐκείνης τευξόμενός τινος καλοῦ. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον· οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματ[α] ἐκμιμούμενον σοὶ τήνδ᾽ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ᾽ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ᾽ ὁλοσχερὴς ἀνήρ· εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγε· ταχὺς δὲ βαθμοῖς μοιχικοῖς ἐπεστάθη ὁ μοιχός· ἐφ᾽ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται· ὁ δ᾽ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος, ὅλην δ᾽ ἐκείνην εὐφρόνην ἐθόρνυτο. ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις.