ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ’ καθ᾽ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν, ἀλλ᾽ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δὲ οὐδὲ πάλιν οὐδὲ ὕστερον, ἀλλ᾽ ἅμα συνίσταται καὶ ἀπολείπει καὶ πρόσεισι καὶ ἄπεισιν. ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ᾽ ἵστασθαι τὴν γένεσιν, ἀλλ᾽ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν, εἶτα βρέφος, εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖς ἐπιγινομέναις. ἀλλ᾽ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, ‘πυρὸς θάνατος ἀέρι γένεσις’, ἀλλ᾽ ἔτι σαφέστερον ἐπ᾽ αὐτῶν ἡμῶν· φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον, ὁ δὲ χθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον· μένει δὲ οὐδὲ εἷς οὐδὲ ἔστιν εἷς, ἀλλὰ γινόμεθα πολλοί, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθαινούσης. ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν καὶ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις πάθεσιν, οὐκ εἶδος, οὐ μορφήν, οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες;