Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Μαρκέλλου

Εὐσέβιος Καισαρείας

Η προκοσμική κατάσταση του Λόγου, η θεία δημιουργία και η ενότητα Πατρός και Υιού

Έλεγχος των θέσεων περί του Λόγου ως άσαρκης ενέργειας και εξέταση των θεωριών του Μαρκέλλου για τη δημιουργία και τον εσωτερικό ανθρώπινο λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 9

καὶ ἐν τούτοις μὲν γυμνῇ τῇ κεφαλῇ τὸν μὲν υἱὸν ἠρνήσατο, ψιλὸν δὲ λόγον ὥσπερ τινὰ προστακτικὸν τῶν ποιητέων εἰσάγων δῆλός ἐστιν ἐξ ὧν ἐπιφέρει λέγων ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», αὖθίς τε 〈ὁ〉 αὐτὸς «ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Σολομὼν δὲ «ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλαντο».

Ἡσαΐας τε «ἐκ γὰρ Σιὼν ἐξελεύσεται» ἔφη «νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». καὶ αὖθις Ἱερεμίας «ᾐσχύνθησαν σοφοὶ» φησὶν «καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ κυρίου ἀπεδοκίμασαν». καὶ Ὡσηὲ 〈δὲ〉 ὁ προφήτης «ἐμίσησαν» 〈ἔφη〉 «ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο». Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων 〈«ἐκ Σιὼν»〉 ἔφη «ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». τοσαῦτα συνάγων περὶ τοῦ προστακτικοῦ λόγου ῥητὰ Μάρκελλος τοιοῦτόν τινα εἶναί φησιν καὶ τὸν «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸν λόγον. διὸ ἐπάγει φάσκων ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς 〈καὶ〉 διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει.

καὶ προστίθησιν τούτοις ἐπιλέγων ἑξῆς ἵν᾽ ἐν μὲν τῷ φῆσαι «ἐν ἀρχῇ ἦν ὁ λόγος» δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον ([ἐν] ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς «ἐξ οὗ τὰ πάντα»), ἐν δὲ τῷ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον («πάντα» γὰρ «δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· «ἐν ἐμοὶ» γάρ φησιν «ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». καὶ ἔτι τούτοις προστίθησιν, ἀπογυμνῶν τὸν ἴδιον νοῦν δι᾽ ὧν ἑξῆς ἐπάγει, λέγων ὁ τοίνυν ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης τῆς ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ λόγου, ἀλλ᾽ ἐπαλλήλοις τρισὶν μαρτυρίαις χρώμενος, ἐβεβαίου ἐν ἀρχῇ τὸν λόγον εἶναι. καὶ προστίθησιν τούτοις λέγων τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γιγνώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν.

τούτοις προϊὼν ἑξῆς ἐπιλέγει ταῦτα εἰ οὖν αὐτὸς λέγει ταῦτα «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ αὖθις «καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός» καὶ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν», δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», ἵνα ἐν θεῷ μὲν ᾖ ὁ λόγος ὁ τοῦτο λέγων, ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος. «θεοῦ» γὰρ αὐτὸν «δύναμιν καὶ θεοῦ σοφίαν» ἀξιόπιστος εἴρηκεν μάρτυς. οὐ 〈διὰ τὴν ἐν ἅπασιν〉 οὖν 〈λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν〉, ὡς Ἀστέριος ἔφη, 〈ὁ σωτὴρ λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»〉, ἀλλὰ διότι ἀδύνατόν ἐστιν, ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. ἐπεὶ εἰ 〈διὰ τὴν ἐν ἅπασιν συμφωνίαν〉 τοῦτο εἰρηκέναι τὸν σωτῆρα Ἀστέριος οἴεται, καὶ μὴ τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγκαῖόν ἐστιν ὑπομνῆσαι αὐτόν, πῶς ἐνίοτε [τὸ] κατὰ τὸ [σὴν] φαινόμενον ἀσυμφωνίαν ἔστιν ἰδεῖν. οὕτω γὰρ ἡμᾶς τὰ ῥητὰ διδάσκει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο», ἐπιφέροντος δὲ κἀκεῖνο «πλὴν μὴ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ». οὐ συμφωνοῦντος γὰρ ἦν πρῶτον μὲν τὸ λέγειν «παρελθέτω τὸ ποτήριον τοῦτο»· οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ, λέγει γὰρ «μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω, πάτερ, θέλημα».

ἀκούεις ὅπως ἀσυμφωνίαν κατὰ τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῦ μὲν θέλοντος, 〈τοῦ δὲ μὴ θέλοντος〉. ὅτι μὲν γὰρ ἐβούλετο ὁ πατὴρ δῆλον ἀφ᾽ ὧν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο ὁ υἱὸς δῆλον δι᾽ ὧν παραιτεῖται. καὶ αὖθις «οὐ ζητῶ» φησὶν «τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός». πῶς οὖν 〈διὰ τὴν ἐν ἅπασιν συμφωνίαν τὸν σωτῆρα εἰρηκέναι〉 φησὶν 〈«ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»〉; καὶ μετὰ βραχέα ἐπιλέγει πῶς 〈συμφωνίαν〉 ἔχειν πρὸς τὸν πατέρα ὁ υἱὸς δύναται ἢ ὁ πατὴρ πρὸς τὸν υἱόν, τοῦ υἱοῦ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» λέγοντος; ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ υἱοῦ τὸν πατέρα τὸ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν». τούτου γὰρ χάριν παρεὶς τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν εἰπεῖν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» ἔφη. καίτοι οὐκ ἦν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλά· πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν. εἰ γὰρ αἱ τῶν ἀποστόλων Πράξεις τὴν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι «πάντα ἦν αὐτοῖς κοινὰ» ἔφασαν, καὶ ἐπ᾽ ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους;

νυνὶ δὲ ἐν μὲν τῷ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν πατέρα («ὁ» γὰρ «λόγος ὃν ἀκούετε» φησὶν «οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός»), ἀφαιρεῖσθαι τὸν πατέρα τὰ ἴδια τοῦ παιδὸς δείκνυσιν. ἑκάτερα δὲ κατὰ τὴν Ἀστερίου οἴησιν οὐκ ἀκολούθως εἰρημένα φαίνεται. ἔδει γὰρ τὸν συμφωνοῦντα μὴ τὰ 〈τῷ〉 ἑτέρῳ προσόντα παρασπᾶσθαι δίκαια, πλεονεκτικὸν γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. ὥστε ὅταν μὲν εἰς τὴν ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οὐχ ὥσπερ Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν σωτῆρα «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», οὐ γὰρ 〈διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν〉, ὡς αὐτὸς γέγραφεν, 〈ὁ σωτὴρ εἴρηκεν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»〉. εἰ γὰρ τοῦτ᾽ ἦν, πάντως ἂν ἔφη· ἐγὼ καὶ ὁ πατὴρ ἐν ἅπασιν πρὸς ἀλλήλους συμφωνοῦμεν. νυνὶ δὲ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» ἔφη. οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἦν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, τὸν σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι ἡνίκα ἂν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» λέγῃ, τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὃν ἀνείληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ᾽ εἰς τὸν ἐκ τοῦ πατρὸς προελθόντα λόγον.

εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀναφέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ λόγος. εἰ δὲ ἑνότης λέγοιτο, αὕτη τῷ λόγῳ διαφέρουσα φαίνεται. ὅθεν οὐ μόνον τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· «τοσούτῳ χρόνῳ μεθ᾽ ὑμῶν εἰμι, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα», δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς, ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυναμένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρχει καὶ ὁ τούτου λόγος. οὐ 〈διὰ τὴν ἐν ἅπασιν〉 οὖν 〈συμφωνίαν〉 τοῦτ᾽ ἔφη πρὸς Φίλιππον. τοσαῦτα εἰπών, ἐπαναλαβὼν ἐξ ὑπαρχῆς τὸν λόγον τοῦτον δογματίζει τὸν τρόπον πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν ὁ Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε 〈τοῦ〉 εἶναι ἀρχὴν λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ᾽ αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι. οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγένητα, ἀλλὰ ἀκριβῶς πεπεῖσθαι ὅτι οὐρανός τε καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ θεοῦ γεγένηται. εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί.

καὶ ταῦτα εἰπὼν ἐπάγει μεθ᾽ ἕτερα τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος 〈δόξαν〉 ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ 〈προκόσμιον δόξαν〉, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου. ταῦτ᾽ εἰπὼν Μάρκελλος καὶ τὸν υἱὸν δι᾽ αὐτῶν ἀπαρακαλύπτως ἀρνησάμενος, ἵνα ἡμᾶς ἀκριβῶς πείσῃ ὁποῖον εἶναι τὸν λόγον τοῦ θεοῦ ἐφρόνει, σαφέστερον ἐμφαίνει τὴν διάνοιαν τῷ ἡμετέρῳ λόγῳ ἀπεικάζων αὐτόν, δι᾽ ὧν ταῦτα γράφει ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου 〈γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου〉 σημαίνεται. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος Μωσῆς ἄγγελον ἐνταῦθα ὀνομάζει τὸν λόγον, ὅτι δι᾽ οὐδὲν ἕτερον ἐφάνη, ἀλλ᾽ ἵνα ἀναγγείλῃ τῷ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς Ἰσραὴλ ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἕνα θεὸν εἶναι νομίζειν. διὸ καὶ πρὸς αὐτὸν «ἐγώ εἰμι ὁ ὢν» ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἕτερον θεὸν εἶναι διδάξῃ. τοῦτο 〈δὲ〉 ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ᾽ ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ.

καὶ ἐπιδαψιλεύεται ἔτι μᾶλλον τὴν αὐτοῦ διάνοιαν ἐμφαίνων, δι᾽ ὧν ἑξῆς τάδε φησίν οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». καὶ προστίθησιν αὖθις ἐξομοιῶν τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ, εἰς τὸ δεῖξαι αὐτὸν ἀνυπόστατον, γράφει δὲ οὕτως ἐνταῦθα «ἐγώ εἰμι ὁ ὢν» λέγει μὲν τῷ Μωσεῖ ὁ πατήρ, λέγει δὲ δηλονότι διὰ τοῦ λόγου. πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ᾽ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ. εἶτα μεταξύ τινα εἰπὼν ἐπιλέγει πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον «κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ», καὶ ὅτι «εἷς ἐστιν» καὶ πλὴν αὐτοῦ ἕτερος «οὐκ ἔστιν».

καὶ προϊὼν αὖθις διισχυρίζεται φάσκων οὐ 〈καταχρηστικῶς λόγος ὀνομασθείς〉, κἂν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος. καὶ προστίθησιν τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ 〈τὸ〉 κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον «ἐν τῷ θεῷ» τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ᾽ ἡμᾶς τοῦ πλούτου «τῆς δόξης» καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. καὶ μετὰ ταῦτα πάλιν ἀνθρωπίνῃ κέχρηται εἰκόνι, τοῦτον γράφων τὸν τρόπον τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὃν ὁ πατὴρ «ποιήσωμεν ἄνθρωπον» ἔφη «κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», οὐκ ὄντος ἑτέρου θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. «ἐγὼ» γάρ εἰμι, φησίν, «θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστιν». οὔτε οὖν 〈νεώτερός τις θεὸς〉 ἦν, οὔτε ἄλλος τις «μετὰ ταῦτα» θεὸς ὢν θεῷ συνεργεῖν δυνατὸς ἦν.

ἀλλ᾽ εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ᾽ ἡμᾶς παραδείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν· ὥσπερ ἄν τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνήρ, ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτῷ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρεπὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ᾽ ἕκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν (οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν), ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς αὑτὸν ὡς πρὸς ἕτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ λόγῳ παρακελεύεται λέγων· «ποιήσωμεν ἄνθρωπον», οὐ τὸν αὐτὸν τοῖς ἄλλοις τρόπον· λόγῳ γὰρ ἡ πᾶσα ἐγένετο κτίσις.

καὶ τούτοις μεθ᾽ ἕτερα ἐπιλέγει νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεός, καὶ ὁ τούτου λόγος [θεὸς] προῆλθεν μὲν τοῦ πατρός, ἵνα «πάντα δι᾽ αὐτοῦ» γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα» «θεῷ καὶ πατρί», ἵν᾽ οὕτως ᾖ ἐν θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότερον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, ὁ λόγος οὗτος τοῦ πατρὸς ὤν. καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησι λέγων πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προὔθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν τοῦ θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ᾽ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν.

καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλ〈ὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει,〉 ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου προειρημένον· «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσιν 〈ὁ〉 θεός». ἔσται γὰρ τηνικαῦτα τοῦθ᾽ ὅπερ πρότερον ἦν. διὰ τοσούτων Μάρκελλος γυμνῇ τῇ κεφαλῇ τὸν υἱὸν τοῦ θεοῦ ἐξωμόσατο. εἰ γὰρ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, οὐδεὶς δὲ πώποτε αὐτὸς ἑαυτοῦ γένοιτ᾽ ἂν πατὴρ ὡς οὐδ᾽ αὐτὸς ἑαυτοῦ υἱὸς 〈εἷς〉 ὢν καὶ μόνος, εἷς δὲ μόνος ἦν καὶ ὁ αὐτὸς τῷ ἑαυτοῦ λόγῳ ὁ θεός, δῆλον ὡς οὐ πατὴρ ἦν μὴ ὑπάρχοντος αὐτῷ υἱοῦ, οὐδὲ υἱὸς μὴ ὑφεστῶτος αὐτῷ πατρός. ὁποῖα μὲν οὖν περὶ τοῦ μήτε εἶναι μήτε προϋφεστάναι τὸν τοῦ θεοῦ υἱόν, ψιλὸν δὲ λόγον ἔνδον ὑπάρχειν ἐν αὐτῷ τῷ θεῷ, καὶ τοῦτον ποτὲ μὲν ἡσυχάζειν ποτὲ δὲ ἐνεργεῖν δραστικῇ δυνάμει, διεξῆλθεν ὁ ἀνήρ, ἔγνωμεν διὰ τῶν προκειμένων. ταῦτα δὲ αὐτὰ πολλάκις καὶ διαφόρως τῇ ἑαυτοῦ παραθέμενος γραφῇ, πολὺν σωρὸν περιττῶν ῥημάτων συνεφόρησεν τῷ συγγράμματι.