Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Μαρτύριον τῶν δέκα μαρτύρων τῶν ἐν Αἰγύπτῳ

Εὐσέβιος Καισαρείας

Πνευματική ενίσχυση, τελείωση και δοξολογία

Η αγιογραφική θεμελίωση της πνευματικής αντοχής των μαρτύρων, η τελείωσή τους με την παράδοση των ψυχών τους στον Θεό και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 3

Καὶ οὐκ ἀπῇδε τῆς τοῦ Εὐαγγελίου φωνῆς ἡ τούτων περὶ ταῦτα πίστις. Ἔλεγε γὰρ ὁ διάβολος ἐν τῷ ὄρει, Εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος, καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται οὕτως· Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι Θεοῦ· καὶ πάλιν ἐν ἑτέρῳ, πρὸς τὴν γυναῖκα τὴν Σαμαρεῖτιν ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὕτως οἱ ἁγιώτατοι ἐτρέφοντο, οὕτως ἐπίμονον καλὸν ὡς ἀληθῶς ποτὸν, καὶ τῇ πηγῇ πρὸς ἣν ἔσπευδον παραπλήσιον· οὗτος ὁ ψαλμὸς, οὗτος ὁ ἔπαινος μᾶλλον αὐτοὺς ἀπολαῦσαι τοῦ παραδείσου πεποιήκει, μᾶλλον τῆς ἁγίας πηγῆς ἀναρύσασθαι ἠβούλοντο. Μετὰ δὲ ταῦτα, ἐπεὶ καιρὸς ἦν τὴν μὲν ψυχὴν εἰς τοὺς οἰκείους τόπους πρὸς τὸν ἑαυτῶν ἐπείγεσθαι Θεὸν, παραδεδώκασι πολλῶν ὕμνων μεστὴν, καὶ ἐπαίνων τοῦ Θεοῦ, καὶ καθαρωτάτην ἀποδιδόντες. Τούτων ἀγγελθέντων τῷ δουκὶ, καὶ τὸ οἰκοδομηθὲν αὐτοῖς πρὸς φρουρὰν τεῖχος, τάφον γενέσθαι κεκέλευκεν· ἡμεῖς δὲ οἱ Χριστιανοὶ δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

Ἀμήν.