Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Η εκκλησιαστική διδασκαλία περί Πατρός και Υιού και η απόρριψη της κτιστότητας του Υιού

Παράθεση της παραδεδομένης πίστης της Εκκλησίας για τον Τριαδικό Θεό και αναίρεση των απόψεων του Σαβελλίου και του Μαρκέλλου που αρνούνται την ιδιαίτερη υπόσταση και θεωρούν τον Υιό ως κτίσμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 19

λόγον γὰρ εἶναι δοὺς τὸν ἐν τῷ θεῷ, ἕν τε καὶ ταὐτὸν ὄντα αὐτῷ τοῦτον ὁρισάμενος, πατέρα τούτου χρηματίζειν αὐτὸν ἔφη· τόν τε λόγον υἱὸν εἶναι αὐτοῦ, οὐκ ἀληθῶς ὄντα υἱὸν ἐν οὐσίας ὑποστάσει, κυρίως δὲ καὶ ἀληθῶς ὄντα λόγον. ἐπισημαίνεται γοῦν ὅτι μὴ καταχρηστικῶς λόγον, ἀλλὰ κυρίως καὶ ἀληθῶς ὄντα λόγον, καὶ μηδὲν ἕτερον ἢ λόγον. εἰ δὲ μηδὲν ἕτερον, δῆλον ὡς οὐδὲ υἱὸς ἦν κυρίως καὶ ἀληθῶς, μέχρι δὲ φωνῆς καὶ ὀνόματος καταχρηστικῶς ὠνομασμένος. ἕν τε εἶναι λέγων καὶ ταὐτὸν τῷ θεῷ τὸν λόγον, τὸν σαρκωθέντα καὶ ἐκ τῆς παρθένου τεχθέντα, θεὸν αὐτὸν ἀπέφηνεν. ὃ δὴ πάλαι καὶ πρόπαλαι τὸν Σαβέλλιον φθεγξάμενον ἀπεδοκίμασεν ἡ ἐκκλησία τοῦ θεοῦ, τοῖς ἀθέοις αὐτὸν αἱρεσιώταις 〈ἐγ〉καταλέξασα. τὸ μὲν γὰρ θεὸν ὁμολογεῖν ἕνα πρὸς ἀντιδιαστολὴν τῆς Ἑλλήνων πολυθέου πλάνης πρῶτοι παρειλήφασιν Ἰουδαίων παῖδες. τὸ δὲ καὶ πατέρα τὸν αὐτὸν υἱοῦ μονογενοῦς γνωρίζειν ἐξαίρετον γέρας ἡ χάρις ἡ σωτήριος τῇ ἐκκλησίᾳ δεδώρηται.

υἱὸν δὲ Ἰησοῦν Χριστὸν μόνον οἶδεν καὶ οὐδένα ἕτερον, οὐ κατὰ τὴν τῆς σαρκὸς ἣν ἀνείληφεν γένεσιν (ταύτην γὰρ δούλου μορφὴν καὶ υἱὸν ἀνθρώπου καλεῖν δεδίδακται), κατὰ δὲ τὴν ἐξ αὐτοῦ τοῦ θεοῦ καὶ πατρὸς πρὸ πάντων αἰώνων ἄγνωστον τοῖς πᾶσιν· καθ᾽ ἣν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος καὶ αὐτὸν υἱὸν θεὸν ὑπεστήσατο, οὐκ ἰδιόκτητον καὶ τοῦ πατρὸς ἀφωρισμένην οὐδ᾽ ἄναρχόν τινα καὶ ἀγέννητον οὐδὲ ἄλλοθέν ποθεν ξένην καὶ τοῦ πατρὸς ἀλλοτρίαν ἐφελκόμενον θεότητα, ἐξ αὐτῆς δὲ τῆς πατρικῆς μετουσίας ὥσπερ ἀπὸ πηγῆς ἐπ᾽ αὐτὸν προχεομένης πληρούμενον. μόνῳ γὰρ «ἐν αὐτῷ πᾶν τὸ πλήρωμα» τῆς πατρικῆς ἐνοικεῖν «θεότητος» ὁ μέγας ἐπαίδευσεν ἀπόστολος. διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κηρύττεται, «καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ»· εἷς δὲ καὶ μονογενὴς τοῦ θεοῦ υἱός, εἰκὼν τῆς πατρικῆς θεότητος, καὶ διὰ τοῦτο θεός. ἣν δὴ θεολογίαν οἱ πολλοὶ νοεῖν οὐ χωρήσαντες, ποικίλας ἀτραποὺς ἐπενόησαν πλάνης· αʹ) οἱ μὲν θεὸν δόντες τὸν υἱόν, τὸν δ᾽ ἄνθρωπον ὃν ἀνείληφεν ἀρνησάμενοι, βʹ) οἱ δὲ ψιλὸν ἄνθρωπον ὑποθέμενοι, τὸν δ᾽ ἐν αὐτῷ θεὸν ἀγνοήσαντες, γʹ) οἱ δὲ φόβῳ τοῦ δοκεῖν δεύτερον εἰσηγεῖσθαι θεὸν τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν ὁρισάμενοι.

οὓς ἐκτραπεῖσα ἡ ἐκκλησία τοῦ θεοῦ τῷ τῆς ἀληθείας εὐαγγελικῷ κηρύγματι σεμνύνεται, ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἔχειν αὐχοῦσα, ἕνα δὲ καὶ υἱὸν μονογενῆ θεὸν ἐκ θεοῦ Ἰησοῦν Χριστὸν ἐπιγραφομένη, σωτῆρα τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου γινόμενον ὁμολογοῦσα, ὄντα μὲν υἱὸν θεοῦ πρὶν ἢ καὶ ἀνθρώπου γενέσθαι, καὶ τοῦτο δὲ γενόμενον ὅπερ οὐκ ἦν δι᾽ ἄφατον ὑπερβολὴν τῆς τοῦ πατρὸς φιλανθρωπίας. ὁ μὲν δὴ τῆς ἀληθείας λόγος ταῦτ᾽ ἐκ προσώπου βοᾷ τῆς ἐκκλησίας· οἱ δὲ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενοι, ἕνα δὲ θεὸν εἶναι φάσκοντες καὶ οὐδὲν ἕτερον, τί καὶ παρενοχλοῦσιν μάτην τῇ ἐκκλησίᾳ, ταῖς Ἰουδαίων προσομιλεῖν συναγωγαῖς δέον; τί δὲ καὶ βλασφήμοις σφὰς αὐτοὺς περιπείρουσιν λόγοις, τὸν ἕνα θεὸν συκοφαντοῦντες διτταῖς ἐπηγορίαις, εἰ δὴ τὸν αὐτὸν πατέρα καὶ τὸν αὐτὸν υἱὸν ὑποτίθενται; καὶ τίνος γάρ ἐστιν πατήρ, μηδενὸς ὑφεστῶτος υἱοῦ; τίνος δὲ υἱὸς ἔσται, μὴ προϋπάρχοντος τοῦ γεγεννηκότος; εἷς δὲ ὢν πάντως που αὐτὸς ἔσται ὁ σαρκωθεὶς καὶ παθὼν καὶ τὸν ἐν ἀνθρώποις διανύσας θνητὸν βίον. ἀλλὰ ταῦτα λέγοντα Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ, ὡς ἄθεα καὶ δυσσεβῆ τολμῶντα, μακρὰν ἤλασεν· ταῦτα δὲ Μάρκελλος ἀνανεοῦσθαι πειρᾶται, προκαλύμματι χρώμενος οὐ πιθανῷ λόγῳ.

θεὸν γὰρ ἕνα ὀρθῶς ὁριζόμενος, τοῦτον αὐτὸν λόγον ἔχειν ἐν ἑαυτῷ ἡνωμένον καὶ συνημμένον αὐτῷ φησίν· κἄπειτα τοῦ ἑνὸς θεοῦ τὸ μέν τι πατέρα καλεῖ, τὸ δὲ υἱόν, ὡς διπλῆν τινα καὶ σύνθετον οὐσίαν ἐν αὐτῷ εἶναι. καὶ πόσῳ τούτου κρείττων, ἐν κακῶν ἐκλογῇ, ὁ μὴ διαιρῶν μὲν τὴν ἄναρχον καὶ ἀγέννητον καὶ θεϊκὴν δύναμιν τὸν αὐτὸν δ᾽ εἶναι ὁμολογῶν γυμνῷ τῷ λόγῳ, πόσῳ δὲ ἑκατέρων βελτίων ὁ Ἰουδαῖος, τὸν ἕνα θεὸν οὐ διαιρῶν εἰς πατέρα καὶ υἱὸν Μαρκέλλῳ παραπλησίως οὐδὲ τὸν αὐτὸν υἱοπάτορα κατὰ τὸν Σαβέλλιον εἰσάγων, ἀλλὰ σέβων μὲν τὸν θεὸν γνωρίζων δὲ καὶ προσδοκῶν τὸν Χριστὸν αὐτοῦ τὸν διὰ τῶν προφητῶν ἥξειν κηρυττόμενον, ὃν ἐλθόντα ἐπεὶ μὴ παρεδέξαντο, δίκην τῆς εἰς αὐτὸν ἀπιστίας ὑπέσχον τε καὶ ὑφέξουσιν. οἱ δὲ πιστεύειν εἰς τὸν ἀφικόμενον δι᾽ εὐχῆς ἔχοντες τρία ταῦτα γνωριοῦσιν· τὸν «ἐκ σπέρματος Δαυὶδ» καὶ τῆς [αὐτῆς] ἁγίας παρθένου καὶ τὸν ἐνοικήσαντα τούτῳ υἱὸν τοῦ θεοῦ προόντα καὶ οὐσιωδῶς ὑφεστῶτα καὶ τὸν τούτου πατέρα θεόν, ὑφ᾽ οὗ καὶ αὐτὸς ἀπεστάλθαι συνεχῶς ὁμολογεῖ. «ἡμῖν» τοίνυν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα» κατὰ τὸν ἀπόστολον «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα», ὁ προὼν τοῦ θεοῦ μονογενὴς υἱός, καὶ τρίτος ὁ κατὰ σάρκα υἱὸς ἀνθρώπου, ὃν δι᾽ ἡμᾶς ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ.

ἀλλ᾽ οὔτε ὃ ἀνείληφεν σῶμα ταὐτὸν ἦν τῷ ἀνειληφότι υἱῷ τοῦ θεοῦ, οὔτε αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ εἷς καὶ ὁ αὐτὸς ἂν νομισθείη τῷ γεγεννηκότι. τριῶν δὴ τούτων ὑποκειμένων, οἱ δύο διδόντες τὸ τρίτον δ᾽ ἐκποδὼν ποιούμενοι τῆς ἐκκλησίας εἶεν ἂν ἀπόβλητοι. τὴν μὲν δὴ σάρκα τοῦ σωτῆρος ἄθεοί τινες τῶν ἑτεροδόξων παραιτησάμενοι, δόξῃ δέ τινι φαντασίας ὦφθαι αὐτὸν ἐπὶ τῆς γῆς εἰρηκότες, πρῶτοι τοῦ τῆς ἀληθείας σκοποῦ διημαρτήκασιν. οἱ δὲ τὴν ἔνσαρκον οἰκονομίαν παραδεδεγμένοι, τὸν δὲ προόντα τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι, ποικίλας ὡς ἔφην ἑαυτοῖς ἀνοδίας ἐπενόησαν· οἱ μὲν ψιλὸν ἄνθρωπον τῆς κοινῆς ἁπάντων φύσεως κατ᾽ οὐδὲν κρείττονα ἢ ὅσον ἀρετῆς προτερήμασιν γεγονέναι αὐτὸν εἰρηκότες, οἱ δ᾽ αὐτὸν ἐνοικῆσαι τὸν τῶν ὅλων θεὸν τῷ σώματι δογματίσαντες υἱόν τε αὐτὸν ἑαυτοῦ χρηματίσαι φάντες δι᾽ ἣν ὑπέμεινεν κατὰ ἄνθρωπον οἰκονομίαν. δύο διδόντες οὗτοι, θεὸν καὶ ἄνθρωπον, τοῦ τρίτου σφὰς αὐτοὺς ἐστέρησαν, αὐτὸν τὸν σωτῆρα τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι.

τούτων πάλαι μὲν Σαβέλλιος νυνὶ δὲ Μάρκελλος τῇ γνώμῃ συναπαχθέντες τὸν μὲν ἐπὶ πάντων θεὸν Ἰουδαίων τοῖς ἀπίστοις ὁμοίως εὖ μάλα εἰδέναι διισχυρίζοντο, καὶ 〈τὸ〉 δεύτερον, τὴν σάρκα τὴν ἐκ τῆς ἁγίας παρθένου, συνωμολογήκασιν· τὸ δὲ τρίτον, αὐτὸ τὸ κεφάλαιον τῆς ἁπάντων ἡμῶν σωτηρίας, τὸν υἱὸν τοῦ θεοῦ παραγκωνισάμενοι, φῶς ὄντα καὶ ἀλήθειαν, ὁμοῦ τῇ ἀρνήσει τοῦ υἱοῦ καὶ τοῦ τῆς ἀληθείας φωτὸς ἐκπεπτώκασιν. ἔνθεν ἕνα μὲν θεὸν ὁμολογούντων αὐτῶν ἀκούσει καὶ τὴν σάρκα δὲ τοῦ σωτῆρος τιμώντων· τὸν δ᾽ ἐνοικήσαντα τῇ σαρκὶ θεοῦ υἱὸν φωνῇ μὲν καὶ χείλεσιν παραδεχομένων, ἔργῳ δὲ παραιτουμένων. υἱὸν γὰρ θεοῦ χρῆν ζητεῖν, ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα, οὔτε τὸν αὐτὸν ᾧ ἀνείληφεν ὄντα σώματι, οὔτε τὸν αὐτὸν ὄντα τῷ θεῷ καὶ πατρί. οὔτε γὰρ τὸν ἐπέκεινα τῶν ὅλων θεὸν υἱὸν ἄν τις εἰπὼν εὐσεβήσειεν (τίνος γὰρ ἔσται υἱὸς ὁ τὴν ἄναρχον καὶ ἀγέννητον θεότητα περιβεβλημένος;), οὔτε τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν αὐτὸν εἶναι τὸν πατέρα τις εἰπὼν 〈δια〉δράσεται τὴν κατὰ τῶν δυσφήμων δίκην.

διὸ δὴ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν ὀρθοτομοῦσα ἡ ἐκκλησία τοῦ θεοῦ τὰς μὲν ἄλλας παρεκτροπὰς ἀπεδοκίμασεν, τοῖς δ᾽ αὐτῆς θρέμμασιν τῆς ἐνθέου χάριτος παραδίδωσιν τὴν γνῶσιν, κατ᾽ αὐτὸ 〈τὸ〉 τῆς παλιγγενεσίας μυστήριον ὁμολογεῖν διδάσκουσα πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, τελείαν καὶ ἀκριβῆ καὶ ὁλόκληρον ταύτην εἰδέναι παρέχουσα τὴν θεολογίαν, ἣ θεὸν μὲν ἕνα παραδίδωσιν ἀφορίζουσα τῆς Ἑλληνικῆς καὶ πολυθέου πλάνης, πατέρα δὲ αὐτὸν οἶδεν τῆς Ἰουδαϊκῆς χωρίζουσα διδασκαλίας, παντοκράτορα δὲ αὐτὸν ὁμολογεῖ [τῆς] τῶν ἀθέων ἑτεροδόξων ἀποστρεφομένη τὴν δυσσέβειαν. οὐδεὶς γοῦν τῶν ἑτεροδόξων εἴποι ἂν τὸν πατέρα τοῦ Χριστοῦ αὐτὸν εἶναι τὸν θεὸν τὸν παντοκράτορα, ὡς οὐδὲ Ἰουδαίων ὁμολογήσειεν ἄν τις τὸν θεὸν πατέρα εἶναι τὸν μονογενῆ υἱὸν μὴ εἰδώς, οὐδέ γε Ἕλλην ἕνα μόνον φήσειεν 〈ἂν〉 εἰδέναι θεόν. διὸ δὴ τούτων ἁπάντων ἀποκαθαίρουσα τὴν πλάνην ἡ ἐκκλησία τὸν ἕνα θεὸν κηρύττει, αὐτὸν εἶναι καὶ πατέρα καὶ παντοκράτορα διδάσκουσα, πατέρα μὲν ἑνὸς τοῦ Χριστοῦ μόνου, τῶν δὲ λοιπῶν ἁπάντων θεὸν καὶ κτίστην καὶ κύριον.

οὕτω καὶ υἱὸν θεοῦ μονογενῆ Ἰησοῦν Χριστὸν παραδίδωσιν, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, οὐ τὸν αὐτὸν ὄντα τῷ πατρί, καθ᾽ ἑαυτὸν δὲ ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν συνόντα, θεὸν ἐκ θεοῦ καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν ἐκ ζωῆς, ἀλέκτοις καὶ ἀρρήτοις καὶ παντάπασιν ἀγνώστοις ἡμῖν καὶ ἀκαταλήπτοις λόγοις ἐκ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ὅλων γεγεννημένον, καὶ οὐχ ὁμοίως μὲν τοῖς λοιποῖς γενητοῖς ὑποστάντα οὐδὲ ζωὴν ἐμφερῆ τοῖς δι᾽ αὐτοῦ γεγεννημένοις ζῶντα, μόνον δὲ ἐξ αὐτοῦ τοῦ πατρὸς ἀποτεχθέντα καὶ αὐτοζωὴν ὄντα. καὶ ἔπρεπεν γὰρ τῷ ἐπὶ πάντων θεῷ πρὸ παντὸς γενητοῦ καὶ πρὸ πάντων αἰώνων τὸ μονογενὲς τοῦτο προβαλέσθαι γέννημα, ὥσπερ τινὰ κρηπίδα καὶ θεμέλιον ἀρραγῆ τῶν μελλόντων δι᾽ αὐτοῦ γενήσεσθαι. διὸ δὴ πρὸ πάντων τῶν μελλόντων ἔσεσθαι τὸν υἱὸν ἐγέννα ὥσπερ τινὸς φωτὸς ἀκτῖνα καὶ ζωῆς πηγὴν καὶ θησαυρὸν ἀγαθῶν, «ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι» κατὰ τὸν θεῖον ἀπόστολον. τοσούτων ἀγαθῶν ὁ μόνος ἀγαθὸς πατὴρ τὸν υἱὸν ὑφίστη, αὐτοζωὴν ὄντα ζωοποιὸν τῶν ὅλων, καὶ αὐτοφῶς «τὸ ἀληθινὸν» καὶ πάσης νοερᾶς καὶ λογικῆς οὐσίας φωτιστικόν, καὶ αὐτόλογον καὶ 〈αὐτο〉σοφίαν σοφῶς τὰ πάντα καὶ λογικῶς ὑφιστάμενόν τε καὶ διοικοῦντα, ὧν δὴ χάριν μονογενὴς υἱὸς τοῦ θεοῦ μόνος αὐτὸς καὶ οὐδεὶς ἄλλος ἀνηγόρευταί τε καὶ ἔστιν.

ὅθεν εἰκότως ἄν τις μέμψαιτο τοῖς κτίσμα αὐτὸν φάναι τετολμηκόσιν, ἐξ οὐκ ὄντων ὁμοίως τοῖς λοιποῖς κτίσμασιν γενόμενον. καὶ πῶς γὰρ ἔτι ἔσται υἱός; πῶς δὲ μονογενὴς τοῦ θεοῦ ὁ τὴν αὐτὴν τοῖς λοιποῖς κτίσμασιν ἐπιγραφόμενος φύσιν; ταύτῃ γὰρ ἀδελφὸς ἂν τούτων γένοιτο μᾶλλον, οὐχὶ δὲ υἱὸς τοῦ θεοῦ, τῶν τε πολλῶν γενητῶν ἔσται εἷς, ἅτε τῆς ἐξ οὐκ ὄντων κτίσεως ὁμοίως αὐτοῖς μετασχὼν κοινωνίας. ἀλλ᾽ οὐχ ὧδε τὰ θεῖα περὶ αὐτοῦ παιδεύει λόγια. ἀλλ᾽ ὅτε μὲν τῆς τῶν γενητῶν ὑπάρξεως τὴν διδασκαλίαν ποιεῖται, ἀθρόως τὰ πάντα μαρτυρεῖ δι᾽ αὐτοῦ γεγονέναι· «πάντα» γὰρ «δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν» καὶ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα» καὶ «τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν» κατὰ τὰς ἀποστολικὰς διδασκαλίας.

ὅτε δὲ τὴν περὶ αὐτοῦ θεολογίαν εἰσάγει, τῶν μὲν λοιπῶν ἁπάντων αὐτὸν ἀφορίζει, κύριον δὲ αὐτὸν καὶ δεσπότην καὶ δημιουργὸν καὶ θεὸν καὶ σωτῆρα τῶν ὅλων οἶδεν, μονογενῆ τε υἱὸν θεοῦ μόνον αὐτὸν καὶ οὐδένα ἄλλον ἀποφαίνει, σοφίαν τε καὶ λόγον καὶ ζωὴν καὶ φῶς μόνον αὐτὸν ἀποκαλεῖ, «εἰκόνα» 〈τε〉 «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ «ἀπαύγασμα φωτὸς ἀιδίου», ἕτερά τε μύρια τούτοις ἀδελφὰ περὶ αὐτοῦ δοξάζειν διδάσκει, ὧδέ πη τῆς πατρικῆς θεότητος τὴν πρὸς μόνον αὐτὸν ὡσανεὶ πρὸς υἱὸν μονογενῆ ἰδιάζουσαν σχέσιν ἐπιδεικνύμενα. διὸ καὶ υἱὸν ἀγαπητὸν ἀνεκήρυττεν μόνον αὐτὸν ἀμφὶ τὰ Ἰορδάνου ῥεῖθρα ἡ πατρικὴ φωνὴ μεγάλῃ μαρτυροῦσα βοῇ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». καὶ δευτεροῖ γε τὴν μαρτυρίαν καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως τὸν αὐτὸν ἐπισφραγιζομένη λόγον.

αὐτοῦ τοιγαροῦν τοῦ τῶν ὅλων θεοῦ ταύτην αὐτῷ τὴν μαρτυρίαν παρασχομένου, τοῦ τε εὐαγγελιστοῦ διαρρήδην αὐτὸν υἱὸν μονογενῆ εἶναι διδάσκοντος δι᾽ ὧν ἔφη «θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς (ἢ »μονογενὴς θεὸς«) ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο», ἀλλὰ καὶ αὐτοῦ τοῦ σωτῆρος ἐν ταῖς περὶ αὐτοῦ διδασκαλίαις ταῦτ᾽ ἐπισφραγιζομένου, δι᾽ ὧν ἔλεγεν «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον», ὁ μετὰ ταύτας τὰς φωνὰς γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν υἱὸν ὁριζόμενος λέληθεν τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος, τὸ δ᾽ ἀληθῶς υἱὸν εἶναι ἀρνούμενος. ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ [ἂν] ἀληθῶς γένοιτ᾽ ἂν υἱὸς θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γεννητῶν. ὁ δ᾽ ἀληθῶς υἱὸς τοῦ θεοῦ, ἐξ αὐτοῦ ἅτε δὴ ἐκ πατρὸς ἀποτεχθείς, εἰκότως καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειεν ἂν τοῦ πατρός· οὕτω δὲ καὶ θεὸς ἂν εἴη. τί γὰρ ἂν γένοιτο θεοῦ γέννημα 〈ἢ τὸ〉 τῷ γεγεννηκότι ἀφωμοιωμένον; κτίζει μὲν οὖν βασιλεὺς πόλιν ἀλλ᾽ οὐ γεννᾷ πόλιν, γεννᾶν δὲ υἱὸν ἀλλ᾽ οὐ κτίζειν λέγεται· καὶ [ὁ] τεχνίτης δημιουργὸς ἀλλ᾽ οὐχὶ πατὴρ γένοιτ᾽ ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου, τοῦ δ᾽ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἂν δημιουργὸς λεχθείη.

καὶ δὴ καὶ ὁ τῶν ὅλων θεὸς τοῦ μὲν υἱοῦ πατήρ, τοῦ δὲ κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο. εἰ δ᾽ ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. κἀκεῖνος γὰρ ἅπαξ ἀκούσας λόγον εἶναι τὸν υἱόν, ἐπὶ τὸν ἄνθρωπον καταπεσὼν τὴν ὕπαρξιν ἠθέτει αὐτοῦ. ὃν δὴ καὶ πρὸς αὐτοῦ καὶ πρὸς τοῦ πατρὸς μαρτυρούμενον εἶναι υἱὸν πῶς τοῖς λοιποῖς γενητοῖς παραβάλλειν ὅσιον; πῶς δ᾽ ἔσται μονογενὴς τῷ πλήθει τῶν γεγονότων συναριθμούμενος; καὶ μὴν ἐξ αὐτῆς τῆς προσηγορίας ὁ υἱὸς τὴν πρὸς τὸν πατέρα φυσικὴν σχέσιν παρίστησιν, ὡς αὖ πάλιν τὸ μονογενὲς ὄνομα καὶ τοῦ γένους ἐφάπτεται καὶ τῆς γενέσεως αὐτῆς καὶ τοῦ μόνον εἶναι καὶ μηδέτερον αὐτῷ τῆς υἱότητος κοινωνεῖν. ἀλλ᾽ ἐοίκασιν ταὐτὸν Μαρκέλλῳ πάθος πεπονθέναι καὶ οὗτοι. ὁ μὲν γὰρ δέει τοῦ μὴ δύο θεοὺς εἰπεῖν τὴν ἄρνησιν τοῦ υἱοῦ προὐβάλλετο, τὴν ὑπόστασιν ἀθετῶν αὐτοῦ.