ὑπὸ κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον, τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος 〈ὁ〉 ἐξ αὐτῆς τῆς δικαιοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῇ καὶ τετραχῇ καὶ πολλαχῇ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ᾽ ἡμᾶς δι᾽ αὐτῶν προσάξεις τῷ Πλάτωνι. τί γὰρ εἰ τῶν ἀγαθῶν, ὡς φῄς, τὰ μὲν τίμια, καθάπερ οἱ θεοί, τὰ δὲ ἐπαινετά, ὡς αἱ ἀρεταί, τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχύς, τὰ δὲ ὠφέλιμα, ὡς αἱ θεραπεῖαι; τί δ᾽, εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα, οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκεν λαμβανόμενα. τί δ᾽, εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθά, τὰ δὲ οὐ πᾶσιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθά, τὰ δὲ σώματος, τὰ δ᾽ ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγαθῶν τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὗλαι, τὰ δὲ ὄργανα; κἂν 〈κατὰ〉 τὰς δέκα δὲ κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῇ διανέμειν τἀγαθόν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα;