Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Μαρκέλλου

Εὐσέβιος Καισαρείας

Έλεγχος της βιβλικής και ιστορικής άγνοιας του Μαρκέλλου

Κριτική στις ιστορικές συγχύσεις και τις ερμηνευτικές πλάνες του Μαρκέλλου επί των Γραφών, καθώς και απόρριψη της χρήσης κοσμικής σοφίας και ελληνικών παροιμιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 9

τούτων δ᾽ ἐν βραχεῖ Γαλάταις αὐτοῖς ἐκ μόνης τῆς πρὸς αὐτοὺς ἐπιστολῆς παρατεθέντων, τῆς τε σωτηρίου πίστεως τὴν μυστικὴν [καὶ] ἀναγέννησιν «εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος» παρεχούσης, καὶ πρὸς τοῖς θείοις ἐγγράφοις τῆς ἀπὸ περάτων γῆς ἕως περάτων καθολικῆς τοῦ θεοῦ ἐκκλησίας τὰς ἀπὸ τῶν θείων γραφῶν μαρτυρίας ἐξ ἀγράφου παραδόσεως ἐπισφραγιζομένης, ὥρα λοιπὸν καὶ τὰς Μαρκέλλου διασκέψασθαι λέξεις τῶν τε ἐπηγγελμένων ἡμῖν τὰς ἀποδείξεις ὑποσχεῖν, ὡς ἂν μή τις τὸν ἄνδρα συκοφαντεῖσθαι πρὸς ἡμῶν νομίσειεν. σκοποῦ δέ μοι προκειμένου διὰ βραχέων ἐκφῆναι τὰ εἰρημένα, οὐ πάσας ἀναλέξομαι τοῦ ἀνδρὸς τὰς φωνὰς, μόναις δὲ ταῖς συνεκτικαῖς χρήσομαι, τὰς πλείους ὡσανεὶ περιττὰς καὶ διὰ τῶν αὐτῶν χωρούσας ὑπερθησόμενος. πρὸ δὲ τῆς τῶν εἰρημένων ἀποδείξεως οἶμαι δεῖν ἐν πρώτοις παραστῆσαι τοῖς ἐντυγχάνουσιν, ὅτι μηδὲ τὰς προχείρους λέξεις τῶν θείων ἐξηκρίβου ἀναγνωσμάτων, ὡς ἂν γνωσθῇ τοῖς ἔτ᾽ αὐτὸν ἀγνοοῦσιν ὁποῖός τις ὢν ἐπὶ τὴν τῶν εἰρημένων προήχθη τόλμαν.

Αὐτίκα δ᾽ οὖν τοῦ προφήτου Ζαχαρίου κατὰ τοὺς τῆς ἐπανόδου χρόνους τῆς ἀπὸ Βαβυλῶνος γενομένου, Ἰησοῦ τε μνημονεύσαντος τοῦ ἱερέως τοῦ μεγάλου, δηλαδὴ τοῦ υἱοῦ Ἰωσεδέκ, ὃς ἅμα Ζοροβάβελ τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων ἡγήσατο, ὁ γενναῖος οὗτος καὶ θαυμαστὸς συγγραφεὺς ταῦτ᾽ ἀγνοήσας τίθησιν μὲν τοῦ Ζαχαρίου τὴν λέξιν δι᾽ ἧς μέμνηται τοῦ Ἰησοῦ, μακρὰν δὲ τῆς ἱστορίας ἀκοντισθεὶς λέγειν αὐτὸν ὑπείληφεν περὶ Ἰησοῦ τοῦ Μωσέως διαδόχου. καὶ πάλιν τοῦ ἀποστόλου γράψαντος ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ τοῦτον τὸν τρόπον «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν», ἢ λάθετ᾽ ἢ οὐκ ἐνόησεν ἢ καὶ ἑκὼν διαστρέφει τὸν λόγον, γράφων «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς». καὶ αὖθις τοῦ σωτῆρος ἡμῶν τῷ Πέτρῳ εἰρηκότος «ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάνδαλον εἶ ἐμοί, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων», οὐ συνεὶς ὅπως ὁ λόγος εἴρητο πρὸς τὸν ἀπόστολον καὶ διὰ ποίαν αἰτίαν, πρὸς τὸν διάβολον ταῦτα λελέχθαι φησίν. ὁμοῦ δὲ τοσαῦτα σφάλματα ὑπὸ μίαν τίθησιν περικοπὴν αὐτολεξεὶ τοῦτον γράφων τὸν τρόπον ὅτι οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομασθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ εὐαγγέλιον, ἔνθα «ὁ ἄγγελος» τῇ Μαριὰμ «μὴ φοβοῦ» ἔφη «εὗρες γὰρ χάριν παρὰ τοῦ θεοῦ.

καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται»· δῆλον δέ ἐστιν καὶ ἀπὸ τῆς τοῦ Ζαχαρίου προφητείας, πάλαι περὶ τοῦ ὀνόματος τούτου προφητευσάσης, «ἔδειξεν» γὰρ «μοι» φησὶν «κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ». πότε γὰρ αὐτῷ ἐπετίμησεν; ὅτε τὸν ἀγαπηθέντα ὑπ᾽ αὐτοῦ ἄνθρωπον τῷ ἑαυτοῦ συνῆψεν λόγῳ. «ὁ ἐκλεξάμενος» φησὶν «τὴν Ἱερουσαλήμ», δηλονότι ταύτην τὴν ἡμετέραν, περὶ ἧς ὁ ἀπόστολος λέγει «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς». τηνικαῦτα γὰρ ἐν τῇ μεγάλῃ αὐτῇ Ἱερουσαλήμ, τουτέστιν ἐν τῇ ἡμετέρᾳ ἐκκλησίᾳ, γενόμενος ἐπετίμησεν τῷ διαβόλῳ κατὰ τὴν προφητείαν εἰπὼν «ἄπελθε ὀπίσω μου, σατανᾶ, ὅτι σκάνδαλον εἶ ἐμοί». οὗτος τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ μέγας, οὗ τύπον ἔσωζεν ὁ τηνικαῦτα Ἰησοῦς. οὐ γὰρ ἦν δυνατὸν ἐκεῖνον μέγαν κληθῆναι ἱερέα, καίτοι ἔνδοξον ἐν πᾶσιν γεγονότα, Μωσέως μὴ ὀνομασθέντος μεγάλου (οὔπω γὰρ μέγας ἦν Μωσῆς, ὅτι καὶ θεράπων ἤκουσεν θεοῦ καὶ θεὸς τοῦ Φαραὼ ὑπ᾽ αὐτοῦ τοῦ θεοῦ ὠνομάσθη).

εἰ δέ τις κατὰ τοῦτο μέγαν εἰρῆσθαι τὸν Ἰησοῦν νομίζοι, ὅτι αὐτὸς ἠξιώθη εἰσαγαγεῖν τὸν λαὸν εἰς τὴν ἁγίαν γῆν καὶ ἕτερα πολλὰ θαυμαστὰ ἐποίησεν, γνώτω καὶ διὰ τούτου, ὅτι οὐ τῷ τυπικῷ τοσοῦτον διέφερεν πράγματι τὸ λεχθὲν μέγεθος ἐπὶ τοῦ Ἰησοῦ, ἀλλὰ τῷ μικρὸν ὕστερον τὸν ἑαυτοῦ λαὸν εἰς τὴν μεγάλην ταύτην Ἱερουσαλὴμ εἰσαγαγεῖν μέλλον〈τι〉. ὁρᾷς ὅσον ἠγνόησεν ἀποπλανηθεὶς τῆς ἱστορίας, καὶ μὴ δυνηθεὶς ἐπιστῆσαι τῷ ὑπὸ τοῦ προφήτου Ζαχαρίου δηλωθέντι Ἰησοῦ. ὁ μὲν γὰρ ἦν υἱὸς Ἰωσεδέκ, φυλῆς Λευιτῶν ἀπὸ γένους Ἀαρὼν τὴν ἀρχιερωσύνην ἀναδεδεγμένος, παρ᾽ ὃ καὶ μέγας ἱερεὺς ἐχρημάτιζεν, ὥσπερ οὖν ὁ προφήτης διδάσκει λέγων «καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν». ὁ δὲ Μωσέως διάδοχος [υἱὸς μέν], ὁ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἄγων τὸν λαὸν καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ ποιήσας, 〈υἱὸς μὲν〉 ἐτύγχανεν τοῦ Ναυῆ, φυλῆς δὲ τῆς Ἐφραίμ, οὐδὲν κοινὸν ἐχούσης πρὸς ἱερωσύνην. ὁ τοίνυν τοσοῦτον ἀποσφαλεὶς τῆς προχείρου λέξεως ψιλήν τε τὴν ἱστορίαν ἀγνοήσας πῶς ἂν γένοιτο ἀξιόχρεως πρὸς διδασκαλίαν τῆς ἀνωτάτω θεολογίας;

καὶ ἐπὶ τοῦ Πέτρου δὲ ὡσαύτως ἐπιστῆσαι δέον τὸ ὅπως ἐλέχθη πρὸς αὐτὸν τὸ «ὕπαγε ὀπίσω μου», καὶ τίς ἡ τοῦ σατανᾶ ὀνόματος ἑρμηνεία, διὰ τί δὲ καὶ «σκάνδαλον» αὐτὸν εἶπεν, πῶς δὲ σχεδὸν ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ τὸ «μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ» πρὸς αὐτὸν ἐλέγετο καὶ τὸ «ὕπαγε ὀπίσω μου, σατανᾶ», καὶ τίς ἡ διάνοια τοῦ «ὀπίσω πορεύεσθαι» [καὶ] τοῦ σωτῆρος (ἣν παρὰ πόδας αὐτὸς διεσάφησεν συνάψας ἑξῆς τὸ «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι»· ὃ δὴ καὶ ἔργῳ διεπράξατο μικρὸν ὕστερον αὐτὸς ὁ Πέτρος, μαρτυρίῳ τελειωθείς), ἀλλὰ καὶ ἐπιζητῆσαι δέον ἐπὶ ποίοις μὲν αὐτὸν ἐμακάρισεν, ἐπὶ ποίοις δὲ αὐτῷ ἐπέπληξεν· ὁ δὲ μηδενὶ τούτων προσεσχηκὼς ταῦτ᾽ εἰρῆσθαι πρὸς τὸν διάβολον ἀπεφήνατο τῇ γραφῇ ἐναντίως. ἆρα οὖν τοῦτο μόνον ἠγνόησεν; οὐχὶ δὲ καὶ προϊὼν αὖθις, τῆς ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν μνημονεύσας, ἔπειτα βουληθεὶς δεῖξαι ὅτι καὶ πρὸ αὐτοῦ κατὰ τοὺς χρόνους τοὺς προφητικοὺς φέρεταί τις ἐκ νεκρῶν ἐγηγερμένος, πάλιν κἀνταῦθα σφάλλεται, πρῶτον λέγων Ἐλισσαῖον τὸν προφήτην ἐκ νεκρῶν ἐγεῖραι· ἀγνοήσας ὡς καὶ πρὸ Ἐλισσαίου Ἠλίας ὁ μέγας τὸν τῆς χήρας υἱὸν ἀποθανόντα ἀνέστησεν, ὡς ἔστιν μαθεῖν ἐκ τῆς τρίτης τῶν Βασιλειῶν;

ὁ δὲ καὶ τοῦτ᾽ ἀγνοήσας φαίνεται, δι᾽ ὧν ταῦθ᾽ οὕτως γράφει οὐ μόνον τοίνυν τῆς «καινῆς κτίσεως» πρωτότοκον αὐτὸν ὁ ἀπόστολος εἶναι φησίν, ἀλλὰ καὶ πρωτότοκον «ἐκ νεκρῶν», δι᾽ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ᾽ ἵνα διὰ τοῦ πρωτοτόκου «τῶν νεκρῶν», ὅπως καὶ «πρωτότοκος ἁπάσης κτίσεως» εἴρηται, γνωσθῆναι δυνηθῇ. οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστός· ἀλλ᾽ ὁ δι᾽ Ἐλισσαίου τοῦ προφήτου ἀναστὰς ἀνέστη πρότερος, καὶ Λάζαρος δὲ πρὸ τῆς αὐτοῦ ἀναστάσεως ἀνέστη, καὶ ἐν τῷ καιρῷ τοῦ πάθους «πολλὰ σώματα τῶν κεκοιμημένων» ἀνέστησαν. καὶ τοῦτο δὲ ἀθεωρήτως δοκεῖ μοι τεθεικέναι ὁ Μάρκελλος, λέγω δὲ τὸ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» πρὸ αὐτοῦ ἐγηγέρθαι. οὐ γὰρ προσέσχεν ὅλῃ τῇ τοῦ εὐαγγελίου γραφῇ διδασκούσῃ, ὅτι «μετὰ τὴν 〈ἔγερσιν〉 αὐτοῦ» τὰ τῶν ἁγίων ἐγήγερται σώματα. εὕροις δ᾽ ἂν αὐτὸν σφαλλόμενον καὶ ἐν τῇ τοῦ ἀποστολικοῦ ῥητοῦ ἐκθέσει. ὁ μὲν γὰρ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων τάδε φησὶν «ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης».

ὁ δέ, οὐκ οἶδα ποίᾳ διανοίᾳ, κἀνταῦθα διαστρέφει τὴν ἀποστολικὴν λέξιν, ἀντὶ τοῦ «ὁρισθέντος» ποιήσας προορισθέντος, ἵν᾽ ᾖ ὅμοιος τοῖς «κατὰ πρόγνωσιν» προορισθεῖσιν. λέγει οὖν κατὰ λέξιν οὕτως ὥσπερ οὖν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντοκράτωρ θεός, οὕ〈τω〉 καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι᾽ οὗ τὸ τῶν θεοσεβῶν γένος «εἰς υἱοθεσίαν» καλέσαι προωρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει «τοῦ προορισθέντος υἱοῦ θεοῦ» λέγων. καὶ αὖθίς φησιν ἐν ἑτέροις οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη «τοῦ προορισθέντος υἱοῦ θεοῦ». καὶ ἐνταῦθα δὲ οὐ τὴν λέξιν μόνην τὴν ἀποστολικὴν παρέφθειρεν, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτὴν διὰ τῆς προσθήκης τῆς τοῦ πρὸ προθέσεως. ἀδελφὰ δὲ τούτοις πράττων, τῆς ψαλμῳδίας περιεχούσης «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὁ δὲ κἀνταῦθα προσθήκῃ κέχρηται τῇ μηδαμῶς ἐμφερομένῃ πρὸς τὸ καταμέμφεσθαι τῷ μὴ ὁμοίως αὐτῷ φάσκοντι. ἐπάκουσον οὖν ὅπως γράφει λέγων διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὧν μηδέπω πρότερον διῆλθον νυνὶ διελθεῖν. τὰ γὰρ πλεῖστα τῶν ὑπ᾽ αὐτοῦ γραφέντων ἐκ τῶν ἤδη προειρημένων ἡμῖν γέγονεν δῆλα. 〈«ἐκ γαστρὸς»〉 φησὶν 〈«πρὸ ἑωσφόρου ἐξεγέννησά σε»〉. ᾤετο γὰρ πάντως που τὴν ἐξ πρόθεσιν κλαπεῖσαν συνδραμεῖσθαι τῇ τῆς αἱρέσεως γνώμῃ.

διὸ τὸ κυριώτατον τῆς συλλαβῆς ἐξελὼν τὴν ἀρχαίαν αὐτοῦ ἀναγέννησιν σημῆναι ἐβουλήθη. καὶ ἐπειδήπερ ἐν τούτοις ἰσχυρῶς διετείνατο περὶ τοῦ οἰκείου σφάλματος τὸν ὀρθῶς γράψαντα μεμψάμενος, οὐδὲν αὐτὸς εἰπών, τοῖς ἐντυγχάνουσιν τὴν αὐτὴν τῆς ἀναγνώσεως παραδίδωσι μαρτυρίαν. προϊὼν δ᾽ αὖθις ὁ αὐτὸς εἰσάγει τὸν σωτῆρα λέγοντα «ἐγώ εἰμι ἡ ἡμέρα», ὧδέ πη φάσκων σκότους γὰρ ὄντος πρότερον διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης («ἐγὼ» γάρ «εἰμι» φησὶν «ἡ ἡμέρα») εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει. καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν ἐπειδὴ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα. καὶ αὖθις προϊὼν τοῦ ἀποστόλου τίθησιν τὸ «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν». καὶ τί με δεῖ μηκύνειν, παρὸν τῷ βουλομένῳ ἐκ τῶν εἰρημένων τὰ παραπλήσια ἐκ τοῦ παντὸς συγγράμματος ἀναλέγεσθαι καὶ τὸ εὐχερὲς τοῦ ἀνδρὸς ἐποπτεύειν. ἐξ ἧς εὐχερείας ἀκούσει αὐτοῦ τὸν Σολομῶνα προφήτην ἀποκαλοῦντος πολλάκις καὶ τὰς Παροιμίας προφητείας ὀνομάζοντος· ὥσπερ οὖν ἐν οἷς φησιν τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν «δέξασθαί τε στροφὰς λόγων» ἔφη, καὶ πάλιν «ῥήσεις τε σοφῶν καὶ αἰνίγματα» τὴν παροιμίαν προφητείαν ὀνομάζει, καὶ αὖθις διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι.

καὶ δεύτερον δὲ καὶ τρίτον καὶ πολλάκις, ὡς ἔφην, τοῦτο ποιεῖ, ἀγνοῶν ὅτι «διαιρέσεις χαρισμάτων εἰσὶν» εἰ καὶ τὸ «αὐτὸ πνεῦμα», καὶ ἄλλῳ μὲν «δίδοται λόγος σοφίας» κατὰ τὸν ἀπόστολον, «ἄλλῳ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ προφητεία». διόπερ ὁ Σολομὼν σοφίας μὲν εἰληφὼς χάρισμα μεμαρτύρηται «καὶ ἔδωκεν γὰρ κύριος τῷ Σολομῶνι σοφίαν», ὡς ἡ γραφή φησιν, «καὶ ἐσοφίσθη ὑπὲρ πάντας ἀνθρώπους»· οὔτε δὲ τὸν βίον προφητικὸν ἐσχηκὼς οὔτε τὸν τῆς προφητείας χαρακτῆρα, τὸν ἀπὸ τοῦ «τάδε λέγει κύριος» τῶν τε ὁμοιοτρόπων γνωριζόμενον, διὰ τῶν οἰκείων ἐμφαίνει λόγων. ὁ δὲ τούτων οὐδὲν ἰδών, ὥσπερ τι χαριζόμενος τῷ ἀνδρὶ προφήτην αὐτὸν καλεῖ, οὐ συνιεὶς ὅτι οἱ προφῆται «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι». καὶ τὰς Παροιμίας δὲ αὐτοῦ προφητείαν εἶναι λέγει, [εἰ] μηδαμοῦ τῆς θείας γραφῆς διδασκούσης, αὐτοῦ δὲ τοῦ σοφωτάτου σὺν θείῳ πνεύματι ταύτῃ μὲν τῇ βίβλῳ ΠΑΡΟΙΜΙΑΙ ὄνομα θέντος, τῇ δὲ ἑτέρᾳ ΕΚΚΛΗΣΙΑΣΤΗΣ καὶ τῇ τρίτῃ ΑΙΣΜΑΤΑ ΑΙΣΜΑΤΩΝ, οὐκ ἀθεεὶ οὐδ᾽ ἀνθρωπίνῳ λογισμῷ ταύταις ἐπιβάλλοντος ταῖς ἐπηγορίαις.

ἀλλὰ καὶ αὐτὴν τὴν θεόπνευστον αὐτοῦ γραφὴν δι᾽ Ἑλληνικῶν πειρᾶται παραδειγμάτων ἑρμηνεύειν, οὐκ ἐπακούσας Παύλου τοῦ ἀποστόλου λέγοντος «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικὰ 〈πνευματικοῖς〉 συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται». καὶ ταῦτα δὲ ἀγνοήσας ὁ γενναῖος πειρᾶται ἡμῖν ἐξ Ἑλληνικῶν ἀναγνωσμάτων τὴν τῶν θείων Παροιμιῶν διάνοιαν παρατιθέναι, τοῦτον γράφων αὐτοῖς ῥήμασιν τὸν τρόπον Οὐδὲν γὰρ ἄτοπον, οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν.

ΑΛΛ᾽ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος ὑπολάβοι ἄν τις κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ᾽ αὐτοῖς «ἐδίδασκες γράμματα, ἐγὼ δ᾽ ἐφοίτων» ἔφη. τὸ δ᾽ οὐχ οὕτως ἔχειν οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν· ἀλλ᾽ ἐπειδὴ Ἀθηναίους Σικελιῶται, φασίν, πολέμῳ νικήσαντες μόνους ἔσωζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δή τινας φυγόντας καὶ ἐπανελθόντας ἐρωτωμένους τε ὑπὸ Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς ἔφασαν εἰρηκέναι ΑΛΛ᾽ Η ΤΕΘΝΗΚΕΝ, Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. τί δὲ καὶ τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ; νομίσειεν ἄν τις [εἰρῆσθαι], ἵνα θῶ πρότερον τὰ περὶ αὐτῆς λεγόμενα, πάντως που διὰ 〈τὸ〉 τὴν θυομένην αἶγα εἰς τὴν μάχαιραν ἀφορᾶν εἰρῆσθαι τὴν παροιμίαν. ἀλλ᾽ οὔτι γε τοῦτ᾽ ἔφασαν οἱ παλαιοί· οὐδὲ γὰρ παροιμία ἦν ἂν ἡ λεχθεῖσα, εἴγε τοῦθ᾽ οὕτως εἶχεν (τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκ τῶν φαινομένων ἐννοεῖν), ἀλλ᾽ ἐπὶ τῶν ἑαυτοῖς κακὰ προξενούντων εἰρῆσθαι τοῦτό φασιν. φασὶν γὰρ Μήδειαν ἐν Κορίνθῳ τὰ τέκνα ἀποκτείνασαν κατακρύψαι τὴν μάχαιραν αὐτόθι· τοὺς δὲ Κορινθίους κατὰ χρησμὸν αὐτοῖς δοθέντα αἶγα μέλαιναν ἐναγίζοντας ἀπορεῖν μαχαίρας, τὴν δὲ αἶγα σκάλλουσαν τῷ ποδὶ τὴν Μηδείας ἀνευρεῖν μάχαιραν καὶ αὐτῇ τυθῆναι. τί δὲ τὸ ΑΛΙΣ ΔΡΥΟΣ σημαίνει;

φησί τις· οὐ γὰρ δυνατὸν ἐκ τοῦ προχείρου γιγνώσκειν τὴν παροιμίαν. οἱ παλαιοί, ὡς ἔφασαν, πρὸ τῆς τοῦ σίτου γεωργίας βαλανηφαγοῦντες, ἐπειδὴ ὡς ᾤοντο ὁ καρπὸς οὗτος ὕστερον εὑρέθη, ἐκείνῳ προσέχοντες τὸν νοῦν καὶ τῇ μεταβολῇ προσχαίροντες ΑΛΙΣ ΔΡΥΟΣ ἔλεγον· καὶ τοῦτο τὴν παροιμίαν ἔφασαν εἶναι. αὖθίς τε ἑτέρας παροιμίας ὑπὸ πλείστων τῶν παρ᾽ αὐτοῖς σοφῶν ἐν πλείστοις καὶ διαφόροις βιβλίοις εἰρημένης, τίνα περὶ αὐτῆς γεγράφασιν οἱ τὰς παροιμίας ἑρμηνεῦσαι προελόμενοι ἀναγκαῖον ἐν τῷ παρόντι μνημονεῦσαι, * * * ἀλλ᾽ ἵν᾽ ἐλέγξωμεν Ἀστέριον, καὶ ἀπὸ τῶν ἔξωθεν αὐτὸν μαθημάτων εἰδότα μὲν ἀκριβῶς τὸ τῆς παροιμίας ἐξαίρετον, ἐν δὲ τῷ παρόντι ἄγνοιαν προσποιηθέντα, ἵνα τὸ ἑαυτοῦ βούλημα διὰ τῆς τοῦ παροιμιώδους ῥητοῦ χρήσεως πιθανῶς κατασκευάζειν δόξῃ. ἔστιν δὲ ΓΛΑΥΚΟΥ ΤΕΧΝΗ. ταύτης οἱ ἔξωθεν σοφοὶ τῆς παροιμίας μνημονεύσαντες διαφόρως αὐτὴν ἐξηγήσαντο. ὁ μὲν γὰρ αὐτῶν τις ἔφη, Γλαῦκόν τινα ἐπιστήμονα τέχνης τινὸς γεγονότα † πολλῶν οὖσαν θαυμασιωτάτην, ἀπολέσθαι ἅμα ἐκείνῳ κατὰ θάλατταν, μηδενός πω διακηκοότος αὐτῆς. ἕτερος δέ, τὴν ἐπ᾽ ἄκρον μουσικῆς ἐμπειρίαν μαρτυρήσας τῷ Γλαύκῳ, τοὺς κατασκευασθέντας ὑπ᾽ αὐτοῦ δίσκους χαλκοῦς φησιν τέσσαρας, πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν· ἔνθεν τε εἰρῆσθαι τὴν παροιμίαν.

ἄλλος δέ τις Ἀλυαττικῶν ἀναθημάτων φησὶν ἀνακεῖσθαι κρατῆρα καὶ ὑποκρατήριον θαυμάσιον, Γλαύκου Χίου ποίημα. ἕτερος δέ, Γλαῦκον αὐτὸν ἀναθεῖναι εἰς Δελφοὺς τρίποδα χαλκοῦν, οὕτω δημιουργήσαντα τοῖς † παχέως τε κρουομένου, τούς τε πόδας, ἐφ᾽ ὧν βέβηκεν, καὶ τὸ ἄνω περικείμενον καὶ τὴν στεφάνην τὴν ἐπὶ τοῦ λέβητος καὶ τὰς ῥάβδους διὰ μέσου τεταγμένας φθέγγεσθαι λύρας φωνῇ. καὶ αὖθις ἕτερος, ἀπὸ Γλαύκου τινὸς δόξαντός τι πλέον πεποιηκέναι εἰρῆσθαι τὴν παροιμίαν. ὁρᾷς, ὅπως τὸ δυσχερὲς τῆς παροιμίας καὶ διὰ τούτου δείκνυται, διὰ τοῦ μηδὲ ἐπὶ τῆς αὐτῆς ἑρμηνείας στῆναι τοὺς τὴν παροιμίαν ταύτην ἐξηγήσασθαι βουληθέντας. οὕτως δυσεύρετόν τι πρᾶγμα τὸ τῆς παροιμίας καὶ παρὰ τοῖς ἔξωθεν εἶναι δοκεῖ. διὸ καί τις τῶν παρ᾽ αὐτοῖς σοφῶν συναγαγὼν τὰς ὑπὸ πολλῶν καὶ διαφόρως λεχθείσας παροιμίας, εἰς αὐτὰς γέγραφεν ἓξ βιβλία, δύο μὲν τῶν 〈ἐμ〉μέτρων, τῶν δὲ ἀμέτρων τέσσαρα. ταύτας δὲ παροιμίας ὠνόμασαν οἱ ἔξωθεν δι᾽ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ᾽ ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες καὶ γνόντες δι᾽ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. εἶτα ὡς μηδὲν ἕτερον ὄνομα κυριώτερον ἐκείνου ἐπινοῆσαι δυνηθέντες καὶ ταύτας παροιμίας ὠνόμασαν.

διὰ τοιούτων Μάρκελλος παραθέσεων τὴν ἐκκλησίαν τοῦ θεοῦ διδάσκειν τὰς θεοπνεύστους νοεῖν πειρᾶται γραφάς. ὅλην δὲ ταύτην παρεθέμην τὴν μακρὰν καὶ ἀδόλεσχον περιττολογίαν δεῖξαι βουλόμενος αὐτοῦ τὴν ἄνοιαν τῆς πολλῆς καὶ ἀκαίρου φιλοτιμίας, ᾗ κέχρηται ὁ ἀνήρ, τῶν μὲν Ἑλληνικῶν λόγων ἐπιδεικτικῶς, τῶν δὲ θείων ἀμνημόνως. οὐ γὰρ ἄν ποτε εἰς τοσαύτην ἐξέπιπτε φλυαρίαν, εἰ τῶν ἀποστολικῶν ἐμέμνητο παραγγελμάτων, δι᾽ ὧν παραινεῖ χρῆναι «τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν» λαλεῖν «οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς πνεύματος, πνευματικὰ πνευματικοῖς συγκρίνοντας», οὐδὲ νοήσας ὅπως ἐλέχθη τὸ «ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται». ταῦτα δὲ ἀγνοήσας τοὺς Ἑλλήνων σοφοὺς ὑπέλαβεν γνῶσιν ἐσχηκέναι τῆς ὑπὸ τοῦ θεοῦ τῷ Σολομῶνι χαρισθείσης σοφίας καὶ γνόντας ζηλῶσαι τὸ προφητικόν, ὡς αὐτός φησιν, γράμμα. καὶ πῶς οἷοί τ᾽ ἦσαν γνῶναι τὰ θεῖα καὶ ζηλῶσαι οἱ ψυχικοὶ καὶ οὐκ εἰδότες «πνευματικὰ πνευματικοῖς» συγκρίνειν, τοῦ θείου ἀποστόλου ἀποφηναμένου ψυχικὸν ἄνθρωπον μὴ δέχεσθαι «τὰ τοῦ πνεύματος τοῦ θεοῦ»;

τοῦ δ᾽ αὐτοῦ φήσαντος μὴ δύνασθαι γνῶναι τὸν ψυχικὸν τὰ πνευματικά, «ὅτι πνευματικῶς ἀνακρίνεται», ἀντιδοξάζων ὁ γενναῖος τῷ ἀποστόλῳ φάσκει τὸν αὐτὸν τρόπον τῷ Σολομῶνι γεγραφέναι τοὺς τὰς Ἑλληνικὰς παροιμίας πεποιημένους. λέγει δ᾽ οὖν ἐπὶ λέξεως ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες καὶ γνόντες δι᾽ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. σκέψαι δὲ καὶ ἄλλως ἐξ αὐτῶν τῶν παραθέσεων ὅσον τῆς ἀληθείας διήμαρτεν, εἰπὼν τοὺς παρ᾽ Ἕλλησιν τὸν αὐτὸν τῷ Σολομῶνι γεγραφέναι τρόπον. ὁ μὲν γὰρ Σολομὼν θεοδωρήτῳ σοφίᾳ κινούμενος πᾶσαν αὐτοῦ τὴν γραφὴν ἐπ᾽ ὠφελείᾳ καὶ σωτηρίᾳ ψυχῶν τῷ τῆς θεοσεβείας ἀνετίθει λόγῳ, γυμνασίου δ᾽ ἕνεκεν τῆς τῶν ἐντυγχανόντων διανοίας σκοτεινοῖς ἐχρῆτο προβλήμασιν καὶ λόγων στροφαῖς καὶ φωναῖς δι᾽ αἰνιγμάτων προενηνεγμέναις. καὶ τοῦτο δ᾽ ἐν ἀρχῇ τῆς βίβλου μαρτύρεται λέγων «τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολὴν σκοτεινῶν λόγων, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα», καὶ πάλιν «δέξασθαι στροφὰς λόγων».

ἃ δὴ καὶ οὕτως ἔχοντα ἐκ τῶν ἐμφερομένων τῇ βίβλῳ καταμαθεῖν ῥᾴδιον, ἄλλως οὐ δυναμένων νοηθῆναι ἢ διιόντων ἡμῶν ἐκ τῆς προχείρου λέξεως ἐπὶ τὸν ἐξ αὐτῆς θεωρούμενον νοῦν· οἷόν ἐστιν τὸ «τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίπλασαν αὐτήν. καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν», καὶ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά· ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον», καὶ ὅσα ἄλλα τούτοις παραπλήσια, οὐχ ἑτέρως δυνατὰ νοεῖσθαι, οὔτε προχείρως οὔτε ἔκ τινος ἱστορίας, εἰ μὴ κατὰ μόνην μεταφορὰν καὶ ἀναστροφὴν τῆς λέξεως. αἱ δ᾽ ἐκτεθεῖσαι τῶν Ἑλλήνων παροιμίαι ἀπό τινων ἱστοριῶν τὰς ἀρχὰς εἰλήφασιν. τὸ γὰρ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ διὰ τήνδε, φησίν, ἐλέχθη τὴν ἱστορίαν, καὶ δι᾽ ἑτέραν πάλιν γενομένην τοιανδὶ πρᾶξιν τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ εἴρηται· καὶ τὸ ΑΛΙΣ ΔΡΥΟΣ ὡσαύτως, διὰ τὸ βαλανηφαγοῦντάς ποτε παύσασθαι τῆς τοιαύτης τροφῆς. εἰ δὲ καὶ Γλαῦκός τις ἐπιστήμων τέχνης τινὸς γεγονὼς διαφόρως ἐμνημονεύθη παρὰ τοῖς μετὰ ταῦτα διαφωνήσασιν ἐν τῷ περὶ αὐτοῦ λόγῳ, τί τοῦτο πρὸς τὰς θεοπνεύστους Παροιμίας; οὐ γὰρ ὁμοίως ταῖς Ἑλληνικαῖς παροιμίαις καὶ αὗται ἔκ τινος ἱστορίας τὴν λύσιν ἐπιδέχονται.