Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Ο Υιός ως Λόγος, Φως και Μονογενής κατά τον ευαγγελιστή Ιωάννη

Ανάλυση των ιωάννειων και άλλων ευαγγελικών μαρτυριών που αποδίδουν στον Υιό τις προσωνυμίες του Φωτός και του Μονογενούς, καταρρίπτοντας τον ισχυρισμό ότι ονομαζόταν αποκλειστικά Λόγος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 19

καὶ ἐν οἷς δ᾽ οὖν τὸν Σαβέλλιον καταμέμφεται, παρατίθεται μὲν τὰς τοῦ σωτῆρος φωνάς, δι᾽ ὧν ἔφη «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ», ὥσπερ δὲ ἐπανορθούμενος αὐτὰς ἀντὶ τοῦ υἱοῦ λόγον αὖθις ὀνομάζει, ὧδε λέγων «οὐδεὶς» γὰρ «οἶδεν» φησὶν «τὸν πατέρα εἰ μὴ ὁ υἱός», τουτέστιν ὁ λόγος, καὶ ἐπιφέρει ὁ γὰρ λόγος δι᾽ ἑαυτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν, καὶ προστίθησιν ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν ἢ διὰ τοῦ ἰδίου λόγου καὶ αὖθις λόγον ἀντὶ τοῦ υἱοῦ τίθησιν καὶ τὸν ἴδιον αὐτοῦ λόγον ἀποκαλεῖ· καὶ ἐν οὕτω βραχυτάτοις ῥήμασιν πολλάκις μὲν ἐμνημόνευσεν λόγου, υἱοῦ δὲ οὐδ᾽ ἅπαξ. ἀλλὰ καὶ αὐτὴν τοῦ σωτῆρος μεταποιεῖ τὴν ῥῆσιν, ἀντὶ τοῦ «ὁ υἱὸς» ἐπάγων τουτέστιν ὁ λόγος, 〈ὡς〉 οὐχὶ μᾶλλον τῆς τοῦ υἱοῦ σημασίας ἁρμοζούσης τῇ τοῦ πατρὸς ἐπηγορίᾳ· ὅθεν εἰκότως ὁ μὲν σωτὴρ προσφυῶς ἐφήρμοσεν τῇ τοῦ πατρὸς τὴν τοῦ υἱοῦ συζυγίαν, ὁ δὲ τὸν υἱὸν εἰπεῖν παραιτησάμενος ἄνω κάτω τὸν λόγον θρυλεῖ, καὶ Σαβελλίου μὲν κατηγορεῖ τὸν υἱὸν ἀρνουμένου, ταὐτὸν δὲ πράττων ἐκείνῳ σχηματίζεται, τῇ κατ᾽ αὐτοῦ διαβολῇ τὴν τῆς κακοδοξίας ὑπόνοιαν ἐκκλίνειν οἰόμενος. εἰ μὲν οὖν τῷ Σαβελλίῳ μέμφεται τὸν υἱὸν τοῦ θεοῦ ἀρνουμένῳ, ἑαυτῷ πρότερον χρῆν μέμψασθαι· εἰ δὲ ὅτι ὃν αὐτὸς ὡρίζετο λόγον Σαβέλλιος ἠγνόει, οὐκ ὀρθῶς τοῦτό γε ᾐτιᾶτο.

οὔτε γὰρ Σαβέλλιον οὔτ᾽ αὐτοὺς Ἰουδαίους, τοὺς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένους, ὅν φησιν Μάρκελλος ἐν τῷ θεῷ εἶναι λόγον, δι᾽ οὗ Μωσεῖ καὶ τοῖς προφήταις κεχρημάτικεν, ἀγνοῆσαι, τοῦτον δὲ ἀκριβῶς εἰδέναι καὶ [ὁ] πᾶς εἴποι ἂν οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ Ἑλλήνων. λογικὸν γὰρ τίς οὐκ ἂν ὁμολογήσειεν εἶναι τὸν θεόν, ὡς καὶ σοφὸν καὶ ἀγαθὸν καὶ δυνατόν; Σαβέλλιος τοῦτο μὲν οὐκ ἂν ἀρνηθείη εἰδέναι· ὅτι δὲ μὴ καὶ υἱὸν τοῦ θεοῦ ζῶντα καὶ ὑφεστῶτα ὄντα τε καὶ προόντα τῆς σαρκὸς ὡμολόγει, ταύτης ἕνεκα τῆς πρὸς Μάρκελλον συμφωνίας ὁμοίως αὐτῷ τῆς τοῦ θεοῦ ἐκκλησίας ἠλάθη. πῶς δὲ τὰ ἴσα Μάρκελλος τῷ Σαβελλίῳ ἐφρόνει, δῆλος ἂν εἴη ἐξ ὧν ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν αὐτοῦ λόγον διεστείλατο, ποτὲ μὲν αὐτοῖς ῥήμασιν εἰπὼν εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· ποτὲ δὲ παραβάλλων τῷ ἀνθρωπείῳ λόγῳ τὸν τοῦ θεοῦ καὶ ἐπιλέγων ἓν καὶ ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ τὸν ἐν αὐτῷ λόγον, οὐδενὶ χωριζόμενον ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ.

διόπερ ποτὲ μὲν ἀπεφαίνετο πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ, καὶ πάλιν αὐτοῖς ῥήμασιν ἔλεγεν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου· ποτὲ δὲ τῷ ἡμετέρῳ σημαντικῷ λόγῳ τὸν τοῦ θεοῦ παρέβαλλεν, ἐν οἷς ὧδε ἔγραφεν ὥσπερ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. καὶ δὴ λόγον σημαντικὸν ἐν τούτοις αὐτὸν ἀνειπών, προϊὼν ἑξῆς ἀχώριστον αὐτὸν τῇ ὑποστάσει ἓν καὶ ταὐτὸν εἶναι τῷ πατρὶ παρίστησιν, ὧδέ πη λέγων τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ᾽ ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν. ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ. καὶ αὖθις τῇ αὐτῇ κέχρηται εἰκόνι ἐν οἷς φησιν πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ᾽ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.

ταῦτα οὐ μᾶλλον Μαρκέλλου ἢ Σαβελλίου λέγοντος ἀκούειν προσήκει νομίζειν, εἰ μὴ ἄρα τοῦτ᾽ ἐπισκώπτοι Σαβελλίῳ Μάρκελλος, ὅτι μὴ ἀναιδῶς τὸν ἐν τῷ θεῷ σημαντικὸν λόγον, ὡς αὐτὸς οἴεται, υἱὸν ἐτόλμα ὀνομάζειν. οὐ γὰρ αὖ τοσαύτη αὐτῷ λογισμοῦ παρῆν ἄνοια, ὡς λόγον ὁμοίως ἀνθρώποις καὶ τῷ ἐπὶ πάντων διδόναι θεῷ, οὐδ᾽ οὕτως ἠλίθιος ἦν, ὡς τὸν μὴ ὑφεστῶτα λόγον υἱὸν θεοῦ καλεῖν. διόπερ Σαβέλλιος ἕνα θεὸν εἰπών, τὸν δ᾽ υἱὸν ἀρνησάμενος, ἑπομένως τῇ αὐτῷ δοθείσῃ ὑποθέσει τὸν αὐτὸν πατέρα εἶναι καὶ υἱὸν ἔφασκεν· Μάρκελλος δ᾽ ὁμοίως ἐκείνῳ ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον διδούς, μάτην ἐσφάλθαι τὸν Σαβέλλιον, οὐχὶ δὲ καὶ ἑαυτὸν ὁμολογεῖ. ἢ γὰρ κἀκεῖνον ἀποδέχεσθαι χρῆν, ἢ καὶ αὑτὸν μέμφεσθαι ἢ μεμφόμενον ἐκεῖνον τὴν ὁμοίαν αὐτῷ κακοδοξίαν ἐκτρέπεσθαι, καὶ μὴ ἀνδριαντοποιοῦ δίκην ὑποτίθεσθαι τὸν θεὸν τῇ ἑαυτοῦ ἐνθυμήσει καὶ τῷ ἰδίῳ λογισμῷ προσδιαλεγόμενον αὐτόν τε ἑαυτῷ παρακελευόμενον λέγειν· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδρίαντα (οὕτω γὰρ καὶ τὸν θεὸν εἰρηκέναι τὸ «ποιήσωμεν ἄνθρωπον» ἔφη), μηδὲ ποτὲ μὲν ἐνδιάθετον ὡς ἐπ᾽ ἀνθρώπῳ λόγον ποτὲ δὲ σημαντικὸν ὡς τὸν ἐν ἡμῖν προφορικὸν καὶ ἐν τῷ θεῷ ὑποτίθεσθαι. ταῦτα γὰρ Σαβελλίου ἢ Ἰουδαίων τινὸς τῶν τὸν υἱὸν τοῦ θεοῦ ἀπαρακαλύπτως ἀρνουμένων ἀνεκτὸν ἦν μᾶλλον ἢ Χριστιανοῦ λέγοντος ἀκούειν.

ὁ δ᾽ ὥσπερ ἐγκαλλωπιζόμενος τῇ Ἰουδαϊκῇ διδασκαλίᾳ τῇ ἐκκλησίᾳ 〈τοῦ〉 Χριστοῦ περὶ τοῦ μὴ εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον εἰσάγει δόγμα, πρὸ τοῦ τὸν κόσμον γενέσθαι μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου δι᾽ ὅλου τοῦ πονηθέντος αὐτῷ συγγράμματος κατασκευάζων, ἵν᾽ ἀποκλείσῃ τῷ υἱῷ τὴν πάροδον. ἀλλὰ καὶ σεμνύνεται αὐχῶν ἕνα θεὸν εἰδέναι· 〈ὡς〉 οὐχὶ καὶ ἡμῶν τοῦτο λεγόντων, τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι παραδεδεγμένων, παρ᾽ αὐτοῦ τε μεμαθηκότων ἕνα γνωρίζειν θεόν, αὐτόν τε εἶναι θεὸν ὁμοῦ καὶ πατέρα υἱοῦ τοῦ μονογενοῦς, [ἑαυ]τοῦ δηλαδὴ ὄντος ἀληθῶς υἱοῦ πρὸ πάντων αἰώνων ἐξ αὐτοῦ γεγεννημένου, καὶ οὐ μόνον λόγου κεκλημένου πρὸ τῆς ἀναλήψεως τῆς σαρκός, ὅπερ ὁ γενναῖος διορίζεται, ἀλλὰ καὶ μυρία ἕτερα· ὁ δὲ κἀν τούτῳ τῆς θείας γραφῆς καταψεύδεται, πρὸ τῆς ἐνσάρκου παρουσίας μηδὲν ἕτερον κεκλῆσθαι αὐτὸν ἀπισχυριζόμενος ἢ λόγον. ἐπάκουσον γοῦν, ὡς διαβεβαιοῦται, αὐτοῖς ῥήμασιν τοῦτον γράφων τὸν τρόπον ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ᾽ ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἴρηκεν.

ἐπειδὴ γὰρ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, 〈οὐ〉 παρὰ τοῦτο ἀγνοεῖν ἡμᾶς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῷ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀρχῆς καὶ μηδενὸς νεωτέρου, «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἔφη «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἵνα δείξῃ 〈ὅτι〉, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ᾽ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα [καὶ] οἰκονομίας. καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα 〈τὸ κατελθὸν «ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν〉», ὡς καὶ αὐτὸς ἔγραφεν, 〈καὶ [τὸ] γεννηθὲν〉 ἐκ 〈τῆς ἁγίας παρθένου〉; οὐδὲν ἕτερον ἢ λόγος. καὶ πάλιν ἐπιφέρει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ προστίθησιν αὖθις φάσκων ὁ μὲν γὰρ λόγος «ἐν ἀρχῇ ἦν», μηδὲν ἕτερον ὢν ἢ λόγος· ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης· «καὶ ὁ λόγος σὰρξ ἐγένετο». διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου.

εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύοι ἡ θεία γραφή, τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης 〈τὸ〉 τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα 〈ἐπὶ〉 τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον. καὶ μεθ᾽ ἕτερα ἐπάγει λέγων εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν. ταῦτα μὲν οὖν δι᾽ ὧν Μάρκελλος ἁλίσκεται τὸν μὲν υἱὸν τοῦ θεοῦ τὸν ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν ὄντα ἀρνούμενος, λόγον δὲ ψιλὸν εἰσάγων. δέδεικται δὲ διὰ τῶν ἔμπροσθεν παρατεθεισῶν αὐτοῦ φωνῶν καὶ ὁποῖον αὐτὸν εἶναι λόγον ὑπετίθετο, παραδείγματι χρώμενος τῷ ἀνθρωπείῳ λόγῳ ἕν τε καὶ ταὐτὸν εἶναι λέγων αὐτὸν τῷ θεῷ. καὶ δὴ ταύτην ἀρχὴν ὑποστησάμενος, ἀκολούθως ἐκ τῆς δοθείσης αὐτῷ ὑποθέσεως ἐπὶ τὸ καταψεύδεσθαι τῆς θεοπνεύστου γραφῆς διαστρόφους τε αὐτῆς ποιεῖσθαι τὰς ἑρμηνείας 〈προῆλθεν〉. ὧν βραχείας ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἐφάνη μοι διασκέψασθαι, τοῖς τε ἀγνοοῦσιν ἐπιδεῖξαι, ὡς οὐδεμία μὲν αὐτῷ νεωτερίζοντι καὶ τῆς ὑγιοῦς ἐκτρεπομένῳ πίστεως συνᾴδει γραφή, τοὐναντίον δὲ πᾶσαι ἀντιφθέγγονται καὶ ἀντιμαρτυροῦσιν ταῖς οὐκ ὀρθῶς αὐτῷ παραληφθείσαις διηγήσεσιν.

ὅπερ ἐχρῆν μάλιστα τοῖς τὸν ἄνδρα τιμῶσιν ἐνδείξασθαι, μήποτ᾽ ἄρα τις αὐτῶν ἀπειρίᾳ τῶν θείων ἀναγνωσμάτων τυγχάνειν αὐτὸν τοῦ τῆς ἀληθείας σκοποῦ νομίσειεν. καὶ δὴ τοῦτο πρῶτον διασκοπητέον, ὃ δὴ καὶ 〈πρῶτον〉 τετόλμηκεν ἀποφήνασθαι, πρὶν τεχθῆναι διὰ τῆς παρθένου τὸν υἱὸν τοῦ θεοῦ μὴ κεκλῆσθαι ἑτέρῳ ὀνόματι ἢ λόγον. μήτε γὰρ εἶναι αὐτόν τι πρὸ τῆς ἐνσάρκου παρουσίας ἢ λόγον, μήτ᾽ ὠνομάσθαι ἑτέρως εἰ μὴ ἄρα προφητικῶς, λόγον γὰρ εἶναί τε καὶ ὠνομάσθαι καὶ οὐδὲν ἕτερον φάσκει, μετὰ δὲ τὴν ἔνσαρκον παρουσίαν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετυχηκέναι. τοῦτο δὴ οὖν πρῶτον δεικτέον ἀμαθῶς καὶ τῶν θείων γραφῶν ἀνεπιστημόνως αὐτὸν ἀποφηνάμενον.

αʹ. πρῶτος μὲν γὰρ αὐτὸς ὁ θεῖος εὐαγγελιστὴς Ἰωάννης, ὁ δὴ λόγον αὐτὸν ἀνειπών, βʹ. οὐκ εἰς μακρὸν ἀλλ᾽ εὐθὺς καὶ παρὰ πόδα θεὸν αὐτὸν ὠνόμασεν φήσας «καὶ θεὸς ἦν ὁ λόγος». δυνάμενος γοῦν εἰπεῖν· καὶ θεοῦ ἦν ὁ λόγος, τοῦτο μὲν οὐκ ἔφη, ὡς ἂν μή τις αὐτὸν τῷ παρὰ ἀνθρώποις ὅμοιον εἶναι φήσειεν, θεὸν δὲ αὐτὸν καλεῖ, τὸ ὑπερφυὲς τοῦ περὶ αὐτὸν θεοπρεποῦς ἀξιώματος οὕτω δεικνύς.

γʹ. μεταβὰς δὲ ἐφ᾽ ἑτέραν ἐπίνοιαν τῆς περὶ αὐτοῦ δοξολογίας φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν αὐτὸν τῆς τοῦ σώματος ἀναλήψεως κατὰ τοῦτο αὐτὸ δηλώσας, ἐν οἷς περὶ τοῦ βαπτιστοῦ φησιν «οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ὃ φωτίζει πάντα. ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον». ὁρᾷς ὅπως τούτοις οὐ λόγον μόνον, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλὰ καὶ θεὸν καὶ φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν τε αὐτὸν ἐδίδαξεν καὶ τὸν κόσμον δι᾽ αὐτοῦ γεγονέναι. ὥσπερ γὰρ διὰ τοῦ θεοῦ λόγου γεγενῆσθαι τὰ πάντα καὶ «χωρὶς αὐτοῦ» γενέσθαι οὐδὲν προειρήκει, οὕτως καὶ διὰ τοῦ φωτός· «ὁ» γὰρ «κόσμος» φησὶν «δι᾽ αὐτοῦ ἐγένετο». ὡς εἶναι ἓν καὶ ταὐτὸν τὸ φῶς καὶ τὸν θεὸν λόγον. λέγων δὲ δι᾽ αὐτοῦ γεγενῆσθαι ποτὲ μὲν τὸν κόσμον ποτὲ δὲ τὰ πάντα τὸ ὑπηρετικὸν τοῦ θεοῦ παρίστησιν. δυνάμενος γοῦν ὁ εὐαγγελιστὴς εἰπεῖν· πάντα ὑπ᾽ αὐτοῦ ἐγένετο, καὶ αὖθις· καὶ ὁ κόσμος ὑπ᾽ αὐτοῦ ἐγένετο, οὐχ ὑπ᾽ αὐτοῦ ἔφη ἀλλὰ «δι᾽ αὐτοῦ» [ἦν], ἵν᾽ ἡμᾶς ἀναπέμψῃ ἐπὶ τὴν τῶν ὅλων ποιητικὴν τοῦ πατρὸς αὐθεντίαν. ἀλλὰ καὶ «ὁ κόσμος» φησὶν «αὐτὸν οὐκ ἔγνω».

τὸν δὲ ἐπὶ πάντων θεὸν φυσικαῖς ἐννοίαις ἅπαντες ὁμολογοῦσιν ἄνθρωποι, καὶ πρῶτοί γε Ἰουδαίων παῖδες ἐκ τῶν προφητικῶν γραφῶν χειραγωγούμενοι, ὡς καὶ αὐτὸς παρίστη Μάρκελλος ἐν τοῖς ἑξῆς προϊών. οὐκοῦν ἕτερος ἦν οὗτος, ὃν «ὁ κόσμος» «οὐκ ἔγνω», θεὸς καὶ λόγος, φῶς ὑπάρχων τε καὶ ὠνομασμένος. φῶς δὲ οὐκ αἰσθητὸν οὐδὲ σαρκῶν ὀφθαλμοὺς ὁμοίως ἡλίῳ φωτίζον. οὕτω γὰρ ἂν καὶ ἡ τῶν ἀλόγων ζῴων φύσις μετεῖχεν αὐτοῦ. νυνὶ δὲ διδάσκει ὁποῖον ἦν φῶς, λέγων «ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». μόνον ἄρα ἦν ἀνθρώπων τὸ λογικὸν τοῦτο φῶς. διὸ δυνάμει νοερᾷ καὶ λογικῇ τὰς «κατ᾽ εἰκόνα» τὴν αὐτοῦ «καὶ ὁμοίωσιν» πεποιημένας ψυχὰς νοερὰς καὶ λογικὰς ἀπειργάζετο. ὡς δὲ οὐκ αἰσθητὸν ἐτύγχανεν φῶς, οὕτως οὐδὲ τὸ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὁ θεός, ἦν. «ὁ» γὰρ «θεὸς φῶς ἐστιν καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία». καὶ γὰρ ὁ μὲν φῶς ἀπρόσιτον ἦν, ὡς ὁ θεῖος ἀπόστολος διδάσκει λέγων «φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς οὐδὲ ἰδεῖν δύναται»· ὁ δ᾽ «ἐν τῷ κόσμῳ ἦν», «φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». ἀλλὰ καὶ ὁ κόσμος, φησίν, διὰ τοῦδε τοῦ φωτὸς γέγονεν, τοῦ κρείττονος, δηλαδὴ τοῦ πατρός, διὰ τοῦ υἱοῦ τὸ πᾶν συνισταμένου.

τρεῖς μὲν δὴ αὗται κατὰ τὸ αὐτὸ τῶν τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεων εὔφημοι καὶ εὐσεβεῖς ἐπηγορίαι τῷ θεολόγῳ τῆς γραφῆς ἀρχομένῳ παρελήφθησαν· ὁ λόγος καὶ ὁ θεὸς καὶ τὸ φῶς.

δʹ. ἤδη δὲ καὶ τετάρτην προστίθησιν ὁ αὐτός, μονογενῆ τὸν αὐτὸν ἀποκαλῶν ἐν οἷς φησιν «καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας». οὐκοῦν καὶ [ὁ] μονογενὴς τοῦ θεοῦ πρὶν τὴν σάρκα ἀναλαβεῖν ἐχρημάτιζεν. εἰ γὰρ καὶ τὰ μάλιστα, φησίν, δι᾽ ἡμᾶς «ὁ λόγος σὰρξ ἐγένετο», ἀλλ᾽ ὅμως ἡμεῖς, οἷς κατηξίωσεν ἐνδείξασθαι τὴν ἑαυτοῦ θεότητα, οὐκ εἰς τὴν σάρκα ἀφορῶντες, (αὕτη γὰρ «μορφὴ δούλου» ἦν) ἀλλ᾽ εἰς τὴν δόξαν αὐτοῦ τὴν ἐκτὸς τοῦ σώματος νῷ καθαρῷ θεωρουμένην, «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ», δόξαν ἄρρητον καὶ πάντα θνητῶν λογισμὸν ὑπερβαίνουσαν, ὁποίαν 〈ἄν〉 τις ἐννοήσειεν «δόξαν» υἱοῦ θεοῦ «μονογενοῦς». ἦν δὲ αὕτη «παρὰ τοῦ πατρὸς» δόξα. ὁρᾷς ὅπως οὐκ εἶπεν· «καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς» λόγου, καίτοι προειπὼν «ὁ λόγος σὰρξ ἐγένετο», ἀλλ᾽ ἵνα διδάξῃ ὁποῖον αὐτὸν ὑπεστήσατο λόγον (ὅτι μὴ σημαντικόν· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν τοιοῦτον σάρκα γενέσθαι;), ἀναγκαίως μονογενῆ αὐτὸν προσεῖπεν. καὶ τὴν δόξαν αὐτοῦ ταύτην εἶναι διδάσκει, καθ᾽ ἣν νοεῖται μονογενὴς τοῦ θεοῦ υἱός. ὑπάρχειν τε αὐτῷ φησιν τὴν δόξαν οὐκ ἄλλοθεν ἢ παρὰ τοῦ πατρός· οὐ γὰρ ἀγένητον οὐδὲ ἄναρχον οὐδὲ ἰδιόκτητον εἶχε τὴν δόξαν, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών.

ὃ δὴ καὶ αὐτὸς παρίστη λέγων «πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρά σοι». ὃν καὶ ἀμείβεται λέγων ὁ πατὴρ «καὶ ἐδόξασα καὶ πάλιν δοξάσω». καὶ ἔτι μᾶλλον τὴν ὑπόστασιν αὐτοῦ συνίστησιν ὁ αὐτὸς εὐαγγελιστὴς ἐπιφέρων «Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». ἀλλὰ βοῶντος Ἰωάννου ὅτι «πρῶτος ἦν» αὐτοῦ, οὐκ ἀκούει ὁ νέος Σαβέλλιος. καίτοι κατὰ σάρκα προῆγεν τοῦ σωτῆρος τὴν γένεσιν ὁ βαπτιστὴς Ἰωάννης· πῶς οὖν μαρτύρεται, ὅτι πρῶτος αὐτοῦ γέγονεν; τῇ μὲν γὰρ κατὰ σάρκα γενέσει οὐκ ἦν πρῶτος αὐτοῦ ὁ σωτήρ· οὐκοῦν καθ᾽ ὃ μονογενὴς ἦν τοῦ θεοῦ «πρῶτος» ἦν Ἰωάννου καὶ «ἔμπροσθεν» αὐτοῦ «γέγονεν». ἆρ᾽ οὖν ἐπιδέχεται ταῦτα ἐπὶ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων ἀναφέρεσθαι, ἢ ἐπὶ ἀνούσιον καὶ ἀνυπόστατον ἐν τῷ θεῷ λόγον τὸν αὐτὸν ὄντα τῷ θεῷ; καὶ πῶς ἂν εἴη δυνατὸν περὶ τοῦ μὴ ὑφεστῶτος λόγου λέγεσθαι τὸ «ἔμπροσθέν μου γέγονεν»; τίς δ᾽ οὕτως 〈ἂν〉 μανείη, ὡς νομίσαι Ἰωάννην τὸν βαπτιστὴν περὶ τοῦ θεοῦ τῶν ὅλων εἰρηκέναι τὸ «ἔμπροσθέν μου γέγονεν» καὶ «ὅτι πρῶτός μου ἦν»;

οὐκοῦν δέδεικται διὰ τούτων προϋπάρχων τῆς Ἰωάννου γενέσεως ὁ θεολογούμενος καὶ ἔμπροσθεν αὐτοῦ γεγονώς, συνέστη τε οὐ μόνον λόγος ἀλλὰ καὶ θεὸς καὶ φῶς καὶ μονογενὴς πρὸ τῆς ἐνσάρκου παρουσίας ὑπάρχων τε καὶ ὠνομασμένος. 〈εʹ.〉 τούτων δὲ πόθεν ἡ γνῶσις τῷ εὐαγγελιστῇ, αὐτὸς δηλώσει λέγων ἑξῆς «ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». ὁρᾷς παρὰ τίνος μεμάθηκεν τοῦ υἱοῦ τὴν θεολογίαν. οὐ γὰρ Μωσῆς φησιν οὐδὲ προφητῶν τις τῶν μετὰ Μωσέα οὐδέ γε ἀγγέλων τις ἢ τῶν κρειττόνων δυνάμεων, ἀλλ᾽ αὐτὸς «ὁ μονογενὴς υἱὸς τοῦτ᾽ ἐξηγήσατο». οὐκοῦν ὁ μὲν ἀόρατος θεὸς οὐκ ἐξηγήσατο, ὁ δὲ μονογενὴς υἱὸς ὁρατὸς γενόμενος τὴν περὶ τοῦ πατρὸς ἀνθρώποις ἐξήγησιν ἐποιήσατο, ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀόρατον θεόν. ἀλλὰ καὶ προϋπάρχων ἦν οὐκ ἐν τῇ διανοίᾳ τοῦ πατρός, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλ᾽ ἐν τοῖς κόλποις αὐτοῦ· ὥσπερ δὴ ἡμῖν ἐπήγγελται ὁ σωτὴρ εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ διαναπαύσασθαι, οὕτως καὶ ὁ υἱὸς «εἰς τὸν κόλπον» ἦν «τοῦ πατρός», οὐχ εἷς καὶ ὁ αὐτὸς ὢν τῷ πατρί, ἐπεὶ μηδὲ ἡμεῖς οἱ αὐτοὶ ἐσόμεθα τοῖς ἁγίοις πατράσιν.

ἀλλὰ γὰρ ἐπὶ τούτοις τήρει, ὅπως μετὰ τὸ ἅπαξ ὀνομάσαι λόγον καὶ θεὸν τὸν αὐτὸν ἀνειπεῖν καὶ φῶς ἀποκαλέσαι καὶ μονογενῆ φάναι 〈καὶ〉 υἱὸν θεοῦ ὁμολογῆσαι, οὐκέτι λόγον ὀνομάζει, ἀλλὰ καὶ αὐτὸν λοιπὸν ἱστορεῖ τὸν σωτῆρα οὐ λόγον ἑαυτὸν ἀποκαλοῦντα, ἀλλὰ υἱὸν καὶ μονογενῆ καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἄλλα μυρία, ὥσπερ οὖν ἀκοῦσαι πάρεστιν αὐτοῦ ὧδέ πη διδάσκοντος «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται», καὶ πάλιν «οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον», καὶ αὖθις «ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι οὐ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ». καὶ ἐνταῦθα πάλιν ὁ μὲν θεὸς ἐδίδου καὶ «ἀπέστελλεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου», ὁ δὲ ἀπεστέλλετο ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀποστέλλοντα. διό μοι δοκεῖ διὰ τῶν ἑξῆς ὡς πρὸς αὐτὸν Μάρκελλον καὶ πρὸς τοὺς διαφθονουμένους τῇ τοῦ υἱοῦ φύσει ἀναγεγράφθαι αὐτὸς ὁ σωτὴρ ἡμῶν εἰρηκὼς «οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὅτι ἐγὼ εἶπα· θεοί ἐστε; 〈εἰ〉 ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμί».

ἀκούεις ὁσάκις αὐτὸς ὁ σωτὴρ ἑαυτὸν οὐ λόγον, ἀλλὰ υἱὸν ὠνόμασεν καὶ μονογενῆ προσεῖπεν, ὅπως δὲ ἀπεστάλθαι ἑαυτὸν καὶ ἡγιάσθαι πρὸ τοῦ ἀποσταλῆναι ὑπὸ τοῦ πατρὸς ἐδίδασκεν, καὶ ὡς τοὺς ὀκνοῦντας υἱὸν αὐτὸν ὁμολογεῖν τοῦ θεοῦ δυσωπεῖ διδάσκων ἐκ τῆς θείας γραφῆς ὡς οὐ μόνον υἱοὶ θεοῦ ἀλλὰ καὶ θεοὶ θνητοὶ τὴν φύσιν ἄνδρες ἐκλήθησαν· διὸ μὴ χρῆναι νομίζειν βλάσφημον εἶναι τὸ καὶ υἱὸν θεοῦ καὶ θεὸν ὁμολογεῖν «ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον». τί οὖν ἐχρῆν παθεῖν τὸν μετὰ τὰς τοσαύτας φωνὰς τολμήσαντα φάναι λόγον εἶναι αὐτὸν καὶ οὐδὲν ἕτερον, αὐτολεξεί τε εἰρηκότα καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ αὑτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ. ταῦτα γὰρ Μάρκελλος εἰπὼν οὐκ οἶδ᾽ [ὅπως] ὁποίοις ὀφθαλμοῖς οἷός τε ἦν ἀντιβλέπειν ἢ ποίοις χείλεσιν ἀντιφθέγγεσθαι ταῖς τοσαύταις μαρτυρίαις. καὶ φῶς δὲ αὑτὸν εἶναι ὁ σωτὴρ παρίστη συμφώνως τοῖς περὶ τοῦ φωτὸς προαποδοθεῖσιν λέγων «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», καὶ πάλιν «ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή», καὶ αὖθις «ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς».