ζʹ. ΟΠΩΣ ΚΑΙ ΑΥΤΩΝ ΕΛΛΗΝΩΝ ΟΙ ΦΙΛΟΣΟΦΟΙ ΤΑΣ ΤΩΝ ΘΕΩΝ ΑΥΤΩΝ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΔΟΞΑΣ ΟΡΘΟΤΕΡΟΙΣ ΑΠΗΛΕΓΞΑΝ ΛΟΓΙΣΜΟΙΣ· ΑΠΟ ΤΩΝ ΟΙΝΟΜΑΟΥ “Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι, μὴ δυνάμενον μηδ᾽ εἰ βούλοιο σιωπᾶν! ὁ δ᾽ Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ᾽ ὅτι ὑπ᾽ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ᾽ ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἀποδεῖξαι. ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρώποις· εἰ δ᾽ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. ἀλλ᾽ οὐκ εἰκὸς οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν· ἐχθρὲ περικτιόνεσσι, φίλ᾽ ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο. τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι, εἴ μοι δόξαι, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ᾽ ἐγὼ προσέταττον;