Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Μαρτυρίες της Καινής και Παλαιάς Διαθήκης για τον προϋπάρχοντα Υιό

Εξέταση της παύλειας, προφητικής και ψαλμικής διδασκαλίας που επιβεβαιώνει την προΰπαρξη του Χριστού ως Κυρίου, Σοφίας και Θεού, προτού λάβει μορφή δούλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 19

ηʹ. εἰ δὲ λέγοι ταῦτα ἐκ τῆς καινῆς διαθήκης εἰρῆσθαι, λεχθήσεται αὐτῷ ὅτι καὶ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος» οὐδ᾽ ἑτέρωθεν ἦν ἢ ἐξ αὐτῆς. ἓν δὴ οὖν καὶ τὸ αὐτὸ εὐαγγέλιον ὁ αὐτός τε εὐαγγελιστὴς ὁ λόγον αὐτὸν εἰπὼν καὶ τὰ λοιπὰ πάντα περὶ αὐτοῦ συνεγράψατο.

θʹ. καὶ Παῦλος δὲ ὁ θεῖος ἀπόστολος λέγων «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα», δῆλός ἐστιν τὸν πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν τοῦ θεοῦ «δι᾽ οὗ τὰ πάντα» ἐγένετο, οὐ λόγον ὀνομάζων, ἀλλὰ κύριον Ἰησοῦν καὶ Χριστόν. ἀλλ᾽ εἰ κατὰ Μάρκελλον εἷς καὶ ὁ αὐτὸς ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ἀπήρκει τῷ ἀποστόλῳ φάναι «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα». πλήρης γὰρ ἦν ἡ διάνοια καὶ ὁ λόγος αὐτοτελὴς τὸν θεὸν εἰσηγούμενος ποιητὴν τῶν ὅλων. ἀλλὰ τοῦτο καὶ Ἰουδαῖος ἂν εἴποι. ὁ δὲ τῆς ἐκκλησίας κῆρυξ πρὸς τῷ προτέρῳ καὶ τὸ δεύτερον μὴ ἀγνοεῖν διδάσκει· τί δὲ ἦν τοῦτο; «καὶ εἷς κύριος Ἰησοῦς Χριστός». διὸ προστίθησιν τὸ δεύτερον ἑξῆς λέγων «ἡμῖν (εἰ γὰρ καὶ μὴ πᾶσιν, ἀλλ᾽ ἡμῖν, φησίν) εἷς κύριος Ἰησοῦς Χριστός». διὰ τί δὲ μετὰ τὸν ἕνα θεὸν καὶ οὗτος «ἡμῖν εἷς κύριος», παρίστησιν ἐπιλέγων «δι᾽ οὗ τὰ πάντα»· ἐπειδὴ γὰρ τὰ «πάντα δι᾽ αὐτοῦ ἐγένετο», εἰκότως ἡμῖν τοῖς τοῦτ᾽ ἐπισταμένοις κύριος εἶναι τῶν ὅλων μετὰ τὸν ἐπὶ πάντων θεὸν πεπίστευται. ὅτι δὲ οὐ περὶ τῆς σαρκὸς ταῦτ᾽ ἔλεγεν, ἀλλὰ περὶ τοῦ θεοῦ λόγου, δῆλός ἐστιν ἐκ τοῦ ἐπιφέρειν «δι᾽ οὗ τὰ πάντα». «ἡμῖν» γάρ φησιν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα». ὃ δὴ καὶ περὶ τοῦ φωτὸς καὶ περὶ τοῦ προόντος λόγου εἴρηται.

αὐτὸς οὖν ἦν Ἰησοῦς Χριστὸς τὸ φῶς καὶ ὁ λόγος, «δι᾽ οὗ τὰ πάντα» γέγονεν, ἀλλ᾽ οὐχ ἡ σάρξ. οὐ γὰρ ἂν περὶ τῆς σαρκὸς ἀσυναρτήτως οὕτως εἶπεν ἂν τὸ «δι᾽ οὗ τὰ πάντα».

ιʹ. οἶδεν δὲ τὸν τῆς σαρκὸς προϋπάρχοντα τοῦ θεοῦ υἱὸν Χριστὸν ὀνομάζειν ὁ αὐτὸς Παῦλος, κατὰ τὸ αὐτὸ πέτραν αὐτὸν ἀποκαλῶν, δι᾽ ὧν γράφει περὶ τῶν ἐν τῇ ἐρήμῳ συνδιατριψάντων Μωσεῖ, λέγων «ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός», καὶ ἐπισφραγίζεται τὸ αὐτὸ μεθ᾽ ἕτερα φάσκων «μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο». καὶ ἔτι μᾶλλον τοῦτ᾽ αὐτὸ βεβαιοῖ λέγων «πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ». ἐναργέστατα δὲ ἔτι μᾶλλον τοῦτο συνίστησιν ἐν οἷς φάσκει «τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος». συνορᾷς ὅτι πρὸ τοῦ κενῶσαι ἑαυτὸν καὶ «μορφὴν δούλου» λαβεῖν ἦν καὶ προῆν καὶ «ἐν μορφῇ θεοῦ» ὑπῆρχεν. τίς δὲ ἦν οὗτος; οὐδεὶς ἄλλος ἢ Ἰησοῦς Χριστός. αὐτὸς οὖν ἦν θεὸς λόγος Ἰησοῦς Χριστὸς καὶ πρὶν ἢ τὴν σάρκα λαβεῖν.

ἀκριβῶς γὰρ ἀκουστέον τοῦ θείου ἀποστόλου λέγοντος «τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ», καὶ διασαφοῦντος ἑξῆς τίς ποτ᾽ ἦν οὗτος Ἰησοῦς Χριστός, δι᾽ ὧν ἐπισυνάπτει λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών». μήτι οὖν κἀνταῦθα ἐπὶ τὴν σάρκα οἷόν τέ ἐστιν ἐκλαβεῖν τὸ λόγιον; μὴ περὶ τῆς σαρκὸς ἁρμόζει λέγειν τὸ «ὃς [καὶ]» καὶ τὸ «ὑπάρχων»; ἀλλὰ μὴ σὰρξ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών»; ἀλλὰ γελοῖον τοῦτό γε. φέρ᾽ οὖν ἐξετάσωμεν ὅπως εἴρηται τὸ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν». εἰ μὲν δὴ λόγος ἦν ἀνύπαρκτος, μηδαμῶς ἔξωθεν τοῦ θεοῦ ὑφεστώς, ἀλλ᾽ ἔνδον ὢν ἐν αὐτῷ, ποτὲ μὲν ἐν ἡσυχίᾳ καὶ σιγῇ ποτὲ δὲ ἐν τῷ ἐνεργεῖν, καὶ πῶς οὗτος ἦν «ἐν μορφῇ θεοῦ», δυνάμει [θεῷ] αὐτὸς ὢν ὁ θεός; πῶς δὲ «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», αὐτὸς ὢν θεός; πῶς δὲ «ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος» τῷ πατρί; τὸ γὰρ ὑπακούειν τόνδε τῷδε δυεῖν γένοιτ᾽ ἂν προσώπων παραστατικόν. καὶ ἐπειδήπερ τῷ παρὰ ἀνθρώποις λόγῳ κέχρηται εἰκόνι Μάρκελλος, πευστέον εἰ δύναται ἁρμόζειν ἐπὶ τοῦ ἀνθρωπίνου λόγου τὸ λέγειν· ὃς ἐν μορφῇ ἀνθρώπου ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἀνθρώπῳ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν γενόμενος ὑπήκοος τῷ ἀνθρώπῳ;

καὶ πῶς ὁ ἐν ἀνθρώπῳ συμφυὴς λόγος ταῦτα ἂν ποιήσειεν, 〈ἓν〉 καὶ ταὐτὸν ὑπάρχων τῷ ἀνθρώπῳ; οὐκ ἄρα λόγος ψιλὸς καὶ ἀνυπόστατος ἔσται ἀλλ᾽ υἱὸς ἀληθῶς μονογενὴς τοῦ θεοῦ ὁ «ἐν μορφῇ θεοῦ ὑπάρχων», ὃς «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών», ὃν καὶ Ἰησοῦν Χριστὸν ὠνόμαζεν ὁ θεῖος ἀπόστολος, προϋπάρχοντα αὐτὸν τῆς σαρκὸς ἀκριβῶς ἐπιστάμενος.

ιαʹ. πρὸς τούτοις μεσίτην αὐτὸν τοῦ θεοῦ 〈ὁ〉 αὐτὸς ὠνόμασεν, τὴν Μωσέως νομοθεσίαν ἐν χειρὶ αὐτοῦ δεδόσθαι 〈εἰπὼν〉 δι᾽ ὧν φησιν «ὁ νόμος διαταγεὶς δι᾽ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». ἀκούεις ὅπως ἰδίως τὸν θεὸν ἀποκαλῶν καὶ ἀγγέλους ὀνομάζων, μεταξὺ τὸν μεσίτην εἰσάγει λέγων «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν». ἦν ἄρα καὶ πρὸ τῆς ἐνανθρωπήσεως κατὰ τοὺς Μωσέως χρόνους μεσιτεύων τῇ νομοθεσίᾳ.

ιβʹ. καὶ ἀρχιερέα δὲ αὐτὸν ὁ αὐτὸς ἀπόστολος ἀποκαλεῖ λέγων «ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ». ιγʹ. οὐ μὴν ἀλλὰ καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τοῦ θεοῦ καὶ υἱὸν καὶ κληρονόμον τὸν αὐτὸν οἶδεν λέγων «ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». καὶ ἐνταῦθα (ὥσπερ ἀνωτέρω ἐλέγετο περὶ τοῦ λόγου τὸ «πάντα δι᾽ αὐτοῦ ἐγένετο», καὶ περὶ τοῦ φωτὸς τὸ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο», καὶ περὶ Ἰησοῦ Χριστοῦ τὸ «ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα») θέα ὅπως περὶ τοῦ αὐτοῦ ὁμοίως εἴρηται τὸ «δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας».

ιδʹ. ἐπιστῆσαι δὲ τὸν νοῦν ἐν τούτοις ἄξιον, ὅπως ὠνόμασται ἀπαύγασμα· οἶμαι γὰρ τῆς ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γεννήσεως παραστατικὸν εἶναι τὸν λόγον. πολλάκις γὰρ ὠνομασμένου υἱοῦ καὶ τοῦ θεοῦ πατρὸς χρηματίσαντος, 〈ἵνα μὴ καταπεσόντες〉 ἐπὶ τὰς τῶν ζῴων γενέσεις τοιοῦτόν τινα τρόπον ὑπολάβοιμεν, ἐπὶ τοῦ θεοῦ θεοπρεπεστέρᾳ κέχρηται εἰκόνι ὁ ἀπόστολος, περὶ μὲν τοῦ πατρὸς εἰπὼν «φῶς οἰκῶν ἀπρόσιτον», τὸν δὲ υἱὸν ἀπαύγασμα τοῦ πατρικοῦ φωτὸς ὁρισάμενος, ὥστε εἶναι τὸ ἀπαύγασμα γέννημα τοῦ πρώτου φωτός, οὐ κατὰ τὴν τῶν θνητῶν ζῴων ὑποστὰν γένεσιν, κατὰ δὲ τὸ ῥηθὲν παράδειγμα. εἰκότως οὖν καὶ εἰκόνα αὐτὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ἀποκαλεῖ, διὰ τὸ «ἐν μορφῇ θεοῦ» ὑπάρχειν, καὶ διὰ τὸ «ἀπαύγασμα» εἶναι «καὶ χαρακτῆρα τῆς ὑποστάσεως». διὰ ταῦτα γὰρ περὶ αὐτοῦ γράφων ἔλεγεν «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ 〈τὰ〉 πάντα ἐν αὐτῷ συνέστηκεν». ταῦτα γὰρ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ, κἂν μὴ Μαρκέλλῳ δοκῇ, εἴρηται. οὐ γὰρ περὶ τῆς σαρκὸς εἶπεν ἂν τοσαῦτα ὁ θεῖος ἀπόστολος.

μωρὸν γὰρ τοῦτο καὶ ἀδιανόητον, πρὸς τῷ καὶ ἀσυνάρτητον εἶναι τῆς φράσεως τὴν ἑρμηνείαν· πῶς γὰρ περὶ τῆς σαρκὸς ἥρμοζε λέγειν «ὅς ἐστιν εἰκών», δέον (εἰ ἄρα) φῆσαι· ἥ ἐστιν εἰκών. 〈ιεʹ.〉 καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς εἰκόνα τοῦ θεοῦ αὐτὸν ὠνόμαζεν λέγων «εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων πρὸς τὸ μὴ καταυγάσαι ἐν ταῖς καρδίαις αὐτῶν τὸν φωτισμὸν τοῦ εὐαγγελίου τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ». ἔνθα καὶ προσήκει τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ θεῖος ἀπόστολος ὁρικὸν ἐξηνέγκατο λόγον περὶ τοῦ Χριστοῦ εἰπὼν αὐτὸν εἰκόνα τοῦ θεοῦ, ἵνα μή τις δύο θεοὺς ὑπολάβοι εἶναι, ἀλλ᾽ ἕνα τὸν ἐπὶ πάντων. εἰ γὰρ «εἷς θεός, καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ», αὐτὸς ἂν εἴη ὁ καὶ διὰ τοῦ υἱοῦ ὡς δι᾽ εἰκόνος γνωριζόμενος. διὸ καὶ ὁ υἱὸς θεός, διὰ τὴν ἐν αὐτῷ τοῦ πατρὸς ὡς ἐν εἰκόνι μόρφωσιν. ὃ δὴ παρίστησιν ὁ θεῖος ἀπόστολος, τοτὲ μὲν λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων», τοτὲ δὲ αὐτὸν «εἰκόνα τοῦ θεοῦ» ὁριζόμενος. οὐκοῦν μετὰ τῶν ἄλλων ἐπηγοριῶν καὶ «εἰκὼν τοῦ θεοῦ» πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς ἦν τε καὶ ὠνόμασται. ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς καινῆς διαθήκης, ὀλίγα ἀπὸ μυρίων, ἡμῖν λόγου συμμετρίας χάριν συνῆκται.

ιϛʹ. καὶ οἱ πάλαι δὲ γενόμενοι τοῦ θεοῦ προφῆται τὸν αὐτὸν διαφόροις ἐτίμων θεολογίαις. ὁ μὲν γὰρ ἀπεκάλει αὐτὸν πνεῦμα τοῦ θεοῦ λέγων «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ ἑξῆς. σαφῶς γὰρ τὸν «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» καὶ τὸν ἐνοικήσαντα αὐτῷ θεὸν λόγον διὰ τούτων ἐδήλου. ἔνθεν ὁ θεῖος ἀπόστολος ποτὲ μὲν ἔλεγεν «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν», ποτὲ δὲ «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». καὶ ἕτερος δὲ ὁμοίως πνεῦμα αὐτὸν ἀποκαλεῖ λέγων «πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος». καὶ ἐν τῷ εὐαγγελίῳ δὲ περὶ αὐτοῦ σαφῶς εἴρηται «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, ὃν ηὐδόκησεν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει».

ιζʹ. προφητῶν δὲ ἄλλος ζωὴν αὐτὸν καὶ φῶς ὠνόμαζεν ἐν τῷ προσφωνεῖν τῷ θεῷ καὶ λέγειν «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς». τίς γὰρ ἦν ἡ παρὰ τῷ θεῷ πηγὴ τῆς ζωῆς καὶ τὸ φῶς ἢ αὐτὸς ὁ ἐν εὐαγγελίοις εἰπὼν «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», καὶ «ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»; διὸ πάλιν ἱκετεύων ὁ προφήτης ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγει «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσει».

ιηʹ. ἀλήθειαν δὲ αὐτὸν καὶ Ζοροβάβελ ἀνειπὼν νικητηρίων ἠξιώθη, ὅτ᾽ ἐπὶ τοῦ Περσῶν βασιλέως ἀναγέγραπται εἰρηκὼς «καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ οὐκ ἔστιν παρ᾽ αὐτῇ λαβεῖν πρόσωπα, ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν ἀπέχεται». οἷς ἐπιλέγει «καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλοσύνη πάντων τῶν αἰώνων». ζῆν γὰρ εἰπὼν τὴν ἀλήθειαν καὶ νικᾶν καὶ κρατεῖν, ἐμφαντικώτατα παρέστησεν αὐτῆς τὴν ὑπόστασιν. οἷς ἀκολούθως καὶ αὐτὸς ὁ σωτὴρ ἀλήθειαν ἑαυτὸν ὀνομάζων τὴν τοῦ Ζοροβάβελ μαρτυρίαν ἐπεσφραγίζετο.

ιθʹ. καὶ ποταμὸν δὲ αὐτὸν ὠνόμασεν ὁ εἰπών «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ». κʹ. ἤδη δὲ καὶ ὄρος προσεῖπεν ὁ φήσας «τὸ ὄρος ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ». διὸ καὶ παρὰ τῷ Δανιὴλ «ἐξ ὄρους» λίθος τμηθεὶς «ἄνευ χειρῶν» καὶ πάλιν ὁ αὐτὸς ἀποκαθιστάμενος εἰς ὄρος ὑψηλὸν ἑωρᾶτο, τοῦ μὲν ὄρους τὴν προΰπαρξιν τῆς θεότητος αὐτοῦ σημαίνοντος, τοῦ δὲ λίθου τὴν ἀνθρωπότητα.

καʹ. καὶ δικαιοσύνην δὲ αὐτὸν ἐκάλουν ὡς ὁ λέγων «τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» 〈κβʹ.〉 καὶ ἥλιον δικαιοσύνης ὡς ὁ εἰπὼν «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» καὶ ἄλλος «δύσεται» φησὶν «ὁ ἥλιος ἐπὶ τοὺς προφήτας» «τοὺς πλανῶντας τὸν λαόν μου»· οὐ γὰρ δὴ ταῦτα τῷ αἰσθητῷ ἐφαρμόζοι ἂν ἡλίῳ, ἀλλ᾽ οὐδὲ τῷ ἐνσάρκῳ λόγῳ.

κγʹ. καὶ σοφίαν δὲ αὐτὸν ὀνομάζει Σολομὼν ἐν Παροιμίαις λέγων «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ» καὶ τὰ ἑξῆς. καὶ ὅτι προκόσμιος ἦν ἡ σοφία ζῶσα καὶ ὑφεστῶσα, αὐτὸς ἐδίδασκεν ἐκ προσώπου αὐτῆς ταύτας προέμενος τὰς φωνὰς «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην», εἶθ᾽ ἑξῆς ἐπιλέγων «δι᾽ ἐμοῦ 〈βασιλεῖς〉 βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην, δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾽ ἐμοῦ κρατοῦσιν».

κδʹ. ἀλλὰ καὶ ξύλον ζωῆς καὶ κύριον αὐτὸν Σολομὼν ἀπεκάλει λέγων «ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής». κεʹ. καὶ ὁ τοῦ Σολομῶνος δὲ πατὴρ Δαυὶδ ἐν Ψαλμοῖς [ὁμοῦ καὶ] κύριον ὁμοῦ καὶ ἱερέα αὐτὸν ὠνόμαζεν· τοτὲ μὲν λέγων «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου», τοτὲ δὲ φάσκων «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».

κϛʹ. καὶ θεὸν δὲ αὐτὸν οἶδεν ὁμολογεῖν ὁ αὐτὸς φάσκων «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ τοῦ θεοῦ τίς ἂν ἕτερος εἴη ἢ αὐτὸς ὁ διὰ τὸ χρῖσμα τὸ πατρικὸν Χριστὸς ἀνηγορευμένος;

κζʹ. ὁ δ᾽ αὐτὸς οὗτος καὶ ἀγαπητὸς ἦν τοῦ θεοῦ, ὃ δὴ παρίστησιν ἡ τοῦ ψαλμοῦ προγραφὴ περιέχουσα «ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ». κηʹ. Ἡσαίας δὲ βραχίονα αὐτὸν ἀπεκάλει λέγων «ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων 〈τῶν〉 ἐθνῶν.» 〈κθʹ.〉 καὶ Δαυὶδ ὁμοῦ δικαιοσύνην καὶ σωτήριον αὐτὸν ἠπίστατο, διὸ ἔλεγεν «ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ», καὶ πάλιν «εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ», καὶ αὖθις «τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» καὶ «δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν». 〈λʹ.〉 καὶ τί με δεῖ καθ᾽ ἕκαστον ἀναλέγεσθαι, παρὸν τῷ φιλομαθεῖ τὰ τοιαῦτα συνάγειν ἐξ ἁπάσης τῆς θεοπνεύστου γραφῆς, δι᾽ ἧς φαίνονται οἱ τοῦ θεοῦ ἄνθρωποι τῷ θείῳ πνεύματι φωτισθέντες τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἀπόρρητον οὖσαν τότε καὶ τὰ πλήθη διαλανθάνουσαν τοῦ Ἰουδαίων λαοῦ. διὸ καὶ διαφόρως αὐτὸν ἐξεφώνουν κεκαλυμμέναις ταῖς ἐπηγορίαις. ἐφυλάττετο γὰρ τῇ αὐτοῦ παρουσίᾳ ἡ χάρις τοῦ κηρύγματος τῆς περὶ αὐτοῦ θεολογίας, ἣν καθ᾽ ὅλης τῆς οἰκουμένης ἡ αὐτοῦ ἐκκλησία ὥσπερ τι πάλαι κρύφιον καὶ σεσιγημένον μυστήριον παραλαβοῦσα σεμνύνεται.

τοῦτο γοῦν καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων «κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν—νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης». ὁρᾷς ὅπως μυστήριον ἦν ἀποκεκρυμμένον πρότερον, νυνὶ δὲ φανερωθὲν ὁ υἱὸς τοῦ θεοῦ. διόπερ οἱ μὲν τοῦ θεοῦ προφῆται τῷ προφητικῷ πνεύματι μυστικῶς αὐτὸν ἐθεολόγουν, τὸ δὲ πλῆθος τοῦ Ἰουδαίων ἔθνους ἐν ἀγνοίᾳ ἐτύγχανεν τοῦ κεκρυμμένου μυστηρίου. ὅθεν θεὸν μὲν ἐδιδάσκετο ἕνα εἰδέναι διὰ τὸ τῇ πολυθέῳ πλάνῃ συνεχῶς ὑποσύρεσθαι, πατέρα δὲ ὄντα τὸν θεὸν υἱοῦ τοῦ μονογενοῦς ἠγνόει· τοῦτο γὰρ ἐφυλάττετο τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ τὸ μυστήριον, κατ᾽ ἐξαίρετον χάριν αὐτῇ δεδωρημένον, ἐν αὐτῷ γάρ εἰσιν κατὰ τὸν ἀπόστολον «πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι».

ἀλλὰ γὰρ διὰ τοσούτων ὁ τοῦ θεοῦ λόγος, ὁ «ἐν ἀρχῇ πρὸς τὸν θεόν», οὐ μόνον λόγος κεκλημένος, ὡς Μάρκελλος οἴεται, ἀπεδείχθη, ἀλλὰ καὶ υἱὸς καὶ μονογενὴς καὶ φῶς καὶ ἄρτος καὶ Ἰησοῦς καὶ Χριστὸς καὶ κύριος καὶ ἀρχιερεὺς καὶ ἀπαύγασμα καὶ χαρακτὴρ καὶ εἰκὼν καὶ πρωτότοκος πάσης κτίσεως καὶ πηγὴ ζωῆς καὶ ἀλήθεια καὶ ποταμὸς καὶ δικαιοσύνη καὶ ἥλιος δικαιοσύνης καὶ σοφία καὶ ξύλον ζωῆς καὶ κύριος καὶ θεὸς καὶ ἀγαπητὸς καὶ ἱερεὺς καὶ βραχίων καὶ δικαιοσύνη καὶ σωτήριον. καὶ πάντα ταῦτα ὢν καὶ προϋπάρχων τῆς σαρκὸς ὠνομάζετο, ὡς αἱ παρατεθεῖσαι γραφαὶ δεδηλώκασιν. τίνι τοίνυν λόγῳ ταῦτα πάντα παρεὶς Μάρκελλος ἐπὶ μόνου τοῦ λόγου ἵσταται, οὐ διαβαίνων μὲν καὶ ἐπὶ τὰς λοιπὰς ἐπωνυμίας, μόνον δὲ λόγον αὐτὸν εἶναι φάσκων τοῦ θεοῦ καὶ λόγον σημαντικόν, ποτὲ μὲν ἡσυχάζοντα ἐν τῷ θεῷ, ποτὲ δὲ ἐνεργείᾳ μόνῃ λαλοῦντα [λέγοντα] ἢ πράττοντα, ἢ διὰ τὸ Σαβελλιάζειν ἄντικρυς καὶ μὴ πιστεύειν εἰς τὸν υἱὸν τοῦ θεοῦ μηδὲ γνωρίζειν τὸ μυστήριον τὸ προϋπάρχον μὲν πάλαι, μόνῃ δὲ τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ διὰ τῆς αὐτοῦ φανερωθὲν χάριτος; εἰ δὲ λέγοι μυστήριον εἶναι ἀγνοούμενον τὸ λόγον ἔχειν ἐν ἑαυτῷ τὸν θεὸν καὶ χρῆσθαι λόγῳ (τοῦτο γὰρ αὐτῷ Μαρκέλλῳ δοκεῖ τοῦτον γράφοντι τὸν τρόπον τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον 〈ἢ τὸ〉 κατὰ τὸν λόγον;

οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ θεῷ τοῦτο πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι)— εἰ δὴ οὖν τοῦτο λέγοι, μανθανέτω ὅτι καὶ πᾶς Ἰουδαίων τῶν τὸν Χριστὸν τοῦ θεοῦ μὴ ἐπεγνωκότων ὁμολογήσειεν ἂν τὸν λόγον ἔχειν τὸν θεὸν καὶ μὴ εἶναι ἄλογον. τοῦτο δὲ καὶ Σαβέλλιος αὐτὸς καὶ πᾶς Ἕλλην τε καὶ βάρβαρος, ὁ θεὸν εἶναι ὑφιστάμενος, ἀναμφιλέκτως φήσαι ἄν· ἅμα γὰρ τῷ θεὸν εἰπεῖν, καὶ σοφὸν αὐτὸν νοεῖ καὶ λογικὸν καὶ δυνατὸν καὶ δίκαιον καὶ ἀγαθόν. ποῖον οὖν μυστήριον ἦν ἀποκεκρυμμένον τὸ τοῖς πᾶσιν ὁμολογούμενον; τίς γὰρ οὐκ ἂν εἴποι ἐν τῷ θεῷ σοφίαν εἶναι καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς καὶ ἀλήθειαν καὶ δικαιοσύνην καὶ λόγον καὶ πᾶν ὅ τι καλὸν καὶ ἀγαθόν; μᾶλλον δὲ αὐτὸν εἶναι πάντα ταῦτα καὶ εἴ τι τούτων ἀνώτερόν τε καὶ κρεῖττον καὶ ἡμῖν ἄγνωστον· ταῦτα γὰρ αὐτοδίδακτος φύσις ὁμολογεῖν περὶ τοῦ θεοῦ πάντα ἄνθρωπον ἐξαναγκάζει. ἔνθεν καὶ τὸν υἱὸν διδασκόμεθα πάντα ταῦτα εἶναι, ἅτε μονογενῆ υἱὸν καὶ κληρονόμον ὄντα τοῦ πατρὸς καὶ πάντ᾽ ἔχοντα ὅσα καὶ ὁ πατήρ. διὸ ἐν μορφῇ θεοῦ λέλεκται καὶ εἰκὼν τοῦ θεοῦ κατὰ τὸν θεῖον ἀπόστολον φήσαντα «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο 〈τὸ〉 εἶναι ἴσα θεῷ», καὶ πάλιν «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ».

οὐκ ἄρα τὸ λογικὸν εἶναι τὸν θεὸν τοῦτο ἦν «τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», οὐδὲ τοῦτο «νῦν ἐφανερώθη» τὸ φυσικαῖς ἐννοίαις πᾶσιν ἀνθρώποις ἐγνωσμένον· ἀλλὰ γὰρ ποῖον εἰ ἔροιτό τις, ἀποκρίνεται ὁ ἀπόστολος, «νυνὶ δὲ ἐφανερώθη» λέγων «τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν». Χριστὸς οὖν ἦν τὸ μυστήριον, δῆλον δ᾽ ὅτι υἱὸς τοῦ θεοῦ. διὸ μυστικῶς πρότερον οἱ τοῦ θεοῦ προφῆται διαφόροις αὐτὸν ἐδόξαζον ἐπηγορίαις, τὸ ἀπόρρητον ἀποκρύπτοντες καὶ τῇ αὐτοῦ χάριτι τὴν εἰς πάντας ἀποκάλυψιν αὐτοῦ ταμιευόμενοι. ὅτε τοίνυν μετὰ τοσαύτας τῶν γραφῶν μαρτυρίας διισχυρίζεται Μάρκελλος τὸν ἐν ἀρχῇ λόγον πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν μηδὲν ἕτερον εἶναι ἢ λόγον καὶ μηδ᾽ ἑτέρῳ χρηματίσαι ὀνόματι, τότε δὲ διαφόρων ἐπηγοριῶν τετυχηκέναι ὅτε «ὁ λόγος σὰρξ ἐγένετο», πρὸ τούτου μηδὲν ἕτερον ὄντα ἢ λόγον, πῶς οὐκ ἀμαθὴς καὶ ἀσύνετος τῶν θείων ἐλέγχοιτ᾽ ἂν ἀναγνωσμάτων; ἀλλὰ γὰρ τούτου συστάντος, φέρε λοιπόν, ὥσπερ ἀναβεβιωκότα τὸν νέον Σαβέλλιον ἐποπτεύσωμεν.