Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Η απαθής γέννηση και η υποστατική διάκριση Πατρός και Υιού

Ανάπτυξη της διδασκαλίας για την άρρητη και απαθή γέννηση του Υιού, διατηρώντας τη μοναρχία του Θεού, και απόδειξη της υποστατικής του ετερότητας ως εικόνας του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 8 από 19

οὐδὲ γὰρ ἐν τῷ ἐνεργεῖν πλατύνεται οὐδ᾽ ἐν τῷ μὴ ἐνεργεῖν συστέλλεται, οὐδ᾽ ὅλως ὁμοίως ἀνθρώποις ἐνεργεῖ οὐδ᾽ ὁμοίως ἀνθρώποις κινεῖται· μονὰς δὲ ὢν ἀδιαίρετος ὁ θεὸς τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐξ ἑαυτοῦ ἐγέννα, οὐ διαιρούμενος οὐδ᾽ ἀλλοίωσιν ἢ τροπὴν ἢ ῥοὴν ἤ τι πάθος ὑπομένων. οὐδὲ γὰρ προστάττων οὐδ᾽ ἐγκελευόμενος οὐδὲ νομοθετῶν, ὁμοίως ἀνθρώποις γλώττῃ καὶ χείλεσιν λαλῶν ταῦτα πράττει, οὐδέ γε ἀφορῶν εἰς τὴν τοῦ παντὸς διακόσμησιν ὁμοίως ἡμῖν ὀφθαλμοῖς χρώμενος ἐνατενίζει, ὁπότε καὶ «τὰ μὴ ὄντα» προλαβὼν ἀρρήτῳ καὶ θεϊκῇ δυνάμει ὡς ἤδη ὄντα καὶ ὑφεστῶτα θεωρεῖ. ἀλλ᾽ οὐδὲ ποιῶν καὶ δημιουργῶν ὁμοίως τοῖς παρ᾽ ἡμῖν τεχνίταις προϋποκειμένην ὕλην λαβὼν χερσὶν καὶ δακτύλοις τεκταίνεται, ἀρρήτῳ δὲ πάλιν καὶ ἀκαταλήπτῳ δυνάμει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὴν τῶν γενητῶν ἁπάντων ὑπεστήσατο οὐσίαν. εἰ δὴ οὖν πάντα λόγοις ἡμῖν ἀρρήτοις καὶ ἀσυλλογίστοις ἐποίει, τί δὴ χρὴ ἀγωνιᾶν, μὴ ὁμοίως τοῖς θνητοῖς ζῴοις πάθος τι περὶ αὐτὸν εἴποιμεν γεγονέναι ἐπὶ τῇ τοῦ υἱοῦ γεννήσει, ἣν ὑπὲρ πάντα καὶ πρὸ πάντων ὑπέστη, οὐ κατά τι τῶν τῇ θνητῶν φύσει συνεγνωσμένων, κατὰ δὲ τὸν αὐτῷ μόνῳ γνωριζόμενον τρόπον; ἀλλὰ φοβῇ, ὦ ἄνθρωπε, μὴ δύο ὑποστάσεις ὁμολογήσας δύο ἀρχὰς εἰσαγάγοις καὶ τῆς μοναρχικῆς θεότητος ἐκπέσοις;

μάνθανε τοίνυν ὡς, ἑνὸς ὄντος ἀνάρχου καὶ ἀγεννήτου θεοῦ τοῦ δὲ υἱοῦ ἐξ αὐτοῦ γεγεννημένου, μία ἔσται ἀρχὴ μοναρχία τε καὶ βασιλεία μία, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς ἀρχὴν ἐπιγράφεται τὸν αὐτοῦ πατέρα. «κεφαλὴ γὰρ Χριστοῦ ὁ θεὸς» κατὰ τὸν ἀπόστολον. ἀλλὰ ἀγωνιᾷς, μὴ δύο θεοὺς ἀνάγκη 〈εἴη〉 παραδέξασθαι τὸν δύο ὑποστάσεις πατρὸς καὶ υἱοῦ εἶναι ὁμολογοῦντα; ἀλλὰ καὶ τοῦτο γίνωσκε, ὡς ὁ δύο δοὺς ὑποστάσεις πατρὸς καὶ υἱοῦ οὐκ ἀναγκάζεται δύο πατέρας εἰπεῖν, οὐδὲ δύο υἱούς, ἀλλὰ τὸν μὲν ἕνα πατέρα δώσει, τὸν δὲ ἕτερον υἱόν. κατὰ τὸν αὐτὸν οὖν τρόπον οὐ δύο θεοὺς ἀνάγκη δοῦναι τὸν τὰς δύο ὑποστάσεις τιθέντα. οὐδὲ γὰρ ἰσοτίμους αὐτὰς ὁριζόμεθα οὐδ᾽ ἄμφω ἀνάρχους καὶ ἀγεννήτους, ἀλλὰ μίαν μὲν τὴν ἀγέννητον καὶ ἄναρχον, θατέραν δὲ γεννητὴν καὶ ἀρχὴν τὸν πατέρα κεκτημένην. διὸ καὶ αὐτὸς ὁ υἱὸς καὶ ἑαυτοῦ εἶναι θεὸν τὸν αὐτοῦ πατέρα διδάσκει, ἐν οἷς φησιν «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». ὁ μὲν δὴ θεὸς καὶ πατὴρ καὶ αὐτοῦ τοῦ υἱοῦ θεὸς ὢν δείκνυται· διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ υἱοῦ κηρύττεται.

ὁ δὲ υἱός, ὅτε μὲν αὐτὸς παραβάλλεται τῷ πατρί, οὐκέτ᾽ ἔσται καὶ αὐτοῦ τοῦ πατρὸς θεός, ἀλλ᾽ υἱὸς μονογενὴς καὶ ἀγαπητὸς αὐτοῦ καὶ «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ «ἀπαύγασμα» τῆς πατρικῆς δόξης, σέβει τε καὶ προσκυνεῖ καὶ δοξάζει τὸν ἑαυτοῦ πατέρα θεὸν αὐτὸν καὶ ἑαυτοῦ ἐπιγραφόμενος (〈ᾧ〉 καὶ εὔχεσθαι ἀναγέγραπται, ᾧ καὶ εὐχαριστεῖ, ᾧ καὶ «ὑπήκοος μέχρις θανάτου» γίνεται), ὁμολογεῖ τε ζῆν «διὰ τὸν πατέρα» καὶ μηδὲν δύνασθαι πράττειν ἄνευ τοῦ πατρὸς καὶ μὴ τὸ ἑαυτοῦ θέλημα ποιεῖν ἀλλὰ τὸ τοῦ πατρός. λέγει δ᾽ οὖν αὐταῖς συλλαβαῖς «ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ αὖθις «οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με». καὶ ὅτι γε ἕτερος ἦν ὁ πέμψας αὐτὸν παρ᾽ αὐτὸν παρίστησιν ἑξῆς λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ». εἶτα μνημονεύσας τοῦ βαπτιστοῦ, τὸν πατέρα μάρτυρα εἶναι αὐτοῦ διδάσκει φάσκων «καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ», καὶ προστίθησιν «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστιν». δι᾽ ὧν ἁπάντων ἕτερον ἑαυτὸν τοῦ πατρὸς δείκνυσιν.

καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ πατρὸς παρίστησιν διὰ τοῦ τὸν μὲν ἀπεσταλκέναι λέγειν, ἑαυτὸν δὲ ἀπεστάλθαι καὶ ἐκ τοῦ οὐρανοῦ κατεληλυθέναι «οὐχ ἵνα ποιήσῃ τὸ θέλημα τὸ ἑαυτοῦ ἀλλὰ τὸ τοῦ πέμψαντος» αὐτόν. καὶ τί ἂν πρὸς ταῦτα φαίη Μάρκελλος, ἀκούων τοῦ κατεληλυθότος ἐξ οὐρανοῦ ταῦτα διδάσκοντος; οὐ γὰρ δήπου καὶ νῦν τὴν σάρκα τοῦ σωτῆρος ταῦτα φάσκειν ἐρεῖ· οὐ γὰρ ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ κατελήλυθεν. τίνα τοίνυν ἐρεῖ τὸν ἐκ τοῦ οὐρανοῦ κατεληλυθότα καὶ ταῦτα διδάσκοντα; πότερα τὸν θεὸν αὐτὸν ἢ τὸν τούτῳ συνημμένον λόγον; ἀλλ᾽ εἰ λέγοι τὸν πατέρα, γυμνῶς ἀνακαλύψας τὸν Σαβέλλιον, αὐτὸς αὐτὸν ὁ σωτὴρ ἐψευσμένον ἀπελέγξει λέγων «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ «οὐ δύναμαι ἐγὼ ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω», καὶ «οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ «ὁ πατήρ μου μείζων μού ἐστιν». ταῦτα γὰρ οἴεσθαι τὸν πατέρα φάσκειν ἐσχάτης ἂν εἴη μανίας. εἰ δὲ τὸν ἐν τῷ θεῷ συμφυᾶ λόγον καὶ τὴν διάνοιαν αὐτοῦ, καθ᾽ ἣν λογίζεται καὶ ἔνδον ἐν ἑαυτῷ διανοεῖται, τὰ προκείμενα διεξιέναι φησίν, καὶ πῶς ἂν ἡ ἐνθύμησις τοῦ θεοῦ καὶ ἡ ἐν αὐτῷ διάνοια καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; πῶς δ᾽ ἐν τῇ σαρκὶ ᾗ ἀνείληφεν γενομένη ταῦτα διεξῄει;

πῶς δ᾽ 〈ὁ〉 ἐν τῷ θεῷ λόγος ἐρεῖ καταβεβηκέναι «οὐχ ἵνα ποιήσῃ τὸ θέλημα αὐτοῦ ἀλλὰ τὸ τοῦ πέμψαντος» αὐτόν; διὰ τούτων μὲν ὁ υἱὸς τοῦ θεοῦ τὸ πρὸς τὸν πατέρα σέβας ἑαυτοῦ παρίστησιν· ὅτε δὲ τῶν γενητῶν ἁπάντων καθηγεῖται τῶν δι᾽ αὐτοῦ γεγενημένων, ὡς ἂν ἁπάντων ὑπάρχων σωτὴρ καὶ κύριος καὶ δημιουργός («πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»), τηνικαῦτα καὶ θεὸς καὶ δεσπότης καὶ σωτὴρ καὶ βασιλεὺς ἀναγορεύοιτο ἄν. διὸ καὶ σέβειν καὶ προσκυνεῖν καὶ τιμᾶν αὐτὸν οἷα θεὸν ἡ ἐκκλησία αὐτοῦ δεδίδακται, τοῦτο πράττειν παρ᾽ αὐτοῦ μαθοῦσα. λέγει δ᾽ οὖν αὐτὸς ὁ σωτὴρ «οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν ἅπασαν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσιν τὸν πατέρα», διαρρήδην παρακελευόμενος τιμᾶν αὐτὸν μὴ ὁμοίως τοῖς προφήταις μηδ᾽ ὁμοίως ἀγγέλοις ἢ ταῖς τούτων διαφερούσαις δυνάμεσιν, ἀλλ᾽ αὐτῷ τῷ πατρὶ παραπλησίως. τοῦτο γὰρ αὐτὸς ὁ πατὴρ βουληθεὶς «πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν αὐτὸν καθὼς τιμῶσι τὸν πατέρα». ἃ δὴ καὶ Θωμᾶς ὁ Δίδυμος ἀκριβῶς ἐπιστάμενος, ἅτε τοῦ χοροῦ τῶν δώδεκα γεγονὼς μαθητῶν, λαμπροῖς ῥήμασιν καὶ θεὸν αὐτὸν καὶ κύριον ἐπεγράφετο λέγων «ὁ κύριός μου καὶ ὁ θεός μου».

διὸ δὴ καὶ ἡμᾶς προσήκει μόνον τὸν υἱὸν καὶ μηδένα ἕτερον θεϊκῇ τιμῇ σέβειν, καθὼς τιμῶμεν τὸν πατέρα, καὶ ἐν τούτῳ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ τιμωμένου· ὃ δὴ καὶ αὐτὸ διδάσκει λέγων «ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν». ὥσπερ γὰρ καὶ βασιλέως καταπεμφθεῖσαν εἰκόνα τιμῶντες τὸ πρωτότυπον τῆς εἰκόνος αὐτὸν ἂν τιμήσαιμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον ὁ πατὴρ ἂν εἴη διὰ τοῦ υἱοῦ τιμώμενος, ὡς καὶ δι᾽ αὐτοῦ ὁρώμενος. «ὁ» γὰρ «ἑωρακὼς» τὸν υἱὸν «ἑώρακεν τὸν πατέρα», τὴν ἀγέννητον θεότητα, οἷα ἐν εἰκόνι καὶ κατόπτρῳ, ἐν τῷ υἱῷ χαρακτηριζομένην ὁρῶν· «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ». πάντα δὲ ταῦτα παρὰ τοῦ πατρὸς λαβών, ἐξ αὐτοῦ τε καὶ τῆς θεότητος τὴν δόξαν, ὡς ἂν υἱὸς γνήσιος καὶ μονογενής, εἰληφὼς ἔχει. ἀλλ᾽ οὐ καὶ ὁ πατὴρ παρά τινος εἴληφεν, πάντων δ᾽ αὐτὸς ὢν ἀρχὴ καὶ πηγὴ καὶ ῥίζα τῶν ἀγαθῶν εἰκότως εἷς καὶ μόνος ἀναγορεύοιτο ἂν θεός. ἀλλὰ τούτων ἐν ἀγνοίᾳ τυγχάνων Μάρκελλος οὐ βούλεται μὲν ἀληθῶς τὸν υἱὸν ἐκ τοῦ πατρὸς γεγεννῆσθαι, ὡς υἱὸν ζῶντα καὶ ὑφεστῶτα, οἷα δὲ λόγον αὐτὸν σημαντικόν τινος ἢ προστακτικὸν προελθεῖν τοῦ θεοῦ φάσκει.

ἄκουε δ᾽ οὖν ἀκαλύπτως καὶ τοῦτο λέγοντος αὐτοῦ ταῖσδε ταῖς φωναῖς τὸ μὲν οὖν 〈πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι〉 φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δὲ οὐκέτι ὑγιῶς οὐδ᾽ εὐσεβῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα, καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ᾽ 〈ἀληθῶς υἱὸν μόνον〉, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν. εἶθ᾽ ὅτι μηδὲ γεγέννηται ἐκ τοῦ πατρὸς ὁ λόγος παριστὰς ὧδε λέγει πρὸς λέξιν ὁ τοίνυν ἱερὸς ἀπόστολος καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, «ἐν ἀρχῇ ἦν ὁ λόγος» 〈λέγων〉 «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ λόγου. οὕτω δὴ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενος, τὸν ἐν τῷ θεῷ λόγον ποτὲ μὲν ἔνδον εἶναι ἐν τῷ θεῷ ἔφασκεν ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ ἄλλοτε πάλιν ἀναδραμεῖσθαι εἰς τὸν θεὸν καὶ ἔσεσθαι ἐν αὐτῷ, ὡς καὶ πρότερον ἦν. ἐπάκουσον δ᾽ ὅπως ταῦτα λέγει τούτοις τοῖς ῥήμασιν νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς ὁ θεός.