Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Μαρκέλλου

Εὐσέβιος Καισαρείας

Ο Υιός ως εικόνα του Θεού και η αντίκρουση των προσωπικών επιθέσεων κατά του Ευσεβίου

Διασαφήνιση της θεολογίας της ενυπόστατης εικόνας του Θεού και αντικρουόμενη εξέταση των αλληλοσυγκρουόμενων κατηγοριών του Μαρκέλλου περί αιρέσεως και πολυθεΐας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 9

εἰ γὰρ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με» φησὶν ἡ Παροιμία, πῶς αὐτὸς 〈γεγενῆσθαι αὐτὸν πρὸ τῶν αἰώνων〉 ἔφη; ἕτερον γὰρ πρὸ τοῦ αἰῶνος τεθεμελιῶσθαι αὐτόν, καὶ ἕτερον πρὸ τῶν αἰώνων γεγενῆσθαι. ταῦτα εἰπὼν καὶ προσθεὶς ἕτερα εἰς ἀνατροπὴν τοῦ πρὸ τῶν αἰώνων γεγενῆσθαι τὸν υἱόν, ἐπιλέγει αὐτοῖς ῥήμασιν ἀξιῶ δὲ τοὺς ἐντυγχάνοντας τῶν ἁγίων, ὡσπερεὶ σπέρματα καὶ ἀρχὰς τῆσδε τῆς ἐξηγήσεως ἀληθῶς εἰληφότας, πλείονας ἀποδείξεις προσθεῖναι τοῖς εἰρημένοις, ὥστε ἔτι μᾶλλον τὰς τῶν [περὶ] τὴν πίστιν διαστρεφόντων ἐλέγχεσθαι προαιρέσεις. ὄντως γὰρ θεὸν τὸν γεννήσαντα αὐτοὺς «ἐγκατέλιπον, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους». τοιαῦτα καὶ διὰ τούτων λοιδορησάμενος ἑξῆς πειρᾶται δεικνύναι ὅτι μηδὲ εἰκὼν τοῦ θεοῦ ἐστιν ὁ υἱός, λέγων οὕτως ἀκόλουθον ἡγοῦμαι βραχέα καὶ περὶ τῆς εἰκόνος εἰπεῖν. γέγραφεν γάρ· 〈ἄλλος δέ ἐστιν ὁ ἐξ αὐτοῦ γεννηθείς, «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου»〉. εἰκόνος διὰ τοῦτο μέμνηται θεοῦ ἀοράτου Ἀστέριος, ἵνα τοσοῦτον τὸν θεὸν τοῦ λόγου διαφέρειν διδάξῃ, ὅσον καὶ ἄνθρωπος τῆς ἑαυτοῦ εἰκόνος διαφέρειν δοκεῖ. καὶ μεταξύ τινα εἰπὼν ἐπιφέρει οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ᾽ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται.

καὶ ἐπιλέγει πῶς οὖν 〈εἰκόνα τοῦ ἀοράτου θεοῦ〉 τὸν τοῦ θεοῦ λόγον Ἀστέριος εἶναι γέγραφεν; αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι᾽ αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ [τοῦ] ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς 〈εἰκὼν τοῦ ἀοράτου θεοῦ〉 ὁ λόγος καθ᾽ ἑαυτὸν εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν; καὶ προϊὼν αὖθις λοιδορεῖ, λέγων οὕτως πῶς οὖν οἱ «πλήρεις δόλου καὶ ῥᾳδιουργίας», ἀποστολικῶς εἰπεῖν, μεταφέρουσιν τὸ ῥητὸν εἰς 〈τὴν πρώτην αὐτοῦ〉, ὡς οἴονται, 〈κτίσιν〉, καὶ ταῦτα τοῦ Δαυὶδ περὶ τῆς κατὰ σάρκα αὐτοῦ γενέσεως σαφῶς εἰρηκότος; καὶ μεταξὺ τούτων μακρὸν κατατείνας λόγον ἐπιφέρει τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. οὐδὲ γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἄν, ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ κρύπτει διανοίᾳ, ὡς ἔστιν σαφῶς ἀφ᾽ ὧν γέγραφεν μανθάνειν. 〈ἄλλος μὲν γάρ〉, φησίν, 〈ἐστὶν ὁ πατὴρ ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δόξης καὶ δυνάμεως ἀπαράλλακτον εἰκόνα.〉 ταῦτα τὰ ῥητὰ σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν.

πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ [ὁ] θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ᾽ εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ [ὁ] θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται. καὶ ταῦτα σφόδρα ἀβλεπτῶν εἴρηκεν, οὐκ ἐννοήσας ὡς καὶ ὁ υἱὸς δύναται ἔμψυχός ποτε εἰκὼν τοῦ ἰδίου πατρὸς λεχθῆναι, ἐπειδὰν ᾖ τῷ πατρὶ ὁμοιότατος. τοῦτο γοῦν καὶ ἡ γραφὴ διδάσκει ἡ λέγουσα «ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σῆθ». καὶ περὶ τῆς θεότητος δὲ τοῦ υἱοῦ ὁ ἀπόστολος διδάσκει λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν», καὶ πάλιν «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως». καὶ ἐν ἑτέροις δὲ εἴρηται «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ». αὖθις δὲ ὁ ἀπόστολος «ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος» λέγων, δῆλός ἐστιν οὐ τὴν σάρκα εἰρῆσθαι διδάσκων τὴν εἰκόνα εἶναι τοῦ θεοῦ.

μεταβὰς δὲ αὖθις Μάρκελλος ἐπὶ τοὺς ἐπισκόπους ὧδε γράφει ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ, εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ᾽ ὅτι καί τινες τῶν προεστάναι δοκούντων τῆς ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι παραδόσεως, τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν, ἃ οὐδὲν ἔλαττον τῆς τῶν προειρημένων ἔχεται πλάνης. καὶ μεθ᾽ ἕτερα ἐπιλέγει ἐντυχὼν γὰρ Ναρκίσσου τοῦ Νερωνιάδος προεστῶτος ἐπιστολῇ, ἣν γέγραφεν πρὸς Χρηστόν τινα καὶ Εὐφρόνιον καὶ Εὐσέβιον, 〈ὡς Ὁσίου τοῦ ἐπισκόπου ἐρωτήσαντος αὐτόν, εἰ, ὥσπερ Εὐσέβιος ὁ τῆς Παλαιστίνης δύο οὐσίας εἶναί φησιν, οὕτως καὶ αὐτὸς λέγοι〉, ἔγνων αὐτὸν ἀπὸ τῶν γραφέντων 〈τρεῖς εἶναι πιστεύειν οὐσίας〉 ἀποκρινόμενον. ταῦτ᾽ εἰπὼν ἀπὸ τοῦ Ναρκίσσου ἐπὶ τὸν Εὐσέβιον μεταβαίνει, κατηγορῶν ὅτι τὸν λόγον τοῦ θεοῦ θεὸν εἶναι ὁμολογεῖ. γράφει δὲ καὶ περὶ αὐτοῦ ταῦτα διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας καὶ 〈ἕτερον θεὸν〉 τὸν λόγον ὀνομάσαι, 〈οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ πατρός〉, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν ἔνεστιν σαφῶς ἀπ᾽ αὐτῶν τῶν ὑπ᾽ αὐτοῦ γραφέντων ῥητῶν ῥᾳδίως μανθάνειν. γέγραφεν δ᾽ αὐταῖς λέξεσιν οὕτως· 〈οὐ δήπου δὲ ἡ εἰκὼν καὶ τὸ οὗ ἐστιν ἡ εἰκὼν ἓν καὶ ταὐτὸν ἐπινοεῖται, ἀλλὰ δύο μὲν οὐσίαι καὶ δύο πράγματα καὶ δύο δυνάμεις, ὡς καὶ τοσαῦται προσηγορίαι〉.

καὶ ταῦτα ὡς καλῶς διαβάλλων προστίθησιν λέγων πῶς οὖν οὐ τὴν αὐτὴν οὗτοι τοῖς ἔξωθεν κακίστην ὁδὸν τραπέντες τὰ αὐτὰ διδάξαι τε καὶ γράψαι προὔθεντο, τοῦ μὲν Εὐσεβίου Οὐαλεντίνῳ τε καὶ Ἑρμῇ ὁμοίως εἰρηκότος, τοῦ δὲ Ναρκίσσου Μαρκίωνί τε καὶ Πλάτωνι; εἶθ᾽ ἑξῆς μακρὰν καὶ ἀδόλεσχον ἀπεραντολογίαν συνείρει, φάσκων ἐξ ἀκοῆς μεμαθηκέναι τὸν Εὐσέβιον ὡμιληκέναι τινὰ ἐν Λαοδικείᾳ ποτὲ γενόμενον, καὶ περὶ ὧν οὐκ ἠπίστατο ὡς ἐξ ἀκοῆς μαθὼν γράφει, καὶ ἐπισυνάπτει λέγων δέον τἀναντία μετὰ δακρύων τε καὶ πένθους πρὸς κύριον βοᾶν «ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν», καὶ τὸ πονηρὸν ἐνωπιόν σου ἐποιήσαμεν, καὶ νῦν μεταγνόντες τῆς παρά σου τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας. ταῦθ᾽ ἥρμοττεν αὐτῷ, ταῦτα συνέφερεν λέγειν διὰ τὴν ἄμετρον τοῦ θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν. καίτοι ἀκόλουθον ἦν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα «εἰ ἐχθρὸς ὠνείδισέν μέ, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ᾽ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνῶστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ». ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, «ἰδοὺ» γὰρ «ἔσομαι μεθ᾽ ὑμῶν» ἔφη «πάσας τὰς ἡμέρας» τῆς ζωῆς ὑμῶν «ἕως τῆς συντελείας τοῦ αἰῶνος».

εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά, «ἐλθέτω θάνατος ἐπ᾽ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς καρδίαις αὐτῶν». τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον 〈ὄν〉τες. καὶ πάλιν ἑξῆς τούτοις αἰτιᾶται τὸν Εὐσέβιον, ὡς ἐν τῷ διιέναι τὴν Ἀγκύραν τότε ὡμιληκότα ἐπὶ τῆς ἐκκλησίας, ἅπερ φησὶν ἐξ ἀκοῆς μεμαθηκέναι. ἐφ᾽ οἷς ἀγανακτῶν τοιαῦτα γράφει ἀλλ᾽ ὁ μὲν ἀπόστολος τοιαῦτα περὶ τῆς Γαλατῶν πίστεως γράφει· Εὐσέβιος δὲ μεταφέρων τὴν ἀποστολικὴν ἔννοιαν, δι᾽ ἣν τοῦθ᾽ ὁ ἀπόστολος τῆς προειρημένης αἰτίας ἕνεκα, «τέκνα μου» εἶπεν «οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», καθήψατο Γαλατῶν 〈ὡς μὴ ὀρθὴν ἐχόντων περὶ θεοῦ δόξαν〉. ὤδινεν γὰρ ἀληθῶς δριμεῖάν τινα καὶ πικρὰν ὠδῖνα, ὅτι ἠπίστατο Γαλάτας περὶ θεοσεβείας μὴ ὥσπερ ἐκεῖνος δοξάζοντας, μηδὲ 〈δύο οὐσίας τε καὶ πράγματα καὶ δυνάμεις καὶ θεοὺς〉 λέγοντας. τήρει δὲ ταῦτα ὅπως διαλοιδορεῖται πικρῶς τῷ μηδὲν εἰρηκότι πλεῖον, ὡς αὐτὸς γράφει, ἢ τὸ ἀποστολικὸν ῥητόν.

καὶ νῦν 〈δύο μὲν θεοὺς λέγειν〉 τὸν Εὐσέβιον ὁμολογεῖ, ὡς ἂν τὸν υἱὸν τοῦ θεοῦ θεολογοῦντα σὺν τῷ πατρί· προϊὼν δ᾽ ἐν τοῖς ἑξῆς, ὥσπερ ἐπιλελησμένος ὧν ἐνταῦθα κατηγόρηκεν, τὸν αὐτὸν πειρᾶται διαβάλλειν 〈ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἶναι〉 λέγοντα. ἑξῆς δὲ τοῖς προκειμένοις ἐπισυνάπτει πολλήν τινα καὶ μακρὰν φλυαρίαν, τά τε ὄντα τά τε μὴ ὄντα ἑαυτῷ συνείρων, μονονουχὶ κατὰ τοὺς φήσαντας «τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν»; δι᾽ ὧν δείκνυται, καθὼς ἀρχόμενος ἔφην τοῦ συγγράμματος, ἐξ ὑπερβαλλούσης ἔχθρας τε καὶ μισαδελφίας ἐπιπηδήσας τῇ γραφῇ. μεταβὰς δ᾽ ἐκ τούτων Ἀστέριον αὖθις τραγῳδεῖ, μακρὰν ἀποτείνων καὶ περὶ αὐτοῦ διήγησιν, ὅπως τε ἀποδημεῖ, καὶ ποῖ καὶ πότε καὶ πρὸς τίνας. καὶ τούτου δὲ ἀφέμενος αὖθις ἐπὶ τὸν τοῦ θεοῦ ἄνδρα Παυλῖνον τρέπεται, ταῦτα γράφων αὐτοῖς ῥήμασιν τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλῖνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν 〈δεύτερον θεὸν〉 λέγων τὸν Χριστὸν 〈καὶ τοῦτον ἀνθρωπικώτερον γεγενῆσθαι θεόν〉, ποτὲ δὲ 〈κτίσμα αὐτὸν εἶναι〉 διοριζόμενος. ὅτι δὲ τοῦθ᾽ οὕτως ἔχει, καὶ πρὸς ἡμᾶς ποτε, τὴν Ἀγκύραν διιών, 〈κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν〉. καὶ πάλιν μυθολογῶν διειλέχθαι τῷ Παυλίνῳ φησίν.

ἔπειτα διαβάλλει τὸν μακάριον 〈ὡς θεοὺς πολλοὺς εἰρηκότα〉, καὶ καταλιπὼν τὸν Παυλῖνον πάλιν τῷ Εὐσεβίῳ σχολάζει φάσκων οὕτω δὲ καὶ Εὐσέβιος ὁ τῆς Καισαρείας γέγραφεν καὶ αὐτὸς τὴν αὐτὴν ἔχων Παυλίνῳ τε καὶ τοῖς ἔξωθεν περὶ θεῶν δόξαν. γέγραφεν γὰρ οὐχ ὡς ὄντος μόνου θεοῦ, 〈ἀλλ᾽ ἑνὸς ὄντος τοῦ μόνου ἀληθινοῦ θεοῦ〉. ὅθεν τοίνυν μαθὼν καὶ ὁ Ἀστερίου πατὴρ Παυλῖνος 〈νεωτέρους θεοὺς εἶναι〉 ᾤετο. καὶ ἐν τούτοις δὲ ὡς θεῶν δόξας εἰσάγοντας αἰτιᾶται, ἀρνούμενος αὐτὸς τὴν θεότητα τοῦ υἱοῦ. καὶ παραθέμενος τὴν Εὐσεβίου λέξιν 〈οὐ〉 συνίησιν ὡς οὐκ ἦν αὐτοῦ ἡ τὸν πατέρα 〈μόνον ἀληθινὸν θεὸν〉 διδάσκουσα φωνή, τοῦ δὲ σωτῆρος ἡμῶν τοῦ εἰρηκότος «ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν». καὶ μεθ᾽ ἕτερα προστίθησιν λέγων ἐπεὶ πόθεν ἡμῖν ἐκ τῶν θείων δυνήσονται δεῖξαι ῥητῶν, ὅτι 〈εἷς μὲν ἀγέννητος, εἷς δὲ γεννητὸς〉 οὕτως, ὡς αὐτοὶ γεγεννῆσθαι αὐτὸν πεπιστεύκασιν, οὔτε προφητῶν οὔτε εὐαγγελιστῶν ἢ ἀποστόλων τοῦτ᾽ εἰρηκότων;

εἶθ᾽, ὥσπερ ἐν ἄθλοις ἀπογραψάμενος ὁμοῦ πρὸς ἅπαντας 〈δι〉απληκτίσασθαι, μεταβαίνει ἐπὶ τὸν Νάρκισσον καί φησιν ὥστε κἂν ἐκεῖνό τις λέγῃ, κατασκευάζων 〈πρῶτον εἶναι θεὸν καὶ δεύτερον〉, ὡς Νάρκισσος αὐταῖς λέξεσιν γέγραφεν (οὐδὲ γὰρ συγχωρεῖ ὁ λέγων «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν»), ὅτι μὲν αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ δύο εἰσίν, αὐτοῦ τοῦ κυρίου μαρτυροῦντος καὶ τῶν ἁγίων γραφῶν ἐκ μέρους ἠκούσαμεν. εἰ τοίνυν Νάρκισσος διὰ τοῦτο διαιρεῖν δυνάμει τὸν λόγον τοῦ πατρὸς ἐθέλοι, γνώτω ὅτι ὁ γράψας προφήτης ὡς τοῦ θεοῦ εἰρηκότος «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», αὐτὸς γέγραφεν «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον». καὶ μεταβὰς ἀπὸ Ναρκίσσου ἐπὶ τὸν Ἀστέριον ταῦτα γράφει ἓν γὰρ εἶναι καὶ ταὐτὸν Ἀστέριος κατὰ τοῦτο ἀπεφήνατο μόνον τὸν πατέρα καὶ τὸν υἱόν, καθ᾽ ὃ ἐν πᾶσιν συμφωνοῦσιν. οὕτω γὰρ ἔφη· 〈καὶ διὰ τὴν ἐν πᾶσιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»〉. καὶ πάλιν τοῦ Εὐσεβίου καθάπτεται λέγων ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ᾽ ὧν πανούργως τὰ τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλασφημίαν, «ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ» κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν «τὸ πονηρόν».

ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· 〈διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρρητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν «εἷς ὁ θεός», εἶτα μετὰ τὸν ἕνα θεόν φησιν «εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς». εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ᾽ αὐτόν. «ἐπικατάρατος» γὰρ «ἄνθρωπος» ὁ προφήτης Ἱερεμίας ἔφη «ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον». ὁρᾷς ὅπως ἡ κακία τυφλώττει. τότε γοῦν αὐτὸς μαρτυρήσας θεὸν ὁμολογοῦντι τὸν υἱόν, μεμψάμενός τε ἐπὶ τούτῳ 〈ὡς θεὸν οὐσίᾳ καὶ δυνάμει ὑφεστῶτα τὸν τοῦ θεοῦ λόγον〉 εἰσάγοντι, νῦν τὸν αὐτὸν συκοφαντεῖ ὡς ψιλὸν ἄνθρωπον λέγοντα εἶναι τὸν Χριστόν, προφανῶς καταψευδόμενος ἔν τε οἷς εἴρηκεν καὶ ἐν οἷς ἑξῆς ἐπάγει αὖθις περὶ αὐτοῦ λέγων ἀλλ᾽ ὁ προειρημένος, βραχέα τῶν ἁγίων προφητῶν φροντίσας, ὡς 〈ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποστόλου θεολογίαν ἐξηγούμενος, «εἷς θεὸς» ἔφη «εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς»〉.

καὶ ὁ ταῦτα γράψας καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν γραφῶν μεγαλαυχῶν οὐκ ἐνενόησεν ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος ἀπόστολος κἀκεῖνο γέγραφεν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος». ὁρᾷς ὅπως (ὥσπερ προϊδὼν τῷ πνεύματι τὴν τούτων κακουργίαν) ὁ ἱερὸς ἀπόστολος οὕτως ἐν ἑτέρῳ μέρει τὸ «ὡς ἄνθρωπος» ἔγραψεν καὶ «ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος», ἵνα παύσῃ αὐτῶν τὴν τοσαύτην βλασφημίαν. καὶ μεθ᾽ ἕτερα τὸν αὐτὸν συκοφαντεῖ ὧδέ πως πῶς οὖν τούτοις μὴ προσσχὼν Εὐσέβιος 〈μόνον ἄνθρωπον τὸν σωτῆρα εἶναι〉 βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων. καὶ ὁ ταῦτα εἰπὼν τὸν αὐτὸν κατεμέμφετο ὡς θεὸν ἀναγορεύοντα τὸν υἱόν, γράφων οὕτως διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας, καὶ 〈ἕτερον θεὸν τὸν λόγον〉 ὀνομάσας, 〈οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ πατρός〉, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν. τοσαῦτα καὶ τούτων ἔτι μακρῷ πλείονα, οὐ κατὰ μόνων τῶν ἐπισκόπων, ἀλλὰ καὶ κατὰ τῆς ὑγιοῦς καὶ ἐκκλησιαστικῆς πίστεως ἐκθέμενος Μάρκελλος, δῆλος ἂν εἴη ὁποίας αὐτὸς ὑπῆρχεν προαιρέσεως.

ὅτι δ᾽ οὐδὲν τῆς ἀληθείας ἔμελεν τῷ ἀνδρί, μάθοις ἂν αὐταῖς ἐντυχὼν ταῖς τῶν ἐπισκόπων ἐπιστολαῖς, ἐν αἷς εὑρήσεις αὐτὸν τὸ μὲν πᾶν σῶμα τῆς διανοίας τῶν λέξεων ἀκρωτηριάζοντα καὶ τὸν μὲν πάντα εἱρμὸν ἀποκρύπτοντα, ῥηματίων δὲ ἀντιλαμβανόμενον καὶ τούτων κακούργως ποιούμενον τὴν διαβολήν. αὐτίκα γοῦν συκοφαντεῖ τὸν Εὐσέβιον ἐκ τοῦ προφανοῦς, ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἰρηκότα, ἐπειδὴ τῆς ἀποστολικῆς φωνῆς ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ τὴν παράθεσιν πεποίηται, δι᾽ ἧς αὐτὸς εἶπεν ὁ ἀπόστολος «εἷς γὰρ ὁ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς». ταύτην μὲν οὖν τὴν ἀποστολικὴν λέξιν ὡσανεὶ Εὐσεβίου οὖσαν, διαβέβληκεν μὴ συνιεὶς ὁ σοφώτατος ὅτι τὸν ἀπόστολον διέβαλλεν· τὰς δ᾽ αὐτοῦ φωνὰς τὰς ἐν τῇ αὐτῇ φερομένας ἐπιστολῇ, τάς τε ἐν τοῖς λοιποῖς αὐτοῦ συγγράμμασιν τοῖς εἰς τὰς θείας γραφὰς πεπονημένοις, ἃ δὴ κατὰ πάντα τόπον διαδέδοται, σιωπῇ παραδέδωκεν, κρύψας τῇ σιωπῇ ἃ μὴ 〈ἦν〉 συκοφαντεῖν. τὸ ὅμοιον δ᾽ ἂν εὕροι τις αὐτὸν πεποιηκότα καὶ ἐπὶ τῶν λοιπῶν ὧν διαβέβληκεν γραμμάτων. ἃ δή, λόγου συμμετρίας φειδόμενοι, τοῖς ἐθέλουσιν τὴν τούτων ἀκριβῆ ποιεῖσθαι διάγνωσιν παραχωρήσομεν, σπεύδοντες αὐτοὶ τὴν αὐτοῦ Μαρκέλλου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ξενοφωνίαν ἤδη λοιπὸν ἀποκαλύψαι, ὡς ἂν φανερὸν γένοιτο τοῖς πᾶσιν ὅπως αὐτὸς ἐφρόνει περὶ τοῦ υἱοῦ τοῦ θεοῦ.