Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Μαρκέλλου

Εὐσέβιος Καισαρείας

Εισαγωγή: Ο σκοπός της συγγραφής και η υπεροχή της χριστιανικής πίστεως

Έκθεση των κεφαλαίων, παρουσίαση των αιτιών αναίρεσης των θέσεων του Μαρκέλλου και προβολή της αυθεντίας του αποστολικού κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 9

ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ Λόγος Αʹ 〈αʹ πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν. βʹ ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου γραφάς. γʹ Μαρκέλλου περὶ τῶν παρ᾽ Ἕλλησιν παροιμιῶν.

δʹ ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν.〉 Ἡ ὑπόθεσις αὐτῷ τῆς γραφῆς μισαδελφία κατέστη, τὸ δὲ ταύτης αἴτιον ζῆλος καὶ φθόνος, ἃ δὴ καὶ ἄλλους μυρίους εἰς κακῶν ἔσχατα κατεκρήμνισεν· ζῆλος γοῦν καὶ φθόνος ἀρχῆθεν ἀδελφοκτονίαν εἰργάσαντο. ἔνθεν ὁρμηθεὶς ὁ ἀνήρ, ἓν τουτὶ γράψας καὶ μόνον ὡς μήποτ᾽ ὤφελεν σύγγραμμα, εὐθὺς ἀρχόμενος ἀφ᾽ ἑστίας τοῖς ἁγίοις τοῦ θεοῦ λειτουργοῖς πολεμεῖν προὔθετο, ἀφέμενος τοῦ λέγειν τε καὶ γράφειν πρὸς τὸ μέγα καὶ πολὺ στῖφος τῶν τὴν αὐτοῦ χώραν λυμαινομένων αἱρεσιωτῶν, ὃ δὴ καὶ μάλιστα πράττειν ἐχρῆν (εἴπερ τις αὐτῷ παρῆν σωτηρίου λόγου δύναμις) ποιμένος ἀγαθοῦ δίκην ὥσπερ τινὰς λύκους καὶ θῆρας τοὺς ἐχθροὺς τῆς ἐκκλησίας τοῦ θεοῦ τοῦ Γαλατῶν ἔθνους ἀπελαύνοντα. ὁ δ᾽ ὥσπερ τινὰ χέρσον ἑρπυστικῶν ἰοβόλων ἔμπλεω παριδὼν τὴν αὐτοῦ χώραν, τοῖς τοῦ θεοῦ λειτουργοῖς, εἰκῆ καὶ μάτην ἀναζέσας, ἐπαφῆκε τὸν θυμόν. καὶ τούτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς καὶ πάνυ θεοῦ χάριτι βίῳ τε καὶ φιλοσόφῳ πολιτείᾳ παρὰ τοῖς πᾶσιν ἐμπρέπουσιν· 〈καὶ οὐ τοῖς ζῶσιν〉 μόνοις, ἀλλὰ καὶ τοῖς ἐν Χριστῷ κεκοιμημένοις· καὶ τούτων ἐκείνοις, ὧν μάλιστα δι᾽ ἀρετὴν θεοσεβείας λόγων τε θείων ἀσκήσεως ἡ φήμη καθ᾽ ὅλης ὡς εἰπεῖν ᾄδεται τῆς οἰκουμένης.

τούτων δὲ αὐτῶν οὐχ ἅπαξ ἐμνήσθη κακῶς, πολλάκις δὲ καὶ διαφόρως, τὰς κατ᾽ αὐτῶν διαβολάς τε καὶ συκοφαντίας ἀφειδῶς πεποιημένος. ἤδη δὲ καὶ ἀραῖς κέχρηται κατ᾽ αὐτῶν, οἷα γυναικῶν ἐν μάχῃ, λοιδορούμενος καὶ ἐπαρώμενος τοῖς μηδὲν αὐτὸν ἠδικηκόσιν. διὸ καὶ πέρα τοῦ δέοντος εἰς μακρὸν αὐτῷ καὶ ἄμετρον μῆκος ἐξέπεσεν ἡ γραφή, ὡς ὅλον ἐπῶν ἐγγύς που μυρίων τὸν ἕνα λόγον ἀπαρτισθῆναι. εἰκότως οὖν κατὰ τῶν ἁγίων τοῦ θεοῦ λειτουργῶν κακήγορον γλῶτταν ὀξύνας καὶ τὸ ἀνευλαβὲς καὶ ἄφοβον προγυμνάσας ἐν τούτοις, προϊὼν ἑξῆς προὔκοψεν ἐπ᾽ αὐτὸ τὸ κορυφαιότατον τοῦ παντός, τὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν τοῦ θεοῦ τοιαύταις ἀθέοις ὑποβαλὼν βλασφημίαις, οἵας μικρὸν ὕστερον αὐτοῦ λέγοντος, ἀλλ᾽ οὐκ ἐμοῦ, βέλτιον ἀκούειν.

τῇ δέ γε παραθέσει τῶν αὐτοῦ ῥημάτων χρησάμενος μέχρι τούτου στήσομαι τέως πρὸς ἐναντίωσιν καὶ ἀνατροπὴν αὐτῶν οὐ μακροὺς ἐπάγων λόγους, τῷ μήτε τοὺς ἄνδρας τοὺς ὑπ᾽ αὐτοῦ βλασφημηθέντας ἀγνῶτάς τινας εἶναι καὶ ἀφανεῖς, γνωρίζεσθαι δὲ παρὰ τοῖς πᾶσιν καὶ σιωπῶντος, μήτε τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ βλασφημίαν ἀμφήριστόν τινα καὶ ἀγνοουμένην ὑπάρχειν, ὡς πολλῆς τινος καὶ λογικωτέρας πρὸς ἔλεγχον δεηθῆναι σπουδῆς· οὕτως πᾶσιν τοῖς τῆς ἐκκλησιαστικῆς χάριτος μετειληχόσιν, μικροῖς ὁμοῦ καὶ μεγάλοις, καὶ αὐτὸ μόνον λεχθεῖσα πρόδηλος καθέστηκεν ἡ τοῦ ξένου τούτου [καὶ] θεολόγου κενοφωνία. διὸ βραχέσιν αὐτὸ μόνον παρασημειώσεσιν χρήσομαι, εἱρμῷ καὶ τάξει σωματοποιῶν τὸν λόγον, ὑποσημαινόμενός τε αὐτὸ μόνον τὸ παράλογον τῶν ἐμφερομένων.

πρὶν δ᾽ ἐπὶ τὰς αὐτοῦ χωρῆσαι φωνὰς ἀναγκαίως τοῖς ἐντυγχάνουσι τῷ τοῦ ἀνδρὸς συγγράμματι συμβουλεύσαιμ᾽ ἄν, εἰ δὴ μάλιστα Γαλατῶν εἶέν τινες, μὴ ἀμνημονεῖν τῆς θείας φωνῆς Παύλου τοῦ ἀποστόλου, ὃς αὐτοῖς Γαλάταις γράφων παρῄνει μὴ μετατίθεσθαι «ἀπὸ τοῦ καλέσαντος» αὐτοὺς «ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον» («οὐκ ἔστιν» γὰρ «ἄλλο», ὡς αὐτὸς ἔφη, «εἰ μή τινές εἰσιν οἱ ταράσσοντες» αὐτοὺς «καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ»), κἀκείνῳ δὲ ἀναγκαίως προσέχειν τὸν νοῦν, δι᾽ οὗ καὶ ἑαυτοῦ καθαπτόμενος ὁ τοσοῦτος ἀπόστολος εἰς δυσώπησιν τῶν διαστρέφειν τοὺς ἄνδρας πειρωμένων προσετίθει λέγων «ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίσηται παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω». ὃ δὴ ἐπαναλαβὼν δευτεροῖ φάσκων «ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τί δὲ ἦν τοῦτο, παρ᾽ ὃ οὐκ ἦν εὐαγγελί〈ζεσθαι ἄλλο εὐαγγέλι〉ον, ἤ που πάντως αὐτὸ ἐκεῖνο ὃ δὴ τοῖς αὐτοῦ παραδιδοὺς μαθηταῖς ὁ σωτὴρ ἀναγέγραπται εἰρηκὼς «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος»;

ταύτην γὰρ ἡμῖν τὴν χάριν τῆς γνώσεως τῆς ἁγίας τριάδος μόνος αὐτὸς διὰ τῆς μυστικῆς δεδώρηται ἀναγεννήσεως, οὔτε Μωσέως οὔτε προφητῶν τινος τῷ προτέρῳ λαῷ ταύτην διακονησαμένου· μόνῳ γὰρ ἔπρεπεν τῷ υἱῷ τοῦ θεοῦ τὴν πατρικὴν ἅπασιν ἀνθρώποις εὐαγγελίσασθαι χάριν, ἐπειδήπερ «ὁ νόμος διὰ Μωσέως ἐδόθη», διὰ δὲ μόνου «Ἰησοῦ Χριστοῦ», ὡς διὰ «μονογενοῦς υἱοῦ» [Ἰησοῦ], «ἡ χάρις καὶ ἡ ἀλήθεια» ἐγένετο. ἔνθεν εἰκότως ὁ μὲν παιδαγωγοῦ τρόπον νηπιάζοντι τῷ προτέρῳ λαῷ «στοιχεῖα τῆς ἀρχῆς τῶν τοῦ θεοῦ» παρεδίδου «λογίων», πολυθέου μὲν ἀπείργων πλάνης, θεὸν δὲ κηρύττων ἕνα μόνον εἰδέναι. ἡ δὲ σωτήριος χάρις, ὑπερκόσμιόν τινα καὶ ἀγγελικὴν ἡμῖν παρέχουσα γνῶσιν, τὸ πάλαι τῷ προτέρῳ λαῷ σεσιγημένον μυστήριον ἀναφανδὸν ἐξεκάλυπτεν, αὐτὸν τὸν ἐπέκεινα τῶν ὅλων θεόν, τὸν τοῖς πάλαι ἀνθρώποις ἐγνωσμένον, θεὸν ἅμα καὶ πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς κηρύττουσα, τήν τε τοῦ ἁγίου πνεύματος διὰ τοῦ υἱοῦ τοῖς ἀξίοις ἐπιχορηγοῦσα δύναμιν. αὐτόθεν πως τὴν ἁγίαν καὶ μακαρίαν καὶ μυστικὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς σωτήριον ἐλπίδα διὰ τῆς ἐν Χριστῷ ἀναγεννήσεως ἡ τοῦ θεοῦ ἐκκλησία παραλαβοῦσα φυλάττει.

καὶ τοῦτ᾽ ἦν τὸ εὐαγγέλιον, ὃ μὴ θεμιτὸν εἶναι μετατίθεσθαι «εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο» ὁ μέγας ἀπόστολος εἰσέτι δεῦρο Γαλάταις μαρτύρεται, διὰ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς βοῶν «κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω»· πόρρωθεν, ὡς εἰκός, μηδ᾽ ἐπισκόποις μηδ᾽ ἄρχουσιν μη〈δὲ〉 διδασκάλοις προσέχειν, εἰ τὸν ἀληθῆ τῆς πίστεως διαστρέφοι τις αὐτῶν λόγον, διαστελλόμενος. τίς δ᾽ ἦν οὗτος 〈ἢ〉 ὁ θεὸν πατέρα εἰδέναι διδάσκων καὶ υἱὸν θεοῦ γιγνώσκειν παραδιδοὺς καὶ πνεύματος ἁγίου φιλοτιμεῖσθαι μετέχειν; ἅπερ μόνων ἂν γένοιτο Χριστιανῶν γνωρίσματα, ὧδέ πη τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀφοριζομένης τοῦ Ἰουδαϊκοῦ τρόπου. ὡς γὰρ ἐκεῖνος τὴν πολύθεον καὶ Ἑλληνικὴν ἀπεδοκίμαζεν πλάνην ἑνὸς θεοῦ ὁμολογίᾳ, οὕτως καὶ τῆς ἐκκλησίας ἡ ἐξαίρετος περὶ υἱοῦ γνῶσις κρεῖττόν τι καὶ πλέον [τι] προὐξένει, τὸν αὐτὸν θεὸν πατέρα εἰδέναι μονογενοῦς υἱοῦ διδάσκουσα, ἀληθῶς υἱοῦ ὄντος καὶ ζῶντος καὶ ὑφεστῶτος. «ὡς γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ 〈οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ〉» αὐτὸς λέγων ἐδίδασκεν ὁ μονογενὴς τοῦ θεοῦ, ἵν᾽ ᾖ καὶ ὁ πατὴρ ἀληθῶς πατὴρ (οὐ μέχρι φωνῆς ὧδέ πη χρηματίζων, οὐδὲ ψευδῆ κεκτημένος τὴν προσηγορίαν, ἀληθείᾳ δὲ καὶ ἔργῳ πατὴρ υἱοῦ μονογενοῦς) καὶ ὁ υἱὸς ἀληθῶς υἱός.