ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ᾽ ἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαί, καθ᾽ ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς. εἷς μέν τις τὰς βίβλους ἀναγινώσκει λαβών, ἕτερος δὲ τῶν ἐμπειροτάτων ὅσα μὴ γνώριμα παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιοτρόπῳ ζηλώσει παρ᾽ αὐτοῖς φιλοσοφεῖται. παιδεύονται δὲ εὐσέβειαν, ὁσιότητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν ἐναντίων, νόμοις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ. τοῦ μὲν οὖν φιλοθέου δείγματα μυρία παρέχει ἡ παρ᾽ ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ ἀνώμοτον, τὸ ἀψευδές, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατές, τὸ καρτερικόν, ἔτι δὲ ὀλιγοδέεια[ν], ἀφέλεια[ν], εὐκολία[ν], τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθὲς 〈καὶ〉 ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου εὔνοια, ἰσότης, ἡ παντὸς λόγου κρείττων κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν. πρῶτον μὲν τοίνυν οὐδενὸς οἰκία τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι [κοινὴν] συμβέβηκε.