Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς θεοφανείας (ἀποσπάσματα)

Εὐσέβιος Καισαρείας

Η κλήση των εθνών και η παγκόσμια ιεραποστολική εντολή

Η επιβεβαίωση της αναστάσεως και της θεότητος του Σωτήρος, η προφητική απόρριψη του απίστου Ισραήλ, η εκλογή των αποστόλων ως αλιέων ψυχών και η ανάθεση του παγκόσμιου κηρύγματος στα έθνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 4

τότε δὴ τότε ὁ τῶν ἁπάντων ζωοποιὸς τοῦ θεοῦ λόγος τὴν πᾶσιν ἀνθρώποις ἀποκειμένην ἐλπίδα διὰ τῆς τοῦ [τότε] θνητοῦ παλιγγενεσίας ἐπεδείκνυτο. τί οὖν ἐπὶ τούτοις γίνεται; οὐκέτι ἐγώ σοι γενοίμην 〈ἂν〉 τῶν πεπραγμένων διδάσκαλος. οἱ δὲ τούτων αὐτόπται εἶεν 〈ἂν〉 πάντων ἀξιόχρεοι μάρτυρες οἱ δι᾽ αἵματος καὶ ψυχῆς τῇ θέᾳ, τῶν πεπραγμένων τὴν ἀλήθειαν πιστωσάμενοι καὶ τὴν σύμπασαν οἰκουμένην 〈τῇ τοῦ μαρτυρουμένου δυνάμει〉 τῆς πρὸς αὐτῶν κατηγγελμένης θεοσεβείας καταπλήσαντες. οἵδε γοῦν 〈ἐπόπται γενόμενοι τῶν τότε πεπραγμένων〉 τὴν αὐτοῖς ὀφθαλμοῖς καταληφθεῖσαν παλιγγενεσίαν ταῖς ἑαυτῶν παρέδωκαν μαρτυρίαις. οὐκ ἦν γὰρ αὐτοῖς ἄχρι λόγου καὶ φωνῆς ἀκουόμενα τὰ πραττόμενα, ἀλλ᾽ ἤδη καὶ ἔργοις ἐθεωρεῖτο καὶ ἐψηλαφᾶτό γε ἀκριβῶς πρὸς τῶν ταῦτα μεμαρτυρηκότων. διὸ δὴ καὶ αὐτοψίᾳ καὶ ἀληθείᾳ τὸ ἐναργὲς κατειληφότες καὶ τῆς κατὰ τοῦ θανάτου νίκης τὰ τρόπαια τεθεαμένοι, εἰκότως ἔμαθον καταφρονεῖν τοῦ θανάτου, ταὐτὸ δὲ καὶ τοὺς αὐτῶν φοιτητὰς ἐδίδασκον, τῆς ἀθανάτου ζωῆς παρὰ τοῦ σωτῆρος εἰληφότες τὰ ἐχέγγυα. ἐπίδοξος ἦν τις ἀνὴρ τῶν ἐν στρατείαις, ἀξιώματος καὶ ἀρχῆς Ῥωμαϊκῆς ἐπειλημμένος.

ἐπειδὴ δὲ ὁ δοῦλος αὐτοῦ γνήσιος πάρετος τὰ μέλη οἴκοι βέβλητο, συνιδὼν οἵας ὁ σωτὴρ εἰς ἑτέρους ἐπεδείκνυτο δυνάμεις, ἰώμενος τοὺς κάμνοντας, «πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν» ἀκούμενος, λογισμῷ κρίνας μὴ κατ᾽ ἄνθρωπον εἶναι τὸ θαῦμα πρόσεισιν ὡς θεῷ, οὐκ εἰς τὸ φαινόμενον ἀπιδὼν τοῦ σώματος ὄργανον, δι᾽ οὗ τὰς ὁμιλίας ἀνθρώποις ἐποιεῖτο, εἰς δὲ τὸν ἀφανῆ θεὸν τὸν διὰ τοῦ θνητοῦ τὰς οἰκείας ἀρετὰς ὑποφαίνοντα. διὸ 〈προσέπεσε καὶ προσεκύνησε καὶ λιπαρῶν〉 ἐδεῖτο καὶ αὐτὸς ἐπὶ τῷ παιδὶ τῆς θεϊκῆς εὐεργεσίας τυχεῖν. μεθ᾽ ὅσης μὲν 〈οὖν〉 ἐξουσίας ἡ τοῦ σωτῆρος προενήνεκται φωνὴ 〈ὅσην τε ἀρετὴν παρέστησεν〉 ὁπόσης τε πεπλήρωτο δυνάμεως ὅσον τε 〈καὶ〉 τὸ φιλάνθρωπον καὶ πρόχειρον εἰς εὐεργεσίαν, ὡς ἐξ ἑτοίμου ἐπαγγείλασθαι τὴν αὐτοῦ παρουσίαν, οἷον δὲ καὶ τὸ θαῦμα τῆς εὐεργεσίας, οὐδ᾽ ἔστιν ἐπαξίως νοῆσαι. τὸ γὰρ μὴ πλέον φθέγξασθαι 〈τῷ χιλιάρχῳ ἢ «ὡς ἐπίστευσας γενηθήτω σοι»〉 καὶ ἅμα λόγῳ 〈καὶ〉 τὴν ἴασιν τῷ αὐτοῦ παιδὶ παρασχεῖν καὶ ἀπαλλάξαι παραχρῆμα τοῦ νοσεῖν τὸν παρὰ βραχὺ τῷ θανάτῳ κατεσχημένον, πῶς οὐ θεὸν ἀληθῶς διὰ θνητῆς φωνῆς φθεγξάμενον παρίστη; [ ]

ἀλλ᾽ εἰ πρὸς τοῦτό τις δυσπίστως ἔχει διὰ τὴν τοῦ θαύματος ὑπερβολήν, ἀλλ᾽ οὐκ ἐπὶ τῆς προρρήσεως σκήπτοιτο ἂν εὐλόγως, ἐφ᾽ ᾗ μείζων ὁ τῆς πράξεως ἔλεγχος ἀποδειχθήσεται, εἴ τις ἐν νῷ λάβοι, ὡς τότε μὲν εἷς Ῥωμαῖος ἦν ὁ τῷ σωτῆρι προσεληλυθὼς χιλίαρχος ὁ δὴ μείζονα καὶ εὐγνωμονεστέραν τοῦ Ἰουδαίων ἔθνους ἐνδειξάμενος τὴν εἰς αὐτὸν ὁμολογίαν, ὁ δ᾽ ἡμέτερος σωτὴρ πολλοὺς ἀνθ᾽ ἑνὸς ἔσεσθαι τοὺς κατ᾽ ἐκεῖνον μέλλοντας αὐτῷ προσιέναι ἐκ τῶν τε πρὸς ἕω καὶ ἀνατολὴν κλιμάτων τῶν τε κατὰ δυόμενον ἥλιον οἰκούντων θεσπίζει, τοὺς διὰ τῆς εἰς αὐτὸν ἐπιγνώσεώς τε καὶ ὁμολογίας τῆς ἴσης παρὰ θεῷ τιμῆς τοῖς Ἑβραίων προπάτορσι καταξιωθησομένους.

ὅτι δὴ κἀκείνων ὁ προπάτωρ αὐτὸς δὴ ὁ βοώμενος Ἀβραὰμ ἐκ πατέρων ὁρμώμενος δεισιδαιμόνων μετεβάλετο τὸν βίον, τῆς μὲν πολυθέου πλάνης ἀναχωρήσας, ἕνα δὲ τὸν ἐπὶ πάντων θεὸν ἐπιγνοὺς, ὁδὶ 〈αὐτῷ〉 καὶ τοῖς αὐτοῦ παισὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίους ἔσεσθαι μυρίους καθ᾽ ὅλης τῆς οἰκουμένης 〈τῶν ἀνθρώπων〉 καὶ τούτων μάλιστα τὰ πρὸς ἕω ἔθνη καὶ τοὺς κατὰ δυόμενον ἥλιον οἰκοῦντας προαγορεύει προστίθησί τε τούτοις 〈καὶ〉 τὸ μέγιστον τῆς προρρήσεως· αὐτοὶ Ἰουδαῖοι 〈οἱ〉 τῶν θεοφιλῶν ἐκείνων ἀπόγονοι, τὸν Ἀβραὰμ αὐχοῦντες καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, διὰ τὴν εἰς αὐτὸν ἀντιλογίαν τε καὶ ἀπιστίαν, ὡς ἂν τοῦ τῆς γνώσεως φωτὸς ἀπεστερημένοι, ἀπόβλητοι γενήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν ἐσχάτην ἀμαθίαν τοῦ τε σωτηρίου φωτὸς τὴν στέρησιν ὧδέ πη προαναφωνήσας. ἔνθα δὴ ἐπιστῆσαι τοῖς ἀποτελέσμασι προσήκει τὸν νοῦν ὀφθαλμοῖς τε αὐτοῖς παραλαβεῖν, ὡς Ἰουδαῖοι μὲν οἱ τῶν εἰρημένων θεοφιλῶν ἀνδρῶν γένος εἶναι σεμνυνόμενοι ἔκβλητοι γεγόνασιν οὐ τῆς τοῦ θεοῦ βασιλείας μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν ἱερᾶς καὶ βασιλικῆς μητροπόλεως. . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

ἀντὶ δὲ ἑνὸς τοῦ πάλαι τῷ σωτῆρι προσεληλυθότος χιλιάρχου ἄφατος ἀνδρῶν ἀριθμὸς ἐξ ἁπάντων τῶν ἐθνῶν 〈οὐ χιλίαρχοι μόνον ἀλλὰ καὶ τὸ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου πλῆθος ὡς καὶ μυρίοι ἄρχοντές τε καὶ ἡγεμόνες οἱ τῶν ἐθνῶν καὶ τῶν χωρῶν κρατοῦντες καὶ ἄλλοι τινὲς τιμῇ καὶ ἀξιώματι τούτων ὑπέρτεροι οἱ ἐν τοῖς βασιλείοις σεμνυνόμενοι〉 ὁμοίως ἐκείνῳ τῷ 〈χιλιάρχῳ τῷ θεοῦ〉 Χριστῷ προσιόντες καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας τὸν τῶν παρ᾽ Ἑβραίοις λαμψάντων 〈θεοφιλῶν〉 ἀνδρῶν ἐπιγνόντες θεόν, τῆς ἴσης αὐτοῖς ἐκείνοις ἠξίωνται παρὰ τῷ παμβασιλεῖ θεῷ ἀμοιβῆς. 〈πολλοῦ γὰρ ὄχλου ἐπικειμένου τῷ Ἰησοῦ ἐνέβη, φησίν, εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος. καθίσας δὲ ἐν αὐτῷ, ἡρμήνευσε τοῖς ὄχλοις. μετὰ δὲ αὐτάρκη διδασκαλίαν ἐπειδὴ ἔδει καὶ θεϊκὸν ἔργον προστιθέναι τοῖς λόγοις ὠφέλιμον τοῖς ὁρῶσι〉, παρακελεύεται μὲν τῷ Πέτρῳ [ὁ κύριος] χαλάσαι εἰς ἄγραν τὰ δίκτυα, ὁ δὲ 〈εἶπεν αὐτῷ· «δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν εὕρομεν. ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα», καὶ〉 τὰ προστεταγμένα ἐποίει.

ὡς δὲ «συνέκλεισαν πλῆθος ἰχθύων πολὺ» καὶ διερρήγνυτο τὰ δίκτυα τῷ πλήθει βαρούμενα, προσκαλοῦνται μὲν εἰς βοήθειαν τοὺς ἐν τῷ γειτνιῶντι πλοίῳ, εἶτ᾽ ἀνελκύσαντες τοὺς ἰχθύας πληροῦσιν ἄμφω τὰ σκάφη, ὡς κινδυνεύειν αὐτὰ βυθισθῆναι, ἐφ᾽ οἷς ὁ Πέτρος ἀποθαυμάσας ἐξεπλάγη ἀνάξιόν τε ἑαυτὸν τῆς σωτηρίου ἐπιβάσεως ὡμολόγει. [ ] ὁ δ᾽ ὥσπερ ἐπιδείξας αὐτῷ τὴν τοῦ μέλλοντος εἰκόνα διασαφεῖ 〈καὶ〉 τὴν ἑρμηνείαν, καί φησι πρὸς αὐτὸν 〈ὁ Ἰησοῦς〉· «μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν»· [πρὸς δὲ πάντας· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.] Γαλιλαίους ἄνδρας [εὐτελεῖς, ἀγροίκους] οὐδὲν πλέον τῆς Σύρων φωνῆς ἐπισταμένους, ἀλλὰ καὶ τὸ ἐπιτήδευμα ταπεινὸν 〈καὶ εὐτελὲς〉 τῆς ἁλιείας μετερχομένους εἰκότως ὁ σωτὴρ ἡμῶν θηρευτὰς ἀνθρώπων καὶ κήρυκας τῆς αὐτοῦ διδασκαλίας ποιήσειν ἐπηγγέλλετο καὶ πεποίηκεν οὐ ψευσάμενος τὴν ὑπόσχεσιν, παριστὰς θεοῦ δύναμιν ἐνεργητικὴν πράγματος πᾶσαν ἀνθρώπων ἀρετὴν καλύπτοντος. εἰ μὲν γὰρ λογίους τινὰς καὶ σοφοὺς ἢ καὶ τῶν παρὰ Ἰουδαίοις ἀνθρώπων ἐνδόξων καὶ πλουσίων προσαγόμενος τούτοις ἐκέχρητο διδασκάλοις τῶν αὐτοῦ λόγων, κἂν εἰκὸς ἦν ἀνθρωπινώτερον ἐπινενοῆσθαι τὸ πρᾶγμα.

οὕτω γοῦν οἱ πλείους τῶν ἀνθρώπων εἰώθασιν ὑποτάττεσθαι ἢ χρήμασιν ὑπὸ πλουσίων δελεαζόμενοι ἢ λόγων περιβολῇ καὶ φαντασίᾳ σοφίας ἀπατώμενοι ἢ ὑπεροχὰς ἐνδόξων προσώπων καταπληττόμενοι. ὁ δὲ μὴ τοιούτοις χρησάμενος μαθηταῖς, τοὐναντίον δὲ πένησι καὶ ἀδόξοις καὶ τὸν λόγον ἰδιώταις Σύροις τε τὴν φωνὴν καὶ τὸ σχῆμα ταπεινοῖς καὶ εὐτελέσιν, ἔργῳ δῆλος ἦν μόνῃ τῇ θεϊκῇ δυνάμει χρώμενος, ἣν ἐνεδείξατο πρῶτα μὲν φωνῇ μιᾷ προσκαλεσάμενος αὐτοὺς καὶ ἀκολούθους αὐτοῦ καταστήσας κἄπειτα ἐπαγγειλάμενος σαγηνευτὰς καὶ κήρυκας ἀνθρώπων ποιήσειν αὐτούς, ἵν᾽ ἀνθ᾽ ὧν εἶχον δικτύων λαβόντες παρ᾽ αὐτοῦ τὴν ἀπὸ παντοίων λόγων νομικῶν τε καὶ προφητ〈ικ〉ῶν τῶν τε τῆς ἐνθέου διδασκαλίας αὐτοῦ πλακεῖσαν σαγήνην ἐμβάλωσιν εἰς τὴν τοῦ ἀνθρωπείου βίου θάλατταν καὶ περιβάλωσιν ὅσους ἂν εὕρωσιν, πληροῦντες τὰ ἑαυτῶν λογικὰ δίκτυα παντὸς γένους λογικῶν ἰχθύων. ἀλλὰ ταῦτα μέν, διὰ φωνῆς 〈τότε〉 ἀκουόμενα, ῥήματα καὶ ψόφοι καὶ πλέον ὑπῆρχεν οὐδέν.

τῆς δ᾽ ἐνθέου δυνάμεως τὸ ἔργον οὐκ εἰς μακρὰν παρεστήσατο, αὐτὰ δὴ ταῦτα τὰ διὰ τῶν λόγων προηγορευμένα τοῖς ἔργοις ἐπιτελέσας, ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν 〈ὁμοῦ〉 ἀνθρώπων οἰκουμένην μυρία πλήθη τῶν σαγηνευθέντων ὑπὸ τῶν 〈πενήτων καὶ〉 ἰδιωτῶν τούτων ἀνδρῶν κτήσασθαι πληρωθῆναί τε ἐκκλησιῶν πάντα τόπον Ἑλλήνων τε καὶ βαρβάρων διὰ μίαν ἐκείνην ἐπαγγελίαν τῆς θεϊκῆς φωνῆς, δι᾽ ἧς οὐ διδάξειν τοὺς ἑαυτοῦ μαθητάς, ἀλλ᾽ αὐτὸς ποιήσειν αὐτοὺς ἁλιέας ἀνθρώπων ἐπηγγείλατο, ὥστ᾽ οὐ προέγνω μόνον οὐδὲ προέφησε τὸ μέλλον, ἀλλὰ καὶ ποιητὴς τῆς τηλικαύτης γνώσεως ἀποπέφανται, εἶπέ τε τῷ λόγῳ καὶ πεποίηκε τῷ ἔργῳ, παρέστησέ τε τὸ μέλλον διὰ συμβόλου καὶ εἰκόνος καὶ δι᾽ αὐτῆς ἐνεργείας ἀπεπλήρωσεν. τοῖς γὰρ πάλαι πρότερον ἐν σκοτίᾳ φωτὸς ἀληθείας καὶ θεοῦ γνώσεως ἐν νυκτὶ καταπονηθεῖσι καὶ μηδένα πρὸς σωτηρίαν θηρεῦσαι δεδυνημένοις ἐπιλάμψας τὸ ἑαυτοῦ φέγγος ἐν ἡμέρᾳ καὶ φωτὶ γενομένοις προστάττει, οὐ τῇ οἰκείᾳ ἐπιστήμῃ, τῷ δὲ αὐτοῦ ῥήματι θαρσοῦντας ἐπιβάλλειν τῷ βυθῷ τὰ δίκτυα. οἱ δὲ τοσαῦτα συνήγαγον ἰχθύων πλήθη, ὡς διαρρήγνυσθαι μὲν τὰ θηρευτικὰ ὄργανα, κινδυνεύειν δὲ εἰς βυθὸν χωρεῖν ἀπὸ τοῦ φόρτου τὰ πλοῖα. ἐπεὶ δὲ ταῦθ᾽ οὕτως πραττόμενα τὸν Πέτρον εἰς ἔκπληξιν καὶ φόβον οὐ τὸν τυχόντα ἦγεν, ἀλλὰ ταῦτά σε, φησὶ πρὸς αὐτὸν ὁ σωτήρ, μήπω ἐκπληττέτω.

παιδιαὶ γὰρ ἔτι ταῦτα καὶ μελλόντων εἰκόνες. οἵδε μὲν γὰρ ἰχθύες ἄναυδοι καὶ ἄλογοι καὶ ταῦτα σκάφη καὶ δίκτυα ἐξ ἀψύχου ὕλης κατεσκευασμένα, ἀλλ᾽ οὐ τοιαῦτα τούτων τὰ παραδείγματα. μικρὸν γοῦν ὕστερον, μᾶλλον δὲ ἐντεῦθεν ἤδη καὶ «ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν», τῆς μὲν μοχθηρᾶς ταύτης καὶ ἀνωφελοῦς ἀπαλλαγεὶς ἁλιείας, λογικῶν δὲ ζώων ἀντὶ τῶν ἀλόγων θηρευτὴς γινόμενος, καὶ οὐκέτι ἐκ βυθῶν θαλάττης, ἐκ δὲ τῆς ἁλμυρᾶς τοῦ βίου πικρίας ἐκ σκοτίων τε μυχῶν ἀθεότητος καὶ κακίας εἰς φῶς νοερὸν καὶ καθαρὰν πνοὴν ἀνελκύσεις τοὺς ὑπὸ σοῦ θηρευθησομένους, μᾶλλον δὲ ζωγρήσεις αὐτοὺς διὰ τοῦ ζωὴν αὐτοῖς ἀλλ᾽ οὐ θάνατον προξενεῖν. οἱ μὲν γὰρ ἐκ πελάγους ἰχθύες ἐν σκότῳ καὶ βυθῷ πρότερον ζῶντες αὐτίκα φωτὸς καὶ πνοῆς μετασχόντες ἀπόλλυνται, οἱ δὲ ἐξ ἀνθρώπων ὑπὸ σοῦ θηρευθησόμενοι ἐκ σκότους ἀγνοίας μεταβαλόντες ἐπὶ ζωὴν ἔνθεον ἀγρευθήσονται. διὸ καὶ «ζωγρῶν ἔσῃ ἀπὸ τοῦ νῦν ἀνθρώπους» 〈φησίν〉. [ ] ταῦτα θεϊκῇ δυνάμει προηγόρευσεν ὁ σωτήρ, ταῦτα τοῖς ἔργοις πιστὰ καὶ ἀληθῆ ἐπέδειξεν ὁ αὐτός. ὁ γοῦν ἀμφιβολεὺς ἐκεῖνος, ὁ ἁλιεύς, ὁ Σύρος ἀντὶ τῆς τῶν ἰχθύων θήρας ὅσας ἀνθρώπων ἐσαγήνευσε μυριάδας λόγων ἀπορρήτων δικτύοις θεϊκῇ δυνάμει πλακεῖσιν, οὐκ ἔστιν ἀριθμῷ περιλαβεῖν δυνατόν. ὄψις δ᾽ ἀδήλων τὰ φαινόμενα.

ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ σωτῆρος θεοφανείας οὐκ ἤνεγκεν, ἃ μήτε Μωσῆς ὁ τῶν Ἑβραίων νομοθέτης μήτε οἱ μετὰ Μωσέα τοῦ θεοῦ προφῆται 〈μήτε μυρίοι ἄλλοι πάλαι τὴν ἔνθεον διδασκαλίαν τοῖς ἀνθρώποις ἀναφωνήσαντες θηρευταὶ〉 πολλὰ καμόντες διὰ πάσης νυκτὸς τῆς πρὸ τῆς ἐπιφανείας αὐτοῦ καταπράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος τὴν φωνήν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου αἱ εἰς δεῦρο διαλάμπουσαι ἐκκλησίαι, πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι, οἵα ἡ κατὰ Καισάρειαν τῆς Παλαιστίνης τυγχάνει, οἵα ἡ ἐπὶ Ἀντιοχείας τῆς κατὰ τὴν Συρίαν, οἵα ἡ ἐπ᾽ αὐτῆς τῆς Ῥωμαίων πόλεως. τάσδε γὰρ αὐτὸς ὁ Πέτρος τὰς ἐκκλησίας καὶ τὰς ἀμφ᾽ αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται, καὶ τὰς ἐπ᾽ Αἰγύπτου κατ᾽ αὐτὴν τὴν Ἀλεξάνδρειαν πάλιν αὐτός, οὐ μὴν δι᾽ αὑτοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὑτῷ κατεστήσατο. αὐτὸς μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην ἔθνη ἐσχόλαζεν, τὸν δ᾽ αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ᾽ Αἴγυπτον διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν. τὸν δὲ νοῦν ἐπίστησον καὶ τοῖς λοιποῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς, οὓς ἐπαγγειλάμενος ποιήσειν ἁλιεῖς ἀνθρώπων, ἔργῳ τὸν λόγον ἔδειξεν.

εἰσέτι γοῦν καὶ νῦν ὁ αὐτὸς ἐνεργεῖ καὶ ποιεῖ, πανταχοῦ γῆς παρὼν καὶ πᾶσαν τὴν ἀνθρώπων οἰκουμένην τῶν αὐτοῦ λογικῶν δικτύων πληρῶν, ἐκ παντὸς γένους λογικῶν ἰχθύων βαρβάρων τε καὶ Ἑλλήνων, ἀνασπῶν 〈ἐκ〉 τοῦ τῆς κακίας βυθοῦ καὶ τοῦ τῆς ἀθεότητος σκότους τὰς τῶν ἀνθρώπων ψυχάς, ἀνέλκων τε αὐτὰς 〈ἐφ᾽ ἑκάστης ἡμέρας καὶ ἐφ᾽ ἑκάστης ὥρας〉 ἐπὶ τὸ φῶς τῆς ὑπ᾽ αὐτοῦ παραδοθείσης ἐνθέου γνώσεως . . . . . . οὕτω δὲ 〈πάλιν〉 καὶ Ἰωάννου τοῦ υἱοῦ Ζεβεδαίου, ὃν ἐπὶ τῆς ἁλιείας ἅμα τῷ πατρὶ καὶ τῷ ἀδελφῷ καταρτίζοντα τὰ δίκτυα θεασάμενος τῆς αὐτῆς ἠξίωσε κλήσεώς τε καὶ ἐπαγγελίας, καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκλάμπει τοὔνομα καὶ οἱ λόγοι τὰς τῶν ἀνθρώπων ψυχὰς καταυγάζουσι διὰ τῆς 〈ὑπ᾽〉 αὐτοῦ παραδοθείσης τοῦ εὐαγγελίου γραφῆς παντοίᾳ γλώττῃ Ἑλληνικῇ τε καὶ βαρβάρῳ μεταβληθείσης εἰς ἐξάκουστόν τε πᾶσι τοῖς ἔθνεσιν ἐφ᾽ ἑκάστης ἡμέρας κηρυττομένης. καὶ ἐπειδήπερ ἐν προφητείαις ἀναγράπτοις εἰς αὐτοῦ πρόσωπον εἴρηται προφητικῶς· «αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς», διὰ τοῦτο ὡς ἂν τῆς προφητικῆς μαρτυρίας ἔργῳ νῦν πληρωθείσης, φησὶ τοῖς αὐτοῦ μαθηταῖς· [ ] «ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς» [ ].

τῶν μὲν γὰρ κατ᾽ οὐρανὸν ἐξ αἰῶνος ἐπεῖχε τὴν βασιλείαν, τῶν δ᾽ «ἐπὶ γῆς» νῦν αὐτῷ δεδόσθαι φησὶ τὴν ἀρχὴν 〈«ὑπὸ τοῦ πατρὸς» ἀκολούθως τῷ «αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου»〉. πάλαι μὲν γάρ, ὡς Μωσῆς μαρτυρεῖ, 〈«ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων»〉, ἄγγελοι θεοῦ ἦσαν 〈πάντας〉 τοὺς 〈πρότερον〉 ἐπὶ γῆς ἐγκεχειρισμένοι. διατραπείσης δὲ τῆς ἀνθρωπότητος ἐπὶ τὴν πολύθεον πλάνην καὶ τῶν ἐπιστατούντων ἀγγέλων μηδὲν πρὸς τοῦτο ἐπικουρεῖν δυναμένων, αὐτὸς δὴ λοιπὸν ὁ 〈κοινὸς〉 τῶν ὅλων σωτὴρ διὰ τῆς αὐτοῦ θεοφανείας μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διδάσκει, ὅτι μηκέτ᾽ ἀγγέλοις ἀλλ᾽ αὐτῷ πρὸς τοῦ πατρὸς ἡ τῶν ἐπὶ γῆς ἐθνῶν ἐξουσία δέδοται. διὸ τοῖς αὐτοῦ μαθηταῖς οὐ πρότερον, ἀλλὰ νῦν παρεκελεύσατο περιελθεῖν καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. ἀναγκαίως δὲ προστίθησι 〈καὶ〉 τὸ μυστήριον τῆς ἀποκαθάρσεως. ἐχρῆν γὰρ τοὺς ἐξ ἐθνῶν ἐπιστραφέντας «παντὸς μολυσμοῦ» καὶ μιάσματος διὰ τῆς αὐτοῦ δυνάμεως ἀποκαθαίρεσθαι, ἐκ τῆς δαιμονικῆς καὶ εἰδωλολάτρου πλάνης 〈ἐρρυπωμένους〉 μιάσμασί τε παντοίοις ἐνεσχημένους ἄρτι τε πρῶτον ἐξ ἀκολάστου καὶ παρανόμου βίου μεταβεβλημένους.

τούτους δὲ καὶ διδάσκειν παραινεῖ μετὰ τὴν ἀποκάθαρσιν τὴν διὰ τῆς αὐτοῦ μυστικῆς διδασκαλίας, οὐ τὰ Ἰουδαϊκὰ παραγγέλματα οὐδὲ τὰ παρὰ Μωσεῖ νόμιμα ἀλλ᾽ ὅσα 〈αὐτὸς〉 αὐτοῖς ἐνετείλατο φυλάττειν. ταῦτα δ᾽ ἦν, ἃ δὴ συμφώνως οἱ πάντες ἐκπεριελθόντες πάντα τὰ ἔθνη παραδεδώκασι 〈πᾶσι τοῖς γνωρίμοις καὶ πάσαις〉 ταῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκκλησίαις. ἀναγκαίως δὲ αὐτοὺς προτρέπει καὶ προθυμοτέρους ἀπεργάζεται ἐπὶ τὸ θηρεῦσαι περιελθεῖν τε πάντα τὰ ἔθνη καὶ μαθητεῦσαι πᾶν γένος ἀνθρώπων, δι᾽ ἧς πεποίηται πρὸς αὐτοὺς ὑποσχέσεως εἰπών· «καὶ ἰδοὺ ἐγώ εἰμι μεθ᾽ ὑμῶν». [ ] τούτῳ δὲ τῷ τῆς ἐπαγγελίας λόγῳ ἔργον ἐπιθεὶς θεϊκῇ τε δυνάμει ἑκάστῳ συνὼν 〈καὶ πᾶσιν ὁμοῦ παρὼν〉 συμπνέων τε αὐτοῖς καὶ συνεργῶν ἐπιστώσατο τὸ κατόρθωμα, διδασκάλους [τε] αὐτοὺς τῶν ἐθνῶν ἁπάντων τῆς ὑπ᾽ αὐτοῦ παραδοθείσης θεοσεβείας ἀποδεικνύμενος. ταύτῃ γοῦν ἐπιθαρσήσαντες τῇ ἐπαγγελίᾳ, ἔργῳ τοὺς αὐτοῦ λόγους ἐπλήρουν· αὐτίκα μηδὲν ὑπερθέμενοι σὺν πάσῃ προθυμίᾳ προῆλθον ἐπὶ τὴν τῶν ἐθνῶν διδασκαλίαν, ἔργῳ μὲν αὐτῷ παραλαβόντες καὶ ὀφθαλμοῖς ὁρῶντες ζῶντα τὸν πρὸ μικροῦ θανόντα, καὶ ὃν ἐξωμόσαντο ἀρνησάμενοι διὰ τὰ συμβεβηκότα, τοῦτον αὐτὸν ἐναργῶς καὶ αὐτοπροσώπως παρόντα καὶ συνήθως προσδιαλεγόμενον ἐπαγγελλόμενόν τε αὐτοῖς τὰ προλελεγμένα, οὐκ ἔχοντες δὲ ὅπως ἀπιστήσωσι ταῖς ἐπαγγελίαις διὰ τὴν θεωρουμένην ὄψιν.

ἦ γὰρ ἂν καὶ ἀπώκνησαν πρὸς τὸ ἐπίταγμα ἀγροικίαν ἑαυτοῖς καὶ λόγων ἰδιωτείαν συγγινώσκοντες, δι᾽ ἣν τάχα ἂν καὶ παρῃτήσαντο, εἰκότως λογισάμενοι, ὡς οὐχ οἷόν τε ἦν Σύρους τὴν γλῶτταν καὶ πλέον ἁλιείας μηδὲν ἐπισταμένους, διδασκάλους Ἑλλήνων ὁμοῦ καὶ Ῥωμαίων Αἰγυπτίων τε καὶ Περσῶν καὶ τῶν. λοιπῶν βαρβάρων ἐθνῶν καταστῆναι ἀντινομοθετῆσαί τε τοῖς ἁπανταχοῦ γῆς νομοθέταις τε καὶ βασιλεῦσι τἀναντία τοῖς περὶ τῶν πατρῴων θεῶν ἐκ τοῦ παντὸς αἰῶνος δεδομένοις. ἀλλ᾽ οὐκ ἐξῆν αὐτοῖς ταῦτα διανοεῖσθαι, ἀκούσασι μὲν θεοῦ φωνῆς λεγούσης αὐτοῖς «ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι 〈πάσας τὰς ἡμέρας〉», ὁρῶσι δὲ ἐναργῶς τὴν τοῦ λαλοῦντος θεότητα κρείττονα θανάτου φανεῖσαν. διὸ καὶ δέος αὐτοῖς τῆς παρακοῆς εἰσῄει, ἔνθεν ὁμόσε τοῖς κινδύνοις ἐχώρουν, τῆς μετὰ θάνατον ζωῆς παρὰ τοῦ διδασκάλου λαβόντες τὰ ἐχέγγυα, προῆλθόν τε εὐθαρσῶς ἐπὶ τὴν τῶν ἁπάντων ἐθνῶν περίοδον, τοῦ σφῶν διδασκάλου τὰς ὑποσχέσεις ἔργοις πιστούμενοι . . . . . . . ἅπαξ οὖν ἀποφηναμένου δεῖν κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ἐπὶ πάντα τὰ ἔθνη, εἰ μὴ τοὖργον ἐπηκολούθηκε τῷ λόγῳ, μηδὲ τὰ τῆς ἐκ νεκρῶν ἀναβιώσεως αὐτοῦ πιστευέσθω, εἰ δὲ εἰσέτι καὶ νῦν τὰ τῆς προρρήσεως εἰς ἔργον χωρεῖ ὅ τε λόγος αὐτοῦ ζῶν καὶ ἐνεργῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ὀφθαλμοῖς ὁρᾶται, ὥρα μηδὲ τῷ τὸν λόγον προεμένῳ ἀπιστεῖν.

οὗ γὰρ ἡ δύναμις ζῶσα καὶ ἐνεργὴς ὁρᾶται, τοῦτον ἀνάγκη πᾶσα πολὺ πρότερον 〈ὁμολογεῖν〉 ζῆν καὶ θεοῦ ζωὴν τοῦτον ἐκτελεῖν, οὗ ζῶντα τὰ ἔργα σύμφωνα ταῖς φωναῖς ἀποδείκνυται. πᾶσαν γοῦν ἀκοὴν παντοίων ἐθνῶν οἱ αὐτοῦ λόγοι διῆλθον, μεταβαλλόμενοι καὶ μεθερμηνευόμενοι εἰς παντοίαν γλώτταν Ἑλληνικήν τε καὶ βάρβαρον, ὡς ἐξάκουστον αὐτοῦ τὴν διδασκαλίαν πᾶσι τοῖς ἔθνεσι γενομένην εἰς ἐπιστροφὴν καὶ μετάνοιαν ἀγαγεῖν μυρία πλήθη τῶν πρότερον ἐν πολυθέῳ πλάνῃ καὶ εἰδωλολατρείᾳ πλημμελῶς καὶ ἀσέμνως βιούντων. οὐ πρότερον δὲ ἄφεσιν εἶτα μετάνοιαν, ἀλλὰ μετάνοιαν πρῶτον εἶτα τὴν ἄφεσιν κηρύττειν παρακελεύεται. τοῖς γὰρ γνησίαν πρότερον κακῶν μετάνοιαν ἐνδειξαμένοις ἡ σωτήριος χάρις τὴν συγχώρησιν τῶν πεπραγμένων ἐδωρήσατο, δι᾽ οὓς καὶ τὸν θάνατον ἀνεδέξατο, λύτρον ἑαυτὸν ἐπιδοὺς καὶ ἀντίψυχον τῶν μελλόντων δι᾽ αὐτοῦ σωθήσεσθαι. οὕτω δῆτα οἱ αὐτοῦ μαθηταί, ἄνδρες ἄπειροι λόγων ὄντες καὶ πάμπαν ἰδιῶται πένητές τε καὶ εὐτελεῖς τὸ σχῆμα, τῇ δυνάμει τοῦ μετὰ θάνατον θεωρουμένου καὶ ἐμφανῶς αὐτοῖς συναυλιζομένου ἐπιθαρσήσαντες ἀπὸ τῆς Ἱερουσαλὴμ πόλεως ἀρξάμενοι κατὰ τὰς αὐτοῦ παρακελεύσεις [ἵνα ἀναπολόγητα εἴη τοῖς Ἰουδαίοις ἀπιστήσασιν] ἐπὶ πάντα προῆλθον τὰ ἔθνη καὶ τὰ προστεταγμένα ἐποίουν, κηρύττοντες μετάνοιαν τοῖς πᾶσι καὶ λύσιν τῶν πρότερον τῆς ψυχῆς ἀμπλακημάτων . . . . . . . . . .