Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Η σάρκα του Σωτήρος και η πλάνη περί εγκαταλείψεώς της κατά τη συντέλεια

Αντίκρουση της κακοδοξίας ότι ο Λόγος θα εγκαταλείψει την ανθρώπινη φύση του μετά τη συντέλεια, και προβολή της ορθής διδασκαλίας περί της δοξασμένης σαρκός του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 17 από 19

καὶ πάλιν τὸ «αὐτός ἐστιν πρὸ πάντων» περὶ τῆς σαρκός φησιν εἰρῆσθαι, οὐκ αἰδούμενος τὸ «αὐτὸς» ἐπὶ τῆς σαρκὸς ἐκλαμβάνειν. καὶ τὸν «πρωτότοκον πάσης κτίσεως» διὰ τὴν σάρκα κεκλῆσθαι λέγει, ἐπιμένει τε ἀδιατρέπτως ἐν τῇ σαρκὶ φάσκων «τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς» ἐκτίσθαι, «τά τε ὁρατὰ καὶ τὰ ἀόρατα», οὐδὲ διατρέπεται θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας διὰ τῆς σαρκὸς τοῦ σωτῆρος λέγων τῆς ἐν Χριστῷ κτίσεως ἠξιῶσθαι. ἤδη δὲ διὰ τῆς πρὸ τούτου γραφῆς τὰς περὶ τούτων τοῦ Μαρκέλλου φωνὰς παραθέμενος, λόγου συμμετρίας φειδόμενος, τῇ αὐτῶν ἐκείνων ἀρκεσθήσομαι μαρτυρίᾳ. ὡς δὲ διάστροφος καὶ βεβιασμένη ἡ τοιαύτη τυγχάνει τῆς ἀποστολικῆς λέξεως διήγησις, οὔ μοι δεῖν ἡγοῦμαι κατασκευῆς πλείονος, διὰ τὸ καὶ παντί τῳ κατάφωρον εἶναι τὸ ἀναιδὲς τῆς ἑρμηνείας. πλὴν τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος εἰπὼν οὐδ᾽ αὐτὴν ἡμῖν φυλάττει σώαν· ὡς εἴθε γὰρ κἂν εἰς αὐτὴν τὸν εὐσεβῆ διετήρει λογισμόν. νυνὶ δὲ μετὰ πάντα τὰ περὶ αὐτῆς αὐτῷ λελεγμένα ἐπὶ συντελείᾳ τῶν αἰώνων καταλείπεσθαι αὐτὴν ἔρημον τοῦ λόγου ἀποφαίνεται γράφων οὕτως εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγω;

καὶ δευτεροῖ τὸ αὐτὸ ἐν ἑτέρῳ φάσκων εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη (λέγει γὰρ «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ»), πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ [δι᾽ αὐτὴν] γένοιτ᾽ ἂν δυνατόν;

ὁρᾷς ὁποίας προέσθαι φωνὰς κατὰ τῆς σαρκὸς τοῦ σωτῆρος ἡμῶν τετόλμηκεν, οὐκ ἐπιστήσας ὡς καὶ πρὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἔτι οὖσαν αὐτὴν ἐπὶ γῆς πρὸ τοῦ πάθους οὕτως ἐδόξασεν ἐν τῷ ὄρει, τρισὶν τοῖς ἐκκρίτοις αὐτοῦ μαθηταῖς μόνοις εἰκόνα δεικνὺς τῆς βασιλείας αὐτοῦ, ὡς ἐξαστράψαι τὸ πρόσωπον αὐτοῦ, καὶ φωτὸς μαρμαρυγὰς ἐκλάμψαι («ἐγένετο» γάρ φησιν ἡ θεία γραφὴ «τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς»), ἀλλ᾽ οὐδὲ συνεὶς ὁποῖον σῶμα δόξης Χριστοῦ ὁ θεῖος ἀπόστολος ἔλεγεν καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκεν λέγων «ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ», ἀλλ᾽ οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων «ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι 〈ἀλλ᾽ ἐπενδύσασθαι〉, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς»· τούτων ἀμαθῶς ἔχων τὸν μὲν λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ θεῷ ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα καταλειφθεῖσαν ὑπὸ τοῦ λόγου οὐκ οἶδ᾽ ὅ τι ποτὲ γενήσεσθαι. ἐπάκουσον δ᾽ οὖν ὅπως ταῦτά φησιν εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν.

πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα; ἀλλ᾽ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ᾽ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῷ ἱερῷ ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη· «βλέπομεν γὰρ ἄρτι» φησὶν «δι᾽ ἐσόπτρου 〈ἐν〉 αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον» καὶ τὰ ἑξῆς. ὥστε μή μου πυνθάνου περὶ ὧν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα· διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας [γραφῆς] ἐκείνης τῆς τῷ λόγῳ κοινωνησάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι. εἶθ᾽ ὁ μηδὲν λέγειν δύνασθαι ὁμολογῶν μηδὲ μεμαθηκέναι τι ἀπὸ τῆς γραφῆς, τοιαῦτα περὶ τῆς σαρκὸς ἀπεφήνατο, οὔτ᾽ ἀπὸ τῆς γραφῆς λαβὼν οὔτε ἀφ᾽ ἑτέρων παραλαβὼν οὔτε ἀπὸ τῆς ἐκκλησίας μαθών, ἑαυτῷ δὲ ἀναπλάσας καὶ τῆς οἰκείας ἐνθυμήσεως ἐπινοήσας ξένον καὶ τῆς ἀληθείας ἀλλότριον γέννημα, μηδὲ ἐν νῷ λαβὼν τὴν λέγουσαν γραφὴν «μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, μή ποτε ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ» καὶ «οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν». ὅρα δ᾽ οὖν ὅσῃ δυσσεβείᾳ περιπέπτωκεν.

ὁ γὰρ τὴν πᾶσαν περὶ τοῦ προϋπάρχοντος μονογενοῦς υἱοῦ θεολογίαν ἐπὶ τὴν σάρκα καταβαλὼν αὐτοῖς τε ῥήμασιν νίκης στέφανον αὐτὴν ἀναγορεύσας (οὕτως 〈γὰρ〉 ἔφη τὸν τοῦ θεοῦ λόγον τὴν ἀνθρωπίνην σάρκα διὰ τῆς ἀναστάσεως ἀθάνατον γενέσθαι παρεσκευακέναι καὶ ὥσπερ τινὰ νίκης στέφανον ἀναδησάμενον ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι) οὗτος αὐτός φησιν αὐτὴν ἔρημον ἔσεσθαι καὶ ὀρφανὴν ἐν τῷ τοῦ παντὸς τέλει, ἑνῶν μὲν τὸν λόγον τῷ θεῷ τὴν δὲ σάρκα χωρίζων τῆς τοῦ λόγου ἐνεργείας καὶ καταλιπὼν αὐτὴν οὐκ οἶδ᾽ ὅπως ἀθάνατον μὲν καὶ ἄφθαρτον ἄψυχον δὲ καὶ ἀνενέργητον ὑπὸ τοῦ λόγου. καὶ ταῦτα δὲ πάλιν ἐκ τῶν θείων ἀναγνωσμάτων, ἃ μὴ νενόηκεν, συνιστᾶν πειρᾶται. τοῦ γὰρ σωτῆρος ἡμῶν πρὸς τοὺς μὴ συνιέντας τὰς περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ διδασκαλίας εἰρηκότος «τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν», οὐκ ἐπιστήσας τῇ διανοίᾳ τοῦ λόγου ὑπέλαβεν αὐτὸν ἀθετεῖν τὴν σάρκα ἣν ἀνείληφεν ἐκ τῆς ἁγίας παρθένου. εἶτ᾽ ἐκ τούτου πειρᾶται κατασκευάζειν ὡς μετὰ τὴν συντέλειαν τοῦ παντὸς ἔρημον τῆς ἑαυτοῦ ἐνεργείας ὁ ἐν τῷ θεῷ λόγος καταλείψει τὴν σάρκα.

λέγει γοῦν αὐτοῖς ῥήμασιν περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, οὕτω λέγει «τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀπιόντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ». εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν 〈ὡς〉 αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγῳ; ὁρᾷς ὅσῃ κέχρηται τοῦ εὐαγγελικοῦ λόγου διαστροφῇ διὰ τὸ μὴ συνιέναι τοῦ λόγου τὴν σωτήριον φωνήν, ὅπως εἴρηται καὶ διὰ ποίαν αἰτίαν. ἀλλὰ σύ γε ἀναλαβὼν τὴν εὐαγγελικὴν γραφήν, θέα τὴν πᾶσαν τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν ὅπως οὐ περὶ ἧς ἀνείληφεν σαρκὸς διελέγετο, περὶ δὲ τοῦ μυστικοῦ σώματός τε καὶ αἵματος. ἐπειδὴ γὰρ τοῖς πέντε ἄρτοις ἔθρεψεν τὰ πλήθη, μέγα δὲ θαῦμα τοῦτο παρέσχεν τοῖς ἑωρακόσιν, Ἰουδαίων δὲ οἱ πλεῖστοι ἐξευτελίζοντες τὸ γεγονὸς ἔλεγον αὐτῷ «τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν», εἶτα παρέβαλλον τὸ μάννα τὸ ἐν τῇ ἐρήμῳ λέγοντες «οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν», πρὸς ταῦτα ὁ σωτὴρ ἀπεκρίνατο «ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἀληθινὸν ἐκ τοῦ οὐρανοῦ».

εἶτ᾽ ἐπιφέρει «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς» καὶ πάλιν «ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ» καὶ αὖθις «ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω τὸ σῶμά μού ἐστιν». καὶ πάλιν προστίθησιν «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν 〈μὴ〉 φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ». ταῦτα καὶ τὰ τοιαῦτα μυστικώτερον αὐτοῦ διεξιόντος τινὲς τῶν αὐτοῦ μαθητῶν εἶπον «σκληρός ἐστιν ὁ λόγος, τίς δύναται αὐτοῦ ἀκούειν;» πρὸς οὓς ἀπεκρίνατο ὁ σωτὴρ λέγων «τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν».

δι᾽ ὧν ἐπαίδευεν αὐτοὺς πνευματικῶς ἀκούειν τῶν περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ λελεγμένων· μὴ γὰρ τὴν σάρκα 〈, φησίν,〉 ἣν περίκειμαι νομίσητέ με λέγειν, ὡς δέον αὐτὴν ἐσθίειν, μηδὲ τὸ αἰσθητὸν καὶ σωματικὸν αἷμα πίνειν ὑπολαμβάνετέ με προστάττειν, ἀλλ᾽ εὖ ἴστε ὅτι «τὰ ῥήματά μου ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν», ὥστε αὐτὰ εἶναι τὰ ῥήματα καὶ τοὺς λόγους αὐτοὺς τὴν σάρκα καὶ τὸ αἷμα, ὧν ὁ μετέχων ἀεὶ ὡσανεὶ ἄρτῳ οὐρανίῳ τρεφόμενος τῆς οὐρανίου μεθέξει ζωῆς. μὴ δὴ οὖν, φησίν, σκανδαλιζέτω ὑμᾶς τοῦτο, ὃ περὶ βρώσεως τῆς ἐμῆς σαρκὸς καὶ περὶ πόματος τοῦ ἐμοῦ αἵματος εἴρηκα, μηδὲ ταραττέτω ὑμᾶς ἡ πρόχειρος ἀκοὴ τῶν περὶ τῆς σαρκὸς καὶ αἵματος εἰρημένων μοι· ταῦτα γὰρ «οὐδὲν ὠφελεῖ» αἰσθητῶς ἀκουόμενα, τὸ δὲ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν τοὺς πνευματικῶς ἀκούειν δυναμένους. ἀλλ᾽ ὁ καινὸς ἐξηγητὴς τῶν εὐαγγελικῶν μαθημάτων μηδὲν τούτων συνείς, ἐπάκουσον ὅπως γράφει λέγων αὐταῖς συλλαβαῖς τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν «τοῦτο ὑμᾶς σκανδαλίζει;» ἔφη «ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ». πρὸς ὃν ἦν εἰπεῖν· καὶ πόθεν σοι, ὦ γενναῖε, ἡ προσθήκη τῶν μὴ φερομένων ἐν τῇ εὐαγγελικῇ γραφῇ;