Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Ανασκευή της μαρκελλιανής ερμηνείας των Παροιμιών περί της αναληφθείσης σαρκός

Συστηματική αναίρεση της θεωρίας ότι τα χωρία των Παροιμιών για τη δημιουργία της γης, των αβύσσων και των πηγών αναφέρονται αλληγορικά στους αποστόλους ή την αναληφθείσα σάρκα του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 15 από 19

τούτων τοίνυν ὑπὸ τῆς θείας γραφῆς ἐναργῶς παρισταμένων, βραχείας τε παρ᾽ ἡμῶν ὡς ἐν ἐπιτομῇ διηγήσεως τετυχηκότων, ἐπακούσωμεν ὅπως Μάρκελλος χαμαὶ βαλὼν τὴν διάνοιαν ταῦτα πάντα διισχυρίζεται περὶ τῆς σαρκὸς εἰρῆσθαι, ἧς ἀνείληφεν ὁ σωτήρ, γράφων κατὰ λέξιν τοῦτον τὸν τρόπον τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ». ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν. καὶ ἐπιλέγει οὐκοῦν εἰ καὶ τὰ μάλιστα ἐπ᾽ ἐσχάτων τῶν καιρῶν τουτὶ καινὸν ἐπεφάνη μυστήριον, ὡς διὰ τοῦτο πρὸ τοῦ αἰῶνος τούτου προωρίσθαι, εἰκότως ὁ προφήτης ἔφη «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», δηλονότι τὴν σάρκα. καὶ αὖθις ἐπάγει λέγων εἶτα «ἐν ἀρχῇ» φησὶν «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». γῆν ποίαν ταύτην 〈ἢ〉 δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; «γῆ» γὰρ «εἶ» φησὶν «καὶ εἰς γῆν ἀπελεύσῃ». ὁρᾷς ὅσον διήμαρτεν, τῆς μὲν εὐθείας ἐκτραπείς, τραχεῖαν δὲ καὶ δύσβατον καὶ ὥσπερ τινὰ ἀνεξίτητον ἑαυτῷ περινοήσας ὁδόν. θέα γοῦν ὅπως ἐξεβιάσατο πάντα μᾶλλον ἀναίσχυντον καὶ ἀναιδῆ λόγον φθέγξασθαι ὑπομείνας ἢ τὴν σοφίαν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ ὁμολογῆσαι.

τὸ μὲν οὖν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» τῷ τοῦ σωτῆρος ἀναφέρει προσώπῳ, ὁμολογῶν αὐτὸν εἶναι τὸν ἐν Παροιμίαις ταῦτα φάσκοντα. λέγει δ᾽ οὖν αὐτοῖς ῥήμασιν οὐκοῦν εἰκότως τῶν ἀρχαίων παρεληλυθότων, καινῶν δὲ ἔσεσθαι μελλόντων ἁπάντων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν καινότητος, ὁ δεσπότης ἡμῶν ὁ Χριστὸς διὰ τοῦ προφήτου ἐβόα λέγων «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ». τοῦτο δ᾽ εἰπὼν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν καταβάλλει τὴν διάνοιαν, ἑξῆς ἐπιλέγων ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν «ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ». καὶ οὐ συνίησιν ὁ γενναῖος ὡς μία τίς ἐστιν ἔκφρασις καὶ ἓν πρώσωπον τυγχάνει τὸ φῆσαν «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» καὶ τὸ «κύριος ἔκτισέν με»· ὥστε εἰ ἐπὶ τὴν σάρκα ἀνάγοιτο θάτερον, ἀνάγκη καὶ τὸ ἕτερον· καὶ ἡ σοφία ἔσται ἡ τὰ ἀμφότερα λέγουσα. εἰ δὲ ἡ σὰρξ λέγοι κατὰ Μάρκελλον τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ», αὕτη ἂν εἴη ἡ σοφία· καὶ ἔσται ἡ σὰρξ ἡ φάσκουσα «δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσιν» καὶ «δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται». πῶς δ᾽ ἂν εἴποι ἡ σὰρξ τὸ «μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι», οἷς ἐπάγει τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ»;

ὁ δὲ καὶ τίνες αἱ ὁδοὶ παρίστησιν λέγων ἑξῆς οὗτος γὰρ ἡμῖν τοῖς δικαίως πολιτεύεσθαι μέλλουσιν θεοσεβείας ὁδὸς γέγονεν· ἀρχὴ πασῶν τῶν μετὰ ταῦτα ὁδῶν. καὶ προστίθησιν «ἀρχὴν» δὲ «ὁδῶν» διὰ τοῦτο εἰκότως εἴρηκεν τὸν δεσπότην ἡμῶν τὸν σωτῆρα, διότι καὶ τῶν ἑτέρων, ὧν ἐσχήκαμεν, ὁδῶν μετὰ τὴν πρώτην ὁδὸν ἀρχὴ γέγονεν, τὰς διὰ τῶν ἱερῶν ἀποστόλων δηλῶν παραδόσεις τῶν «μετὰ ὑψηλοῦ» κατὰ τὴν προφητείαν «κηρύγματος» κηρυξάντων ἡμῖν τὸ καινὸν τοῦτο μυστήριον. ταῦτα Μάρκελλος. εἰ μὲν οὖν μὴ καὶ τὴν Μωσέως καὶ τῶν μετὰ Μωσέα προφητῶν παρεδέχετο γραφήν, εἶχεν ἄν τινα εἰκότα αὐτῷ λόγον ἡ ἀπόδοσις· ἐπεὶ δὲ οὐ τῶν ἀθετούντων ἐστὶν τὴν παλαιὰν διαθήκην, τί δή ποτε τοὺς μὲν ἀποστόλους καὶ τούτων τὰς διδασκαλίας ὁδοὺς ὠνόμασεν, οὐχὶ δὲ προσέσχεν τοῖς τοῦ θεοῦ προφήταις μυρία περὶ ὁδῶν θεοῦ γεγραφόσιν; πρῶτον μὲν γὰρ Μωσῆς ὧδε γράφων ἔλεγεν «ὁδῷ βασιλικῇ πορεύσῃ» καὶ «ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου», καὶ ὁ Δαυὶδ ὁμοίως «γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται», καὶ Ἱερεμίας «στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορεύεσθε ἐν αὐτῇ»· καὶ ἕκαστον δὲ τῶν προφητῶν διαφόρως μνημονεύσαντα τῶν ὁδῶν τοῦ θεοῦ εὑρήσεις.

εἰ τοίνυν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς [τοῦ θεοῦ] ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ θεοῦ ἑαυτὸν διδάσκει λέγων «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» (πάντως που καὶ Μωσέως καὶ τῶν προφητῶν καὶ τῶν ἔτι ἀνωτέρω κατὰ τὰς ὁδοὺς τοῦ θεοῦ βεβιωκότων ὢν πρεσβύτερος), ἀλλ᾽ οὐχὶ ἡ σὰρξ ἣν ἀνείληφεν ἐκείνων ἁπάντων ὑπῆρχεν προγενεστέρα, οὐκ ὀρθῶς ἐπὶ τὴν σάρκα ἐξείληπται τὸ λόγιον. οὐ διὰ τὴν σάρκα τοίνυν ταῦτ᾽ ἔλεγεν ὁ σωτήρ, διὰ δὲ τὸ προϋπάρχειν αὐτὸν καὶ καθηγεῖσθαι πασῶν τῶν ὁδῶν τοῦ θεοῦ, ἃς πάντες οἱ πάλαι θεοφιλεῖς ἄνδρες ὡδεύκασιν. ἐπεὶ δὲ ὁ θεῖος ἀπόστολος λέγων «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ» ἑτέρας τινὰς ὁδοὺς ὑποβάλλει, τὰς προνοητικὰς τῶν ὅλων, δι᾽ ὧν ἀπορρήτῳ κρίσει καὶ λόγοις ἀλήπτοις τὰ σύμπαντα διακυβερνᾷ θείᾳ δυνάμει, ἀκόλουθόν ἐστιν καὶ τούτων τῶν ὁδῶν ἀρχὴν εἶναι λέγειν τὸν εἰρηκότα «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ὁ δὲ μὴ νοήσας τὰς ὁδοὺς τοῦ θεοῦ, τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν ἀρχὴν τούτων εἶναι ἀπεφήνατο. ἑρμηνεύει δὲ καὶ τὸ «εἰς ἔργα αὐτοῦ» φάσκων «ἔκτισεν οὖν με» φησὶν «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ποῖα δὲ ἔργα φησίν; περὶ ὧν ὁ σωτὴρ λέγει «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», καὶ αὖθις «τὸ ἔργον» φησὶν «ἐτελείωσα ὃ δέδωκάς μοι».

εἶθ᾽ ὥσπερ διασαφῶν τὴν τῶν εἰρημένων διάνοιαν ἐπιλέγει τίς γὰρ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἐπίστευσεν ἂν ὅτι λόγος θεοῦ διὰ παρθένου τεχθεὶς τὴν ἡμετέραν ἀναλήψεται σάρκα καὶ τὴν πᾶσαν θεότητα ἐν αὐτῇ σωματικῶς ἐπιδείξεται; καὶ ὥσπερ ἐντελῆ τὴν διάνοιαν ἀποδοὺς ἐπάγει οὐκοῦν τοῦτ᾽ ἔστιν τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ ταῦτα δὲ ἔγραφεν, οὐ δυνηθεὶς τοὺς τῆς διανοίας ὀφθαλμοὺς «εἰς ὕψος» ἆραι καὶ τῷ προφήτῃ παραπλησίως εἰπεῖν «ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας» οὐδὲ μνημονεύσας τοῦ προφητικοῦ λόγου, δι᾽ οὗ εἴρηται «τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν». εἰ γὰρ τούτοις προσεσχήκει, ἔγνω ἂν ὅτι πρὸ οὐρανοῦ καὶ γῆς καὶ πρὸ τοῦ σύμπαντος κόσμου καὶ οὐ πρὸ τῶν ὁρατῶν μόνον ἀλλὰ καὶ πρὸ τῶν νοητῶν ἔργων τοῦ θεοῦ, τῶν ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις δυνάμεσιν ἐν ὑποστάσει ὄντων, ἦν καὶ προῆν ὁ ταῦτα λέγων. ὁ δὲ μεταβὰς ἐπὶ τὸ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», πάλιν τὴν σάρκα εἰς μέσον ἄγει λέγων οὕτως θεμέλιον τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν.

ὡς καὶ ὁ ἀπόστολος λέγει «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός» καὶ ἐπιλέγει ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ᾽ οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη, καίτοι πολλῶν παρεληλυθότων αἰώνων, ὡς ὁ Δαυὶδ ἔφη «ὁ ὑπάρχων πρὸ τῶν αἰώνων». καὶ μεταβὰς ἑξῆς ἐπὶ τὸ «ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τὴν γῆν πάλιν τὴν σάρκα εἶναι λέγει, γράφει δὲ οὕτως ποίαν ταύτην τὴν γῆν ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; «γῆ» γὰρ «εἶ» φησὶν «καὶ εἰς γῆν ἀπελεύσῃ». ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν. καὶ ταῦτα δὲ φάσκει, οὐ μνημονεύσας ὁ σοφώτατος ὡς καὶ ἀνωτέρω πρὸ τοῦ τὴν γῆν ποιῆσαι ἐκτίσθαι τὴν σάρκα ἀρχὴν ὁδῶν τοῦ θεοῦ εἰρηκὼς ἔτυχεν. εἰ δὲ ὅλως διὰ τῆς γῆς τὴν σάρκα ἐδήλου, πῶς οὐ προϋπάρχειν τῆς σαρκὸς ἀνάγκη ὁμολογεῖν τὸν λέγοντα πρὸ τοῦ τὴν γῆν ποιῆσαι ἑαυτὸν εἶναι, «πρὸ» γὰρ «τοῦ αἰῶνος» φησὶν «ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι». οὐκοῦν πρὸ τοῦ τὴν σάρκα ποιῆσαι ὁ ταῦτα λέγων ὑπῆρχεν. εἰ δὲ καὶ μὴ πολλῶν αἰώνων ἐμνημόνευσεν, ἀλλ᾽ ἑνός, οὗ καὶ ὁ σωτὴρ ἐμνήσθη εἰπὼν «οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται», καὶ οὕτως οὐχ ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτὴρ ἡμῶν πρὸ τοῦ ἐνεστῶτος αἰῶνος ὑπῆρχεν, ἀλλ᾽ αὐτὸς ὁ ταῦτα διὰ Σολομῶνος διδάσκων.

ὁρᾷς ὅσῃ περιπέπτωκεν δυσχωρίᾳ ὁ τῆς εὐθείας καὶ βασιλικῆς παρατραπεὶς ὁδοῦ. ὁ δὲ πρὸς ταῖς εἰρημέναις ἔτι καὶ ταῦτα προστίθησιν λέγων «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι» φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν. καὶ οὐ συνίησιν ὡς πρὸ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν παρουσίας οἱ ἅγιοι τοῦ θεοῦ προφῆται τοῦ αὐτοῦ μετέσχον πνεύματος, Μωσῆς τε καὶ οἱ ἔτι Μωσέως παλαιότεροι. οὐκοῦν ἀνάγκη τούτων ἁπασῶν τῶν ἀβύσσων, εἰ δὴ αἱ τῶν ἁγίων καρδίαι ἦσαν αὗται, παλαιότερον εἶναι τὸν λέγοντα «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι». πῶς οὖν δυνατὸν ἦν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφέρεσθαι ταῦτα; καὶ μὴν εἴ τις αὐτῷ παρῆν τῶν θείων γραφῶν ἐπιστήμη, οὐκ ἂν εὐχερῶς οὕτως ἀπεφαίνετο τὰς τῶν ἁγίων καρδίας εἶναι τὰς ἀβύσσους, ἐπιστήσας ὡς «σκότος» ἦν «ἐπάνω τῆς ἀβύσσου» κατὰ τὴν Μωσέως μαρτυρίαν καὶ ὡς πολὺς καὶ δυσερμήνευτος ὁ περὶ αὐτῶν ἐν τῇ θείᾳ γραφῇ φέρεται λόγος. ὁ μὲν γὰρ ἀπόστολος «μὴ εἴπῃς» φησὶν «τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστιν Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν». ἔοικεν γοῦν ἐν τούτοις τὰ τοῦ ᾅδου χωρία κεκληκέναι ἄβυσσον.

καὶ αὐτὸς δὲ ὁ κύριος σαφέστερον τοῦτο παρίστη, ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ λέγων «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν»; καὶ τὰς ἐν τῇ ἀβύσσῳ δὲ δυνάμεις πονηράς, περὶ ὧν εἴρηται «αἰνεῖτε αὐτὸν ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι αἱ ἄβυσσοι», καὶ ἔτι τὸ ἐπάνω τῆς ἀβύσσου σκότος, περὶ οὗ Μωσῆς ἔφη «καὶ σκότος ἐπάνω τῆς ἀβύσσου», ταῦτα πάντα μαθών, εἴπερ ἦν ἐπιπόνως ἀλλὰ μὴ ἐξιτήλως ταῖς θείαις ἐντετυχηκὼς γραφαῖς, οὐκ ἂν τὰς τῶν ἁγίων καρδίας ἐτόλμα εἰπεῖν τὰς ἀβύσσους, ἔγνω δ᾽ ἂν ὅπως εἴρηται καὶ τὸ «ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου» καὶ αὖθις «ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος» καὶ πάλιν «ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ». ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διηκρίβωσεν ἄν, εἴ τις ἦν αὐτῷ φροντὶς τῆς τούτων καταλήψεως. νῦν δὲ προχείρως οὕτως καὶ διαλελυμένως τὰς τῶν ἁγίων καρδίας τὰς ἀβύσσους εἶναι ἀποφηνάμενος, οὐδ᾽ οὕτως συνῆκεν ὡς πρὸ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν τῶν ἐξ αἰῶνος γενομένων ἑαυτὸν ὑπάρχειν ἐδίδαξεν ὁ εἰπὼν «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»· ὡς πανταχόθεν μὴ δύνασθαι τῇ σαρκὶ τοῦ σωτῆρος ἐφαρμόζειν τὰς προκειμένας λέξεις.

ὁ δὲ ἐφ᾽ ἑτέραν μεταβὰς ῥῆσιν τῆς αὐτῆς γραφῆς, καὶ ταύτην οὕτως ἑρμηνεύει λέγων τί τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων»; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται. καὶ ταῦτα λέγων οὐ συνίησιν ὡς καὶ τοῦ Ἰσραὴλ δώδεκα ἦσαν φυλαὶ καὶ δώδεκα οἱ τούτων πατριάρχαι μία τε βίβλος ἡ τῶν δώδεκα προφητῶν, ἀλλὰ καὶ δώδεκα τῆς ἡμέρας ὧραι καὶ μῆνες τοῦ παντὸς ἔτους δώδεκα. τί οὖν μᾶλλον τοῖς ἀποστόλοις ἢ ἐκείνοις ἅπασιν ὁ τῶν δώδεκα διέφερεν ἀριθμός, εἰ δὴ τοῦ ποσοῦ τις ἀριθμὸς τὴν αἰτίαν αὐτῷ τῆς τοιασδὶ τοῦ λόγου παρεῖχεν ἑρμηνείας; χρῆν δὲ συνιδεῖν ὡς καὶ οἱ τοῦ θεοῦ προφῆται, καθ᾽ ὃ τοῦ αὐτοῦ μετέσχον πνεύματος ἁγίου, οὐκ ἦσαν ἀλλότριοι τῶν πηγῶν. διὸ λέλεκται περὶ αὐτῶν ἐν Ψαλμοῖς «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ». ὥστε καὶ πρὸ ἐκείνων τῶν πηγῶν ἀναγκαῖον ὁμολογεῖν τὸν υἱὸν εἶναι τοῦ θεοῦ τὸν λέγοντα «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων». ὁ δὲ ἐπάκουσον ὅπως ἑρμηνεύει, λέγων εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγων «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων» ἔφη.

καὶ ἐπιφέρει οὕτω γὰρ ὁ σωτὴρ πρὸς τὰς ἱερὰς πηγὰς ἔφη «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη». εἶθ᾽ ὥσπερ συναγαγὼν τὸν λόγον, τὸ συμπέρασμα ἐπάγει τῇ ἑαυτοῦ διηγήσει λέγων πανταχόθεν δῆλόν ἐστιν τοὺς ἱεροὺς ἀποστόλους καὶ πηγὰς τροπικῶς ὠνομάσθαι ὑπὸ τοῦ προφήτου. καὶ τοὺς μὲν ἀποστόλους τὰς πηγὰς εἶναι βούλεται, οὐκ ἀρέσκουσιν δὲ αὐτῷ οἱ προφῆται· διατί, ἀλλ᾽ 〈ἢ〉 ὅτι μὴ ἐδύνατο τὴν σάρκα τοῦ σωτῆρος πρὸ ἐκείνων διδόναι; καίτοι καὶ πρὸ τῶν κατὰ φύσιν αἰσθητῶν πηγῶν, ὧν καὶ Μωσῆς ἐμνημόνευσεν ἐν τῇ κοσμοποιίᾳ εἰπὼν «πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς» καὶ αὖθις «ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον», προϋπῆρχεν ὁ τοῦ θεοῦ υἱὸς ὁ ταῦτα ἐν Παροιμίαις περὶ ἑαυτοῦ διδάσκων. ὁ δὲ τῷ Ἰὼβ χρηματίζων καὶ πηγῶν θαλάσσης μνημονεύει λέγων «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας»; ἐπεὶ δὲ καὶ ὑπεράνω τῶν οὐρανῶν ὕδατά τινα εἶναι ἡ γραφὴ διδάσκει ἡ λέγουσα «αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν», ἀκόλουθόν ἐστιν κἀκείνων τῶν ὑδάτων (ὁποῖα [δ᾽] ἂν ὑπάρχῃ τὴν φύσιν) νοῆσαί τινας εἶναι πηγάς, ὅπως κἀκείνων πρεσβύτερος ἀποδειχθῇ ὁ εἰρηκὼς ἑαυτὸν προϋπάρχειν «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων».

ὁ δὲ μηδενὶ τούτων ἐπιστήσας τὸν νοῦν μηδὲ πονεῖν ἐθέλων, τοῖς αὐτοῖς ἐπιμένει, ἐπεὶ καὶ ταῦτα φάσκων «πρὸ τοῦ ὄρη ἑδρασθῆναι» φησὶν «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ᾽ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ. οὐκοῦν οἱ αὐτοὶ ἦσαν καὶ αἱ πηγαί, 〈οἱ〉 αὐτοὶ καὶ τὰ ὄρη, οἱ αὐτοὶ καὶ οἱ βουνοί. ἀλλ᾽ ὥσπερ οὐκ ἔχει φύσιν ἐπὶ τῶν θεωρουμένων πηγῶν τε καὶ ὀρῶν τὰ αὐτὰ φάσκειν εἶναι (οὐδὲν γὰρ κοινὸν ὡς ἐν ποιότητος λόγῳ πηγαῖς ὑδάτων πρὸς τὰ τῶν ὀρῶν ἀναστήματα), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀλληγορικῶς κατὰ διάνοιαν θεωρουμένων παραστῆσαι χρὴ διαφορὰν τῶν κατὰ τὴν θεωρίαν νοουμένων πηγῶν τε καὶ ὀρῶν καὶ βουνῶν. ἀλλ᾽ ὁ μηδὲν βεβασανισμένον ἐπιστάμενος, τὰ πάντα φύρων δι᾽ εὐχέρειαν, τοὺς αὐτοὺς εἶναι ἀποπέφανται καὶ πηγὰς ὑδάτων καὶ ὄρη καὶ βουνούς, φησίν τε πάντα ταῦτα εἶναι τοὺς ἀποστόλους, οὐ διαστειλάμενος τὸν τῆς διαφορᾶς τρόπον. τί οὖν οὐχὶ καὶ πρὸ τῆς σαρκὸς τοῦ σωτῆρος ἡμῶν ἐν δικαιοσύνῃ καὶ θεοσεβείᾳ τελειωθέντας ὄρη καὶ βουνοὺς ὁμοίως ἐπεκάλει, ἀλλ᾽ 〈ἢ〉 ὅτι μὴ πρὸ ἐκείνων οἷός τε ἦν τὴν σάρκα τοῦ σωτῆρος ὑφίστασθαι; οὐκοῦν βίαιος καὶ κατηναγκασμένη τῶν προκειμένων λέξεων ἡ ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφορά. πῶς δὲ καὶ τὸ «γεννᾷ με» ἐφαρμόσειεν 〈ἂν〉 τῇ σαρκί;

πρὸ γὰρ τῶν πηγῶν καὶ πρὸ τῶν ὀρῶν καὶ πρὸ τῶν βουνῶν γεγεννῆσθαι ἔφησεν ἑαυτὸν εἰπὼν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με». εἰ δὴ οὖν ἡ σὰρξ ταῦτα φάσκοι, ὡς Μαρκέλλῳ δοκεῖ, πῶς τὸ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με» εἴποι ἂν ἡ σάρξ; ἔστω γὰρ πρὸ τῶν ἀποστόλων ἡ σάρξ· ἀλλὰ πῶς αὐτὴ ὑπὸ τοῦ θεοῦ γεγεννῆσθαί φησιν ἑαυτήν; τὸ μὲν γὰρ ἐκτίσθαι μὴ οὖσαν πρότερον τὴν σάρκα ἐδόκει Μαρκέλλῳ λέγειν. ἔφη γὰρ ἔκτισεν ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν. τὸ μὲν οὖν ἐκτίσθαι ἔγνωμεν, τὸ δὲ καὶ γεγεννῆσθαι αὐτὴν ὑπὸ τοῦ θεοῦ πῶς ἂν ἀποδοθείη, τοῦ σωτῆρος ἡμῶν λέγοντος «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν», καὶ ὁ ἀπόστολος δέ φησιν «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». πῶς οὖν ἡ σὰρξ εἶπεν ἂν περὶ τοῦ θεοῦ τῶν ὅλων τὸ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»; ταῦτα μὲν οὖν ὡς βεβιασμένην ἔχει τὴν ἑρμηνείαν οἶμαι παντί τῳ καταφανὲς εἶναι.

ἀβιάστως δ᾽ ἂν εἴποι τις τὸν υἱὸν τοῦ θεοῦ καὶ δίχα παντὸς ἀλληγορικοῦ τρόπου ταῦτα ἐπαληθεύειν, ἐπεὶ καὶ τῆς γῆς προϋπῆρχεν, ἦν τε καὶ προῆν πρὸ τοῦ προελθεῖν τὰς σωματικὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τῶν αἰσθητῶς λεγομένων ἀβύσσων καὶ πρὸ τοῦ συστῆναι τὸ τῆς γῆς σχῆμα ἐν τοῖς τῶν ὀρῶν καὶ τῶν βουνῶν ἀναστήμασιν· «πάντα» γὰρ «δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἰ δ᾽ ἐρωτήσειέν τις, διατί μὴ πρὸ τῶν οὐρανῶν μηδὲ πρὸ τῶν ἐν οὐρανοῖς ἢ τῶν ἐπέκεινα θείων καὶ ὑπερκοσμίων δυνάμεών τε καὶ πνευμάτων ἑαυτὸν εἶναι ἐδίδασκεν, λελέξεται αὐτῷ ὅτι τούτων τέως 〈οὐκ〉 ἐμνημόνευσεν ὁ λόγος, ἐπειδὴ παιδαγωγίαν τινὰ διὰ τῶν Παροιμιῶν τοῖς τὰς ψυχὰς νηπίοις παρεδίδου. ὃ καὶ δῆλον τυγχάνει ἐκ τοῦ ποτὲ λέγεσθαι «ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου», ποτὲ δὲ «υἱέ, ἐμοῖς νόμοις πρόσεχε, τοῖς δ᾽ ἐμοῖς ῥήμασιν παράβαλε σὸν οὖς» καὶ αὖθις «υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου, καὶ μὴ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος» καὶ «υἱέ, ἐὰν καλῶς γένῃ σεαυτῷ, καλὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά». μυρία δ᾽ ἂν καὶ αὐτὸς τούτοις ὅμοια καθ᾽ ἑαυτὸν ἀπὸ τῆς βίβλου τῶν Παροιμιῶν ἀναλέξῃ δι᾽ ὧν ὁ λόγος φαίνεται νηπίοις τὰς ψυχὰς προσδιαλεγόμενος.

οὕτω καὶ Μωσῆς παιδαγωγὸς τῶν ἀτελῶν τὰς φρένας ὑπάρχων, οὐρανοῦ καὶ γῆς καὶ τῆς τῶν ὁρατῶν δημιουργίας ἐμνημόνευσεν, οὐ μὴν καὶ κτίσεως ἀγγέλων οὐδὲ θείων δυνάμεων οὐδὲ πνευμάτων ἁγίων, τῷ μὴ χωρεῖν πω τὴν τούτων διδασκαλίαν τοὺς αὐτῷ μαθητευομένους. εἰκότως τοιγαροῦν καὶ ὁ ἐν ταῖς Παροιμίαις λόγος ὡς τοιούτοις ἀπὸ τῶν περὶ γῆν ὀρῶν τε καὶ βουνῶν καὶ πηγῶν ὡς ἀπὸ γνωριμωτέρων τὴν διδασκαλίαν ἐποιεῖτο, ὡς ἐξ ὑποβάθρας ἀρξάμενος ἐπὶ τὰ κρείττω χειραγωγήσειεν τοὺς παιδαγωγουμένους, ἀπό τε τῶν σμικροτέρων ἐπὶ τὰ θειότερα διαβαίνειν παρασκευάσειεν. ταῦτα μὲν οὖν, εἰ μηδέν τις πέρα τῆς λέξεως περιεργάζοιτο· εἰ δὲ βαθύτερόν τις καὶ ταῦτα νοεῖν ἐθέλοι, οὐ μᾶλλον ἐπὶ τοὺς ἀποστόλους ἢ ἐπὶ πάντας τοὺς πώποτε γενομένους δικαίους καὶ θεοφιλεῖς ἄνδρας αὐτὰ ἐκδέξεται, διαβήσεται δὲ ἐνθένδε καὶ ἐπὶ τὰς θείας καὶ ἀγγελικὰς δυνάμεις, ὄρη λέγων καὶ βουνοὺς αἰνίττεσθαι ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πνευμάτων θείων διαφοράς, θρόνους τε καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας, ὅτι δὴ καὶ ταῦτα «πάντα [τὰ] δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν» ἐκτίσθαι καὶ «πρὸ πάντων» αὐτὸν εἶναι τούτων ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, ἔνθεν ὡς εἰκὸς ὁρμώμενος, διὰ τὸ λέγεσθαι ἐν τούτοις ἐκ προσώπου τοῦ υἱοῦ τοῦ θεοῦ τὸ «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με».

τὰ μὲν οὖν ἄλλα ἡδράσθαι ἔφη, μόνον δὲ αὑτὸν γεγεννῆσθαι πρὸ τῆς τῶν δηλωθέντων συστάσεως. οἶδεν δὲ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὁ αὐτὸς ἀπόστολος καὶ τὸ οὐράνιον ὄρος ἐφ᾽ ᾧ ταύτην εἶναί φησιν λέγων «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς». καὶ τούτων τοιγαροῦν ἁπάντων προϋπάρχων ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς τὰ τῆς οἰκείας ἀπορρήτου γεννήσεως ἐπικεκρυμμένως διὰ τῶν Παροιμιῶν ᾐνίττετο. καὶ ὅτι γε ταῦτα ὑπέβαλλε νοεῖν, δῆλον ἂν γένοιτο ἀφ᾽ ὧν συνάπτει ἑξῆς λέγων «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ». ἔνθα ὁ γενναῖος τῶν γραφῶν ἑρμηνεὺς ἀποκλεισθεὶς ἔστη, μηκέθ᾽ ὑπερβάς, τῷ μὴ δεδυνῆσθαι ἐξομαλίσαι τὴν ἀκολουθίαν τῆς ἀποδοθείσης αὐτῷ περὶ τῆς σαρκὸς τοῦ σωτῆρος ὑποθέσεως. ἄνω γὰρ καὶ κάτω τῆς σαρκὸς μνημονεύσας καὶ πάντα εἰρῆσθαι περὶ τῆς σαρκὸς ἀποφηνάμενος μέχρι μὲν τῶν ὀρῶν καὶ τῶν βουνῶν ἔφθασεν τοὺς ἀποστόλους ταῦτ᾽ εἰπὼν εἶναι, τὰ δέ γε τούτοις ἀκόλουθα ἑκὼν παρέδωκε σιωπῇ, μηκέτι τῆς γραφῆς περαιτέρω προελθεῖν τολμήσας. ἐνταῦθα μὲν οὖν ἵστησιν τὸν λόγον· μετὰ πλεῖστα δὲ ὅσα μεταξὺ αὐτῷ λελεγμένα ἀφίσταται μὲν τῆς ἐπὶ τὴν σάρκα ἐκδοχῆς, ὁμολογεῖ δὲ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν ταῦτα φήσαντα.

λέγει δ᾽ οὖν αὐτοῖς ῥήμασιν πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν 〈ὁ〉 λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ᾽ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν» λέγων «συμπαρήμην αὐτῷ» καὶ «ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾽ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν»· ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν. ταῦτα Μάρκελλος. εἰ δὴ οὖν ἐκ προσώπου τοῦ λόγου εἰρῆσθαι αὐτὰ μόγις ποτὲ ὡμολόγησεν, ἀνάγκη αὐτὸν παραδέξασθαι πᾶσαν τὴν σύμφρασιν τῶν προκειμένων ἐπὶ τὸν αὐτὸν τοῦ θεοῦ λόγον ἀναφέρεσθαι. ὁ γὰρ εἰπὼν «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ» αὐτὸς ἦν ὁ καὶ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» φήσας· ἓν γὰρ καὶ τὸ αὐτὸ πρόσωπον ἀρχομένοις ἡμῖν ἐδείχθη τὸ πάντα διεξοδεῦον τὰ προκείμενα.

αὐτὸς τοιγαροῦν 〈ὁ〉 εἰπὼν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» ἐπήγαγεν τὸ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με» καὶ τὸ «ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τὸ «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων 〈βουνῶν〉 γεννᾷ με»· ὁ αὐτὸς δὲ καὶ τὸ «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ» συνῆψεν καὶ τὰ ἀκόλουθα τούτοις. εἰ δὴ οὖν ὁ λόγος ἦν ὁ ταῦτα φήσας, πῶς ἔνδον ἦν ἐν τῷ θεῷ καί, συναγένητος ὢν τῷ θεῷ ἕν τε καὶ ταὐτὸν ὑπάρχων αὐτῷ, ἐκτίσθαι ἑαυτὸν ἔλεγεν καὶ γεγεννῆσθαι; ἓν γὰρ καὶ 〈ταὐτὸν〉, ὡς ἔφην, ἀπεδείχθη πρόσωπον τὸ πάντα διεξιὸν τὰ προκείμενα. εἰ δὲ καὶ ὀψέ ποτε ὡμολόγησεν ἐκ προσώπου ταῦτα εἰρῆσθαι τοῦ ἐν τῷ θεῷ λόγου, βεβίασται ἄρα αὐτῷ τὰ τῆς εἰς τὴν σάρκα τοῦ σωτῆρος ἀποδόσεως, καὶ πάντα ἀθρόως ἐκεῖνα ἕωλα καὶ μάταια 〈καὶ〉 περιττὰ πεφώραται.

εἰ δὲ ἡ σὰρξ ἦν τοῦ σωτῆρος ἡ λέγουσα τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» κατὰ τὴν ἀποδοθεῖσαν αὐτῷ ἑρμηνείαν, καὶ εἰ ἡ σὰρξ «πρὸ τοῦ αἰῶνος» ἐθεμελιώθη καὶ «ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» (γῆν δηλαδὴ τὴν σάρκα ὡς αὐτῷ ἐδόκει διὰ τὸ εἰρῆσθαι «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ»), καὶ εἴπερ ἡ σὰρξ ἦν ἡ λέγουσα «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με» (διὰ τὸ προγεγεννημένην 〈εἶναι〉 αὐτὴν τῆς τῶν ἀποστόλων ἐκλογῆς ὡς ἐδόκει τῷ σοφωτάτῳ), ἕπεται ἐκ προσώπου τῆς σαρκὸς λέγεσθαι καὶ τὸ «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». ἀλλ᾽ οὐκ ἄν τις μὴ τῶν φρενῶν ἐκστὰς ταύτῃ ποτὲ συνθοῖτο τῇ ἑρμηνείᾳ· ἀντιφθέγξεται γὰρ αὐτῷ μέγα βοήσας ὁ τῆς ἀληθείας λόγος, ἐπιδεικνὺς τίς ποτε ἦν ὁ ταῦτα διεξιών. ὡς δ᾽ οὖν ἕτερος ἦν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος μονογενὴς υἱός, ζῶν καὶ ὑφεστώς, ὢν καὶ πρὸ τῆς τῶν γενητῶν ἁπάντων συστάσεως, ὅδε παρίστησιν αὐτὸς δι᾽ ὧν ἑξῆς ἐπάγει λέγων «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ»· συνῆν γὰρ καὶ παρῆν 〈αὐ〉τῷ πρὶν καὶ γενέσθαι τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα. τοῦτο γοῦν ᾐνίττετο διὰ τοῦ φάναι «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ».

πῶς δὲ ἡτοίμαζεν ὁ θεὸς ἢ πρὶν γενέσθαι αὐτὸν νομοθετῶν καὶ διατυπούμενος ὃν ἔδει τρόπον αὐτὸν συστῆναι; ὁ μὲν οὖν πατὴρ διετύπου καὶ ἡτοίμαζεν, διανοούμενος ὅπως ἐχρῆν συστῆναι τὸν τοσοῦτον οὐρανόν, ὅσου τε μεγέθους ἐδεῖτο καὶ ὁποίου σχήματος μέτρων τε καὶ μερῶν ὁπόσων, τῶν μελλόντων εἴσω τε αὐτοῦ περιέχεσθαι χάριν, καὶ τῶν ἐκτὸς ἔσεσθαι αὐτοῦ, τῶν τε ἐν αὐτῷ τὸν δρόμον ποιησομένων ἕνεκα· ὁ δὲ τοῖς τοῦ πατρὸς λογισμοῖς ἐνατενίζων καὶ μόνος ἐποπτεύων τὰ ἐν αὐτῷ βάθη, δι᾽ ἔργων ἐχώρει τοῖς τοῦ πατρὸς ἐξυπηρετούμενος νεύμασιν. διὸ λέλεκταί που «αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν». πλὴν ἀλλὰ καὶ πρὶν γενέσθαι αὐτὸν τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα (ἐξ ἑνὸς γὰρ τὰ πάντα περιληπτικῶς δεδήλωται) ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ τῷ πατρὶ παρῆν τε καὶ συνῆν ἔτι βουλευομένῳ περὶ τῆς τούτων ἁπάντων συστάσεως. διό φησιν «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ».

εἶθ᾽ ὡς ἀγαθὸς γραφεὺς τὰς ἀρχετύπους ἰδέας ἐκ τῶν πατρικῶν λογισμῶν ἀπολαμβάνων ἐπὶ τὰς τῶν ἔργων μετέφερεν οὐσίας, τοιαῦτα ζωοπλαστῶν καὶ ὑφιστάμενος, ὁποῖα τῇ τοῦ πατρὸς διανοίᾳ προϋποκείμενα ἑώρα. τούτων δ᾽ αὐτὸς γένοιτ᾽ ἂν μάρτυς ἀξιόχρεως, ἐν Εὐαγγελίοις ὧδε διδάσκων· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ». ἔνθα τις εἰκότως ζητήσειεν ἂν πῶς τὰ ἅπαξ ὑπὸ τοῦ πατρὸς γεγονότα ὁ υἱὸς αὖθις ποιεῖ; ἐπελύσατο δ᾽ αὐτὸς τὸν λόγον εἰπὼν «ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». οὐκοῦν ὁμοιώματα τυγχάνει τὰ πρὸς τοῦ υἱοῦ γιγνόμενα ἔργων ἀρχετύπων ἐν ἀπορρήτοις τοῦ πατρὸς λογισμοῖς προϋφισταμένων, ἃ δὴ βλέπων ἀτενὲς ἐν τῇ τοῦ πατρὸς διανοίᾳ ὁ υἱὸς μιμήματα ὧν ἑώρα ἐποίει. τὸ δ᾽ ἐποπτεύειν αὐτὸν τὰ τοῦ πατρὸς βάθη τῆς πατρικῆς ἀγάπης ἔργον εἶναι παρίστη διασαφῶν ἑξῆς καὶ λέγων «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ». δεικνύντος ἄρα τοῦ πατρὸς τὰ ἑαυτοῦ κρύφια θεωρῶν ὁ υἱὸς δι᾽ ἔργων ὑφίστη τὰ τῆς πατρικῆς βουλῆς ἔργα.

οὕτως οὖν συνὼν τῷ πατρὶ καὶ συμπαρὼν αὐτῷ προετοιμάζοντι τὸν οὐρανὸν καὶ τὰ ἐπ᾽ αὐτῷ τοῦτ᾽ ἐδίδασκε λέγων «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». ἔχαιρέν τε ὁ πατὴρ πρὶν ἢ καὶ τὸν κόσμον γενέσθαι, εἰς αὐτὸν ἀφορῶν τὸν ἑαυτοῦ μονογενῆ υἱὸν καὶ ὥσπερ ἐν εἰκόνι ἑαυτὸν ἐνοπτριζόμενος ἐν αὐτῷ· διό φησιν ἡ σοφία «ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ᾽ ἡμέραν». ἀλλὰ καὶ ὁ υἱὸς εὐφροσύνης ἐπληροῦτο γανύμενος ἐπὶ τῇ τοῦ πατρὸς θέᾳ· τοῦτο γοῦν αὐτὸς διδάσκει λέγων «ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας», οἰκουμένης ἐνταῦθα νοουμένης τῆς τῶν γενητῶν ἁπάντων συμπληρώσεως, ἧς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ υἱοῦ προαγομένης ὁ τῶν ἁπάντων ηὐφραίνετο θεός. ὁ μὲν οὖν ἀληθὴς λόγος, ὡς ἐν βραχέσιν καὶ ἐν ἐπιτόμῳ διηγήσει παριστάμενος ἐκ τῆς θείας γραφῆς, τοιοῦτός τις ἂν εἴη. ὁ δ᾽ ἄνωθεν κάτω φερόμενος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν τὴν διάνοιαν ἐξώκειλεν παρατρέπων καὶ παρερμηνεύων τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς. ἀλλὰ καὶ ἐπὶ τὸν λόγον μεταβὰς αὐτὸν εἶναί φησιν τὸν ἔνδον ἐν τῷ πατρὶ ὡς ἐν διαλογισμῷ καὶ ἐνθυμήσει τὸν οὐρανὸν ἡτοιμακότα. ἔλεγεν γοῦν αὐτοῖς ῥήμασιν· πρὸ γὰρ τοῦ τὸν κόσμον ποιῆσαι ἦν ὁ λόγος ἐν τῷ πατρί.

ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ᾽ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο ποιητὴς τοῦ κόσμου, 〈ὁ〉 καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ» λέγων. ἐν οἷς προσήκει ἐπισκέψασθαι τίνα τρόπον ἐθελοκωφῶν τοῦ μὲν «συμπαρήμην» οὐκ ἀκούει, ὃ σημαίνει διαρρήδην παρουσίαν τοῦ υἱοῦ 〈σὺν〉 τῷ πατρί, ἀποφαίνεται δὲ τῇ γραφῇ ἐναντίως μηδένα εἶναι ἕτερον πλὴν τοῦ θεοῦ πρὶν γενέσθαι τὰ γενόμενα· καὶ οὐκ ἔφριξεν ταύτην ἀφεὶς τὴν φωνήν, ἀρνητικὴν οὖσαν τοῦ υἱοῦ, οὐδὲ τὴν θείαν γραφὴν ἐδυσωπήθη μαρτυροῦσαν πρὸ τῆς τοῦ οὐρανοῦ κτίσεως μόνον αὐτὸν συμπαρεῖναι τῷ πατρί. «ἡνίκα» γάρ φησιν «ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». ἡ γὰρ σὺν πρόθεσις τῷ παρεῖναι προσκειμένη τὴν κατὰ τὸ αὐτὸ σὺν ἑτέρῳ παρουσίαν δηλοῖ. οὐχ ἁπλῶς οὖν παρεῖναι, ἀλλὰ συμπαρεῖναι ἑαυτὸν τῷ πατρὶ διδάσκει. καὶ ὁ πατὴρ δὲ οὐχ ἁπλῶς ἔχαιρεν, ἀλλὰ προσέχαιρεν τῇ παρουσίᾳ τοῦ υἱοῦ· διό φησιν «ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ᾽ ἡμέραν».

τὸ δὲ καὶ εὐφραίνεσθαι αὐτὸν ἐνώπιον τοῦ πατρὸς πῶς ἂν ἁρμόσειεν μὴ ὑφεστῶτι λόγῳ, ἐν αὐτῷ δὲ τῷ θεῷ ὄντι καὶ σημαντικῶς ἐνεργοῦντι, ἄντικρυς τοῦ εὐφραίνεσθαι καὶ τοῦ «ἐνώπιον αὐτοῦ» τὴν ὑπόστασιν αὐτοῦ παριστώντων. ἀλλὰ τούτων Μάρκελλος οὐδένα λόγον ποιησάμενος ἀθετεῖ μὲν τὸν υἱόν, λόγον δέ φησιν ἔνδον ὄντα ἐν τῷ θεῷ ποτὲ μὲν ἐνεργείᾳ δραστικῇ προϊέναι, ποτὲ δὲ ἔνδον εἶναι ἐν αὐτῷ μὴ ἐνεργοῦντα· καὶ οὐχ ὁρᾷ ὅτι τὸ λέγειν εἶναί τι ἐντὸς καὶ ἐκτὸς τοῦ θεοῦ σύνθετόν τι ὑποτίθεται καὶ σωματικὸν πάθος, ὅπερ οὐ θέμις ἐπὶ τῆς ἀγενήτου καὶ ἀσωμάτου φύσεως παραδέχεσθαι. πῶς δὲ καὶ προελθὼν ὁ λόγος ἐγίνετο τοῦ κόσμου ποιητής; πότερα γλώττῃ καὶ φωνῇ, 〈ἢ〉 πάντως δήπου καὶ διαλέκτῳ χρησαμένου τοῦ θεοῦ; καὶ τίνι ἂν διελέχθη μηδενὸς ἑτέρου συνόντος αὐτῷ; τίνι δ᾽ ἂν καὶ ὡμίλησεν μὴ παρόντος τινός; ἀλλ᾽ αὐτὸς ἑαυτῷ προσωμίλει φωνῇ καὶ διαλέκτῳ χρώμενος, ὡς καὶ τὸν λόγον ἐξ αὐτοῦ προελθεῖν; καὶ πῶς οὐχὶ καὶ ἔνδον ὄντος ἐν αὐτῷ τοῦ λόγου δραστικῇ δυνάμει ταῦθ᾽ ἅπερ ἐβούλετο συνίστη, ἐπεὶ καὶ παρὰ ἀνθρώποις οἱ πλεῖστοι τῶν δημιουργῶν καὶ σιωπῶντες τὰ ἑαυτῶν ἐκτελοῦσιν ἔργα, καὶ μάλιστα ὅτε μηδεὶς αὐτοῖς πάρεστι δημιουργοῦσιν; τί οὖν ἐκώλυεν καὶ τὸν θεὸν οὕτω πως τὰ πάντα συστήσασθαι, ἔχοντα ἐν αὐτῷ τὸν λόγον;