Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Μαρτύριον τῶν δέκα μαρτύρων τῶν ἐν Αἰγύπτῳ

Εὐσέβιος Καισαρείας

Εισαγωγή στο μαρτύριο και εγκλεισμός των χριστιανών

Η απόφαση του δούκα της Αιγύπτου για την επιβολή ενός νέου είδους μαρτυρίου και ο εγκλεισμός των χριστιανών σε υπαίθριο χώρο προκειμένου να εκτεθούν στον καυτό ήλιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 3

Καλὸς, ὦ ἀγαπητοὶ, καὶ ὁ χορὸς ἐν Αἰγύπτῳ μαρτυρήσας Θεῷ, καλὸς καὶ διηγήσεως ἄξιος. Ἄνδρες γὰρ σὺν γυναιξὶν ὁμογνώμονες εὑρημένοι, λατρεύειν μὲν Κυρίῳ κεκρικότες, ὑφίστασθαι δὲ πᾶν ὁτιοῦν τὴν διάνοιαν καὶ τὸ σῶμα γυμνάσαντες, ὑποβάλλονται μὲν μιᾷ τιμωρίᾳ οἱ πάντες, συνοδεύουσι δὲ κοινῇ μετ᾽ ἀλλήλων καλὸν ἀγῶνα νικήσαντες, καὶ λαμπρὸν στέφανον ἀναδησάμενοι. Ὥσπερ γὰρ ἀπειρήκεσαν οἱ φονεύοντες, ὤκνησαν δὲ οἱ παραδιδόντες, καὶ λιθολεύστους αὐτοὺς ποιεῖν λοιπὸν ἐμυσάττοντο, ἐπενόησεν ὁ τῆς Αἰγύπτου δοὺξ καὶ πέρα ἐπινοίας ἀνθρωπίνης τιμωρίαν, συνεργὸν τὴν τόπου θέσιν λαβών· ὡς γὰρ ἔκαιε μὲν καὶ πολλὴν ἠφίει πυρὸς ἀκμὴν κατὰ τῶν πεδίων ὁ ἥλιος, οὕτω τῆς θέσεως τῆς Αἰγύπτου κατὰ φύσιν ἐχούσης, ὡς θᾶττον μὲν τῶν ἄλλων θερμαίνεσθαι, μᾶλλον δὲ ἢ τὰς ἀλλαγὰς ἐπιφλέγεσθαι· τεῖχος οἰκοδομεῖ κατὰ τοῦ πεδίου, εἰς τοσοῦτον ἐπάρας, ὡς μὴ ἐξεῖναι τοῖς βουλομένοις ἀποδιδράσκειν· κατακλείσας δὲ τοὺς ὁμογνώμονας· Δότε δίκην, φησὶ, μιαροὶ πάντες· ἐπειδὴ καὶ τὴν αὐτὴν γνώμην ἐσχήκατε.