Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς θεοφανείας (ἀποσπάσματα)

Εὐσέβιος Καισαρείας

Οι προρρήσεις για την καταστροφή της Ιερουσαλήμ και την παύση της νομικής λατρείας

Η παραβολή του αμπελώνα, ο έλεγχος των Ιουδαίων αρχόντων, οι προφητείες για την ερήμωση του ναού και της πόλεως, και η ιστορική επαλήθευσή τους που σήμανε την οριστική κατάργηση του μωσαϊκού νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 4

τὴν πρὸς θεὸν γνῶσίν τε καὶ φιλίαν, ἣν τοῖς αὐτοῦ προὐξένει μαθηταῖς, τήν τε τῆς ψυχῆς ἀταραξίαν καὶ λογισμοῦ τὸ γαληνὸν καὶ εὐσταθὲς τοῦτον ἀποκαλῶν τὸν τρόπον. συνηγμένων μὲν οὖν ἐπὶ τὸ αὐτὸ ἐν τοῖς Ἱεροσολύμοις τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἀρχιερέων τε καὶ νομοδιδασκάλων, 〈αὐτὸς δὲ〉 ἐν αὐτῷ τῷ ἱερῷ ποιούμενος τὰς διατριβὰς τὰ μέλλοντα αὐτοῖς κατ᾽ αὐτοῦ τολμᾶσθαι καὶ τὸν ἐπὶ τῇ τόλμῃ καταληψόμενον αὐτοὺς ὄλεθρον ἐπεσκιασμένως τοῦτον τὸν τρόπον διὰ τῆς παραβολῆς προηγόρευσεν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἔστι δὲ ἡ παραβολὴ συγγενὴς τῇ παρὰ τῷ 〈προφήτῃ〉 Ἡσαΐᾳ, παρ᾽ ᾧ τοῦτον ἔχει τὸν τρόπον· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα καὶ πύργον 〈ἐν μέσῳ αὐτοῦ〉 ᾠκοδόμησα καὶ προλήνιον ὤρυξα καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». ἀλλ᾽ ἡ μὲν παρὰ τῷ προφήτῃ τὸν ἀμπελῶνα διαβέβληκεν, ὃν καὶ ἡρμήνευσε τίς ποτε ἦν, εἰπών· «ὁ γὰρ ἀμπελὼν κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραὴλ 〈καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν〉».

ἡ δὲ τοῦ σωτῆρος παραβολὴ εἴρηται μὲν ὁμοίως ἐκείνῃ 〈τῇ τοῦ προφήτου〉, ὡς ἂν γνωρισθείη 〈καὶ θεωρηθείη〉 τοῖς παροῦσι καὶ ἀκροωμένοις· οὐ μὴν περὶ τοῦ ἀμπελῶνος λέλεκται, ἐπειδὴ ὁ προφήτης τὴν περὶ τούτου πρόρρησιν προλαβὼν εἰρήκει. ἅπερ δὲ τῷ προφήτῃ σεσιώπητο, ταῦτα αὐτὸς ἐν τῇ παραβολῇ τίθησιν, λέγω δὲ τὰ περὶ τῶν γεωργῶν τοῦ ἀμπελῶνος. οὗτοι δὲ ἦσαν οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ ἀρχιερεῖς ἄρχοντές τε καὶ διδάσκαλοι. οἳ δὴ καὶ τῷ 〈ὅλῳ〉 πλήθει παραίτιοι γεγόνασι τῆς τῶν πονηρῶν καρπῶν ἐκφυῆς, δι᾽ οὓς καὶ ὁ ἀμπελὼν καταλέλειπται ἔρημος, τουτέστι τὸ πᾶν αὐτῶν ἔθνος, καὶ ὁ τούτου καθῃρέθη φραγμός, οἱ πάλαι δηλαδὴ τοῦ ἔθνους προμαχοῦντες καὶ τὸν λαὸν φυλάττοντες σὺν αὐτῷ τῷ τόπῳ, ὅ τε ἐν αὐτῷ πύργος αὐτὸς ὁ νεώς, καὶ ἡ ληνὸς [καὶ] τὸ θυσιαστήριον. ταῦτα 〈γοῦν〉 πάντα ἄρδην ἐκ βάθρων ἤρθη διὰ τὴν τῶν γεωργῶν μιαιφονίαν, οἳ δὴ πρώτους δούλους καὶ δευτέρους ἀποσταλέντας πρὸς αὐτούς, δηλαδὴ τοὺς κατὰ χρόνους προφήτας, ἀνεῖλον. μαρτυρεῖ τῷ λόγῳ καὶ ἡ παλαιὰ γραφὴ καὶ προφητῶν δὲ Ἠλίας ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγων· «κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν».

ταῦτα γοῦν ὁ προφήτης τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς εὐχῆς κατηγορεῖ, οἱ δὲ μὴ ἀρκεσθέντες τῇ κατὰ τῶν προφητῶν μιαιφονίᾳ ὕστερον καὶ αὐτὸν τὸν υἱόν, 〈τουτέστι τὸν τοῦ θεοῦ υἱόν〉, οὐκ ἀγνοοῦντες ἀλλ᾽ εὖ μάλα καὶ ἀκριβῶς εἰδότες αὐτὸν εἶναι τὸν κληρονόμον ἀνεῖλον. ταῦτα δὲ ὁ σωτὴρ πρὸ τοῦ πάθους περὶ ἑαυτοῦ ᾐνίττετο, προλαμβάνων τὸ μέλλον κατὰ τὴν πρόγνωσιν. καὶ λέγει ταῦτα ἐν αὐτῷ διατρίβων τῷ ἱερῷ τοῖς κατ᾽ αὐτὸν γεωργοῖς τοῦ ἀμπελῶνος τοῖς 〈ἀρχιερεῦσι καὶ τοῖς διδασκάλοις καὶ τοῖς λοιποῖς τοῖς〉 τοῦ λαοῦ προεστῶσιν, σφόδρα σαφῶς διὰ τῆς παραβολῆς αὐτοὺς καθ᾽ ἑαυτῶν τὴν ἀπόφασιν ἐξενέγκασθαι παρασκευάζων. 〈ἐρωτᾷ μὲν δὴ αὐτοὺς ἐν τῷ τῆς παραβολῆς τέλει λέγων· «ὅταν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις»; οἱ δὲ〉 οὔπω συνέντες ὅτι περὶ αὐτῶν εἴρητο, 〈καθ᾽ ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκον〉 ... . . . . . . . . . . . . . . . . ἐπεὶ δὲ καὶ περὶ τοῦ τόπου ἔχρησεν ὁ τοῦ θεοῦ λόγος, φέρε ἴδωμεν τὰς αὐτοῦ περὶ τούτου φωνάς. οὐ φέροντες αὐτοῦ τὴν σεμνὴν διδασκαλίαν οὐδὲ τὴν παρρησίαν καὶ τοὺς ἐλέγχους οἱ τῶν Ἰουδαίων ἄρχοντες τῆς πόλεως ἀπαλλαγῆναι ἐποίουν.

ὁ δὲ ἀναχωρῶν τῶν Ἱεροσολύμων τοιάσδε προήκατο κατὰ τῆς πόλεως φωνάς· «Ἱερουσαλὴμ Ἱερουσαλὴμ 〈ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν,〉 ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, 〈ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέρυγας〉 καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν 〈ἔρημος. λέγω γὰρ ὑμῖν, οὐ μὴ ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.〉» [ ] μιάσματος γὰρ ἐναγοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ δρασθέντος ὑπ᾽ αὐτῶν, —τοῦτο δ᾽ ἦν τὸ τολμηθὲν αὐτοῖς ἄγος κατὰ τοῦ σωτῆρος—, ἐχρῆν δήπου μὴ μόνον τοὺς τῆς πόλεως οἰκήτορας, ἀλλὰ καὶ αὐτὸ τὸ ἔδαφος, ἐφ᾽ ᾧ μέγα ἐφρόνουν, τἀπίχειρα ὧν ἔδρασαν οἱ οἰκήτορες παθεῖν, ἃ δὴ καὶ πεπόνθασιν οὐκ εἰς μακράν, Ῥωμαίων ἐπελθόντων τῇ πόλει καὶ τῶν οἰκητόρων τοὺς μὲν πολέμου νόμῳ κατασφαξάντων, τοὺς δ᾽ αἰχμαλώτους ἀπαγαγόντων, τοὺς δὲ λιμῷ διαφθειράντων, τοὺς δ᾽ ἀπελασάντων καὶ εἰς πάντα τόπον διασκεδασάντων, τὸν δ᾽ οἶκον αὐτῶν καὶ τὸν νεὼν ἐμπρησάντων εἰς ἔσχατά τε ἐρημίας περιβαλόντων. ἀλλὰ γὰρ τούτων ἐν τοῖς μετὰ ταῦτα χρόνοις γενομένων προλαβὼν ὁ σωτὴρ τὸ μέλλον τῇ προγνώσει οἷα θεὸς λόγος τὰ συμβησόμενα προαγορεύει διὰ τῶν προκειμένων. τέκνα δὲ τῆς πόλεως ὀνομάζει τὸ Ἰουδαίων πᾶν ἔθνος, οἶκον δὲ αὐτῶν ἀποκαλεῖ τὸν νεών.

εἶτα μαρτύρεται ὅτι παρὰ τὴν αὐτῶν αἰτίαν τὰ σκυθρωπὰ αὐτοὺς μετελεύσεται, ἐπειδήπερ αὐτὸς μὲν πολλάκις ἐπισυναγαγεῖν αὐτῶν τὰ τέκνα ὑπὸ τὸν τῆς θεοσεβείας ζυγὸν βεβούληται, οἷα τοῦ παντὸς 〈προὼν καὶ ἐξ αἰῶνος〉 πρόνοιαν αὐτῶν πεποιημένος δι᾽ ἑκάστου τε προφήτου καὶ καθ᾽ ἑκάστην γενεὰν ἐπιστρέφων αὐτοὺς καὶ ἀνακαλούμενος, οἱ δὲ οὐκ ἤθελον ὑπακοῦσαι τῇ κλήσει, οὗ δὴ χάριν τὴν κατ᾽ αὐτῶν ἀπόφασιν προενήνεκται εἰπών· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». σφόδρα δὲ ἀκριβῶς οὐ τὴν πόλιν ἔρημον ἔσεσθαί φησιν, ἀλλὰ τὸν ἐν αὐτῇ οἶκον, δηλαδὴ τὸν νεών, ὃν οὐκέτι ἑαυτοῦ [ἀλλ᾽] οὐδὲ τοῦ θεοῦ οἶκον βούλεται χρηματίζειν, ἀλλ᾽ αὐτῶν εἶναί φησιν. ἔρημον δὲ αὐτὸν ἔσεσθαι θεσπίζει οὐκ ἄλλως ἢ ὑπὸ τῆς πρότερον ἐπισκοπούσης αὐτὸν προνοίας καταλειφθησόμενον, 〈δι᾽ ὃ εἶπεν· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος»〉. καὶ δὴ θαυμάσαι ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτι δὴ μηδ᾽ ἄλλοτε πώποτε τοσαύτην ὑπέμεινεν ἐρημίαν ὁ τόπος οὐδ᾽ ὅτε διὰ τὰς ὑπερβαλλούσας αὐτῶν δυσσεβείας καὶ εἰδωλολατρείας τάς τε κατὰ τῶν προφητῶν μιαιφονίας ὑπὸ Βαβυλωνίων ἥλω· ἑβδομηκονταετὴς γὰρ ὁ πᾶς τῆς ἐρημώσεως τοῦ τόπου χρόνος κατ᾽ ἐκείνους ἐγενήθη. διὸ οὐκ ἂν κυρίως ἐλέχθη αὐτοῖς τότε τὸ «〈ἰδοὺ〉 ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος».

οὐ γὰρ ἀφείθη, ἔτυχε δὲ ἐπισκοπῆς μετ᾽ οὐ πολὺν χρόνον, καθ᾽ ὃν ἀνανεώσεως μείζονος ἢ κατὰ τὴν προτέραν ἠξιώθη, ὡς προειπεῖν τινα τῶν προφητῶν ὅτι δὴ «ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν». μετὰ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν φωνήν, ὅπως ἀφείθησαν ὅ τε οἶκος αὐτῶν 〈διὰ τῆς τοῦ θεοῦ ἀποφάσεως〉 εἰς ἔσχατον ἐρημίας ἤλασεν, τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις ἡ ὄψις αὐτὴ τοῦ λόγου μᾶλλον δείκνυσι τὸ ἀποτέλεσμα. καὶ ὁ χρόνος δὲ πολυετὴς γεγονὼς καὶ μακρός, ὡς μὴ μόνον διπλασίονα εἶναι τῆς ἑβδομηκονταετοῦς ἐρημίας τῆς ἐπὶ Βαβυλῶνι γεγενημένης, ἀλλὰ καὶ τετραπλασίονα ὑπερβαίνειν τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν πιστοῦται. ὅτε 〈δὲ πάλιν καὶ κατ᾽ ἄλλον τινὰ χρόνον〉 ὁ μὲν 〈σωτὴρ〉 ἀμφὶ τὸ 〈εἰρημένον〉 ἱερὸν ἐβάδιζεν, οἱ δ᾽ αὐτοῦ μαθηταὶ τοῦ περιβόλου τὰς οἰκοδομὰς αὐτοῦ [τοῦ] τε τοῦ ἱεροῦ τὸ μέγεθος καὶ τὸ κάλλος ὑπερθαυμάζοντες ἐδείκνυον αὐτῷ, «ὁ δὲ 〈ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; λέγω ὑμῖν οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται〉». καὶ ὅτι μὴν ἀξιοθέατα ἦν πάντα τὰ τῆς οἰκοδομῆς τά τε τῆς ἄλλης κατασκευῆς τοῦ αὐτόθι νεώ, δηλοῦσιν αἱ ἱστορίαι. δείγματος δὲ χάριν εἰσέτι δεῦρο λείψανά τινα πεφύλακται, δι᾽ ὧν τὰ ἴχνη καταλαμβάνεται τῶν πάλαι κατασκευασμάτων.

πάντων δὲ θαυμασιωτέρα τυγχάνει ἡ θεϊκὴ φωνὴ τῆς τοῦ σωτῆρος ἡμῶν προγνώσεως, 〈ἣ〉 καταλλήλως τοῖς τὰς οἰκοδομὰς ἐκπεπληγμένοις ἀπεφήνατο, ἐν οἷς ἐθαυμάζοντο πῶς οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἀκαθαίρετος. δεῖν γὰρ διὰ τὰ τολμηθησόμενα τοῖς οἰκήτορσι παντελῆ φθορὰν καὶ ἐρημίαν τὸν τόπον ὑπομεῖναι, ἅτε δὴ ἀσεβῶν ἀνδρῶν γενόμενον οἰκητήριον. ὅπως δὲ τὰ τῆς προρρήσεως εἰς ἔργα προκεχώρηκεν ὅ τε πᾶς νεὼς καὶ ὁ περίβολος τά τε ἐν αὐτῷ σεμνὰ καὶ περικαλλῆ ἱδρύματα πάντα λόγον καλύπτοντα ἐρημίαν ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπέμεινεν αὔξει τε κατὰ χρόνους καὶ ἐπινέμεται ἡ τοῦ λόγου δύναμις, ὡς μηδὲ ἴχνος θεμελίων ἔν τισι φαίνεσθαι τόποις. ἔξεστι τῷ βουλομένῳ παραλαμβάνειν ὀφθαλμοῖς. εἰ δὲ φαίη τις μέρη τινὰ ἔτι συνεστάναι, ἀλλὰ καὶ τούτων χρὴ προσδοκᾶν τὸν ἀφανισμὸν ὁσημέραι τῆς ἐρημίας αὐξούσης καὶ τῆς εἰρημένης προρρήσεως ἀπορρήτῳ δυνάμει εἰς ἀεὶ ἐνεργούσης. οἶδα δέ τινων ἀκούσας ἑρμηνευσάντων τὴν προκειμένην φωνὴν ἑτέρως. μὴ γὰρ περὶ πάντων τῶν οἰκοδομημάτων εἰρῆσθαι ἀλλὰ περί τινος μέρους, ὃ δὴ οἱ μαθηταὶ αὐτοῦ θαυμάζοντες ἐπεδείκνυον αὐτῷ· κατ᾽ ἐκείνου γὰρ ἐξενηνοχέναι αὐτὸν τὴν πρόρρησιν. 〈πάλιν δὲ ἡ τῶν μαθητῶν περὶ αὐτοῦ γραφὴ ταῦτα διδάσκει ὑπὲρ τῶν τοῦ τόπου πολιορκητῶν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

τὰ μὲν πρόσθεν περὶ τοῦ νεώ, τὰ δὲ προκείμενα〉 περὶ τῆς πόλεως αὐτῆς ἐθεσπίζετο, ἣν «θεοῦ πόλιν» ὠνόμαζον οἱ Ἰουδαῖοι διὰ τὸν ἐν αὐτῇ τοῦ θεοῦ ἱδρυμένον νεών. ἀποκλαίεται δῆτα τὴν σύμπασαν πόλιν ὁ φιλάνθρωπος, οὐχ οὕτω τὰ οἰκοδομήματα οὐδὲ τοὔδαφος αὐτὸ ὡς τὰς ψυχὰς τῶν πάλαι οἰκητόρων καὶ τὴν ἀπώλειαν αὐτῶν ἐλεῶν, ἀλλὰ καὶ τὰ τῆς ἐρημίας αὐτῶν 〈αἴτια〉 παρίστησι λέγων, «εἰ ἔγνως καί γε σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σοι». σημαίνει δὲ τὴν αὐτοῦ παρουσίαν ἐπ᾽ εἰρήνῃ τοῦ σύμπαντος κόσμου γεγενημένην. αὐτὸς γὰρ ἦν περὶ οὗ εἴρηται «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». ἐληλύθει δὲ εἰς αὐτὸ τοῦτο κηρύξαι «εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν», τοῖς τε παραδεχομένοις αὐτόν φησιν, «εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ἥντινα εἰρήνην τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης εἰς αὐτὸν πιστεύσαντα ἔθνη παρεδέξατο. ὁ δὲ ἐκ περιτομῆς λαὸς μὴ πιστεύσας εἰς αὐτὸν οὐκ ἔγνω τὰ πρὸς εἰρήνην ἑαυτοῦ. διὸ ἐπιλέγει, «νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου, ὅτι ἥξουσιν ἡμέραι ἐπί σε καὶ περιβαλοῦσί σε οἱ ἐχθροί σου». [ ] τὰ γοῦν μέλλοντα αὐτοὺς καταλήψεσθαι μικρὸν ὕστερον ἐν τῇ κατ᾽ αὐτῶν πολιορκίᾳ, διὰ τὸ μὴ προσδέξασθαι αὐτοὺς τὴν προκαταγγελθεῖσαν αὐτοῖς εἰρήνην, ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

ἐκεῖνοι μὲν οὖν 〈τὰ μετὰ ταῦτα αὐτοῖς συμβησόμενα〉 οὐ προεῖδον, αὐτὸς δὲ αὐτὰ διὰ τῆς προρρήσεως θεσπίζει σαφέστατα τὴν ὑπὸ Ῥωμαίων πολιορκίαν καταλαβοῦσαν αὐτοὺς προσημάνας· 〈«ἥξουσι γὰρ ἡμέραι ἐπί σε», ὅτι οὐκ ἔγνως τὰ πρὸς εἰρήνην σοι. διὰ ταύτην γὰρ τὴν αἰτίαν «ἥξουσιν ἡμέραι ἐπί σε καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε παντόθεν καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἔν σοι,»〉 ὑπογράψας 〈δὲ διὰ τούτων〉 τὸν τρόπον τοῦ κατ᾽ αὐτῶν γενησομένου πολέμου. ὅπως δὲ ἐπὶ πέρας ἤχθη ταῦτα, πάρεστιν ἀπὸ τῆς Ἰωσήπου γραφῆς ἀναλέξασθαι, ὃς δὴ Ἰουδαῖος ὢν καὶ τῆς παρ᾽ αὐτοῖς Ἰουδαϊκῆς φυλῆς γεγονὼς τῶν τε ἐπισήμων καὶ ἐπιφανῶν ἐν τῷ ἔθνει, κατὰ τοὺς χρόνους τῆς πολιορκίας ἕκαστα τῶν πεπραγμένων ἱστόρησε σύμφωνα ταῖς προκειμέναις προρρήσεσι τὰ ἀποτελέσματα παραστήσας. [ ] . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . διὰ τῶν προκειμένων σημεῖα δίδωσι τοῦ καιροῦ τῆς παντελοῦς ἐρημίας τοῦ τόπου, 〈ἃ δὴ παρίστησι λέγων, «ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς»〉.

μηδεὶς γάρ, φησί, προσδοκάτω μετὰ τὴν ἐσομένην πολιορκίαν καὶ τὴν ἐπὶ ταύτῃ γενησομένην ἐρημίαν τοῦ τόπου ἑτέραν αὐτῆς ἔσεσθαι ἀνανέωσιν, ὡς ἐπὶ τῶν χρόνων Κύρου τοῦ Περσῶν βασιλέως γέγονε καὶ μετὰ ταῦτα ἐπ᾽ Ἀντιόχου [τοῦ] Ἐπιφανοῦς καὶ πάλιν ἐπὶ Πομπηΐου. πολλάκις γὰρ ἤδη πολιορκίαν ὑπομείνας ὁ τόπος, μείζονος ἠξιώθη μετὰ ταῦτα τιμῆς. ἀλλὰ νῦν τὴν ἐσχάτην τῆς πόλεως ἐρημίαν καὶ τὸν παντελῆ ἀφανισμὸν ἐπελεύσεσθαι αὐτῇ γινώσκετε, ἐπειδὰν «ἴδητε αὐτὴν ὑπὸ στρατοπέδων πολιορκουμένην». ἐρήμωσιν δὲ τῆς Ἱερουσαλὴμ ὀνομάζει τοῦ ἱεροῦ τὸν ἀφανισμὸν καὶ τῶν ἐν αὐτῷ πάλαι πρότερον κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένων τὴν καθαίρεσιν. μὴ γὰρ δὴ τῆς πόλεως αὐτῆς ἐρημίαν νόμιζε δηλοῦσθαι διὰ τούτων ὡς μηδενὸς ἐν αὐτῇ μηκέτι κατοικήσοντος. ἐπιλέγει δ᾽ οὖν ἑξῆς ὅτι κατοικηθήσεται ἡ πόλις, οὐ μὴν ὑπὸ Ἰουδαίων, ἀλλ᾽ ὑπὸ ἐθνῶν 〈ὧδέ πη λέγων, «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». τοιγαροῦν οἶδεν ὅτι κατοικηθήσεται ὑπὸ ἐθνῶν〉. ἐρήμωσιν δὲ αὐτῆς ἀποκαλεῖ τὸ μηκέτι ὑπὸ τῶν οἰκείων μηδὲ κατὰ τὴν νόμιμον λατρείαν συστήσεσθαι αὐτήν. ὅπως δὲ καὶ ταῦτα ἐπληροῦτο, οὐδὲν δεῖ πολλῶν λόγων. πάρεστι γὰρ ὑπ᾽ ὄψεσιν ὁρᾶν Ἰουδαίους μὲν εἰς πάντα τὰ ἔθνη διεσκεδασμένους, ἀλλοφύλους δὲ καὶ ἀλλογενεῖς οἰκήτορας τῆς πάλαι μὲν Ἱερουσαλήμ, νῦν δ᾽ ἀπὸ τοῦ πολιορκητοῦ Αἰλίου Ἀδριανοῦ Αἰλίας μετωνομασμένης.

τὸ γοῦν παράδοξον τοῦ θεσπίσματος τοῦτ᾽ ἂν εἴη, ὅτι περὶ Ἰουδαίων μέν φησιν, «αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη», περὶ δὲ τῶν ἐθνῶν «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». ἐκπληκτικὸν δὲ τὸ ἀποτέλεσμα, εἴγε Ἰουδαῖοι πληροῦντες τὴν σύμπασαν ἀνθρώπων οἰκουμένην, ὥς τε καὶ μέχρις Αἰθιόπων χωρῆσαι καὶ Σκυθῶν καὶ αὐτῶν τῶν περάτων τῆς γῆς, ἐν μόνῃ τῇ αὐτῶν πόλει καὶ τῷ πάλαι θρησκευομένῳ παρ᾽ αὐτοῖς τόπῳ οὐχ οἷοί τέ εἰσιν ἐπιβαίνειν. καὶ εἰ μὲν ἦν παντελῶς ἔρημος ἡ πόλις καὶ ἀοίκητος, κἂν ὑπενόησέ τις τοῦτο εἶναι τὸ αἴτιον. νῦν δὲ ὑπὸ ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τοῦ τόπου κατοικουμένου μόνοις αὐτοῖς ἄβατος τυγχάνει, ὡς μηδ᾽ ἐξ ἀπόπτου δύνασθαι τὸ πατρῷον αὐτῶν ἔδαφος θεωρεῖν· ἃ δὴ τοῦτον ἀποτετέλεσται τὸν τρόπον ἀκολούθως τῷ φήσαντι χρησμῷ, «〈ὅτι αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη〉 καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». [ ] σημαίνει δὲ καὶ τὸν πρὸ τῆς αἰχμαλωσίας πόλεμον εἰπών, «ἔσται γὰρ ἀνάγκη ἐπὶ τῆς γῆς καὶ ὀργὴ μεγάλη ἐν τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι μαχαίρας».

ταῦτα δὲ ὅπως κατὰ μέρος ἐπράχθη καὶ ὡς τὰ προηγορευμένα ὑπὸ τοῦ σωτῆρος ἡμῶν τέλους ἔτυχεν 〈ἔργῳ〉, ἔξεστιν ἀπὸ τῆς ἱστορίας 〈Φλαυίου〉 Ἰωσήπου μαθεῖν, ὃς καὶ τῆς φησάσης τοῦ σωτῆρος ἡμῶν προρρήσεως, «οὐαὶ δὲ ταῖς 〈ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς〉 θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις», τὸ ἀποτέλεσμα σαφῶς παρίστησι μνημονεύσας, ὡς γυναῖκες τὰ ἑαυτῶν βρέφη ὀπτήσασαι πυρὶ διὰ τὴν ὑπερβολὴν τοῦ κατασχόντος λιμοῦ τὴν πόλιν ἔφαγον. τοῦτον γὰρ αὐτὸν τὸν γενησόμενον ἐν τῇ πόλει λιμὸν προθεωρήσας ὁ σωτήρ, παρῄνει τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ μελλούσῃ κατὰ Ἰουδαίων γενήσεσθαι πολιορκίᾳ μὴ ὡς ἐπ᾽ ἀσφαλῆ τόπον καὶ φυλαττόμενον ὑπὸ τοῦ θεοῦ καταφεύγειν ἐπὶ τὴν πόλιν, ὅπερ πεπόνθασιν οἱ πολλοί, ἀλλ᾽ ἐκεῖθεν μὲν ἀναχωρεῖν, φεύγειν δὲ εἰς τὰ ὄρη καὶ τοὺς ἐν μέσῳ τῆς Ἰουδαίας ἐκχωρεῖν εἰς τὰ ἔθνη καὶ τοὺς ἐν τῇ χώρᾳ μὴ καταφεύγειν 〈ἐπ᾽ αὐτὴν〉 ὡς ἐπὶ ὀχυρὸν τόπον. [ ] διό φησιν· «καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσελθέτωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα» ...... 〈ταύτας τὰς συμφορὰς〉 ἀπὸ μυρίων τέθεικα διὰ τὴν θείαν τοῦ σωτῆρος ἡμῶν πρόρρησιν τὴν φήσασαν, «οὐαὶ δὲ 〈ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ〉 ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις».

ἐπεὶ δὲ καὶ τοῦτο ταῖς προρρήσεσι τοῦ σωτῆρος πρόσκειται, τὸ «ἔσται ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ 〈μεγάλη〉 τῷ λαῷ τούτῳ» ἢ κατὰ τὸν Ματθαῖον «〈ἔσται γὰρ τότε〉 θλῖψις 〈μεγάλη〉, οἵα οὐδέποτε γέγονεν 〈ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται〉», ἐπακοῦσαι καλὸν τοῦ ἱστορικοῦ τούτων αὐτῶν τὰ ἀποτελέσματα ὧδέ πη ἱστοροῦντος· «καθ᾽ ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν ἀδύνατον. συνελόντι δ᾽ εἰπεῖν μήτε πόλιν ἄλλην τοιαῦτα πεπονθέναι μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν. τὴν μὲν πόλιν ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δὲ ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι σκυθρωπῷ κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν βραδῦνον ἐπὶ τὸν ναὸν τὸ πῦρ. ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες οὔτε ἤλγησαν οὔτε ἐδάκρυσαν». ταῦτα διὰ τὸ «ἔσται γὰρ 〈τότε〉 θλῖψις μεγάλη, 〈οἵα οὐδέποτε γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου〉», ὃ δὴ καὶ προρρηθὲν ὑπὸ τοῦ σωτῆρος μεμαρτύρηται ὑπὸ τοῦ συγγραφέως μεθ᾽ ὅλα ἔτη τεσσαράκοντα κατὰ τὴν Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατορίαν πληρωθέν. [ ] προστίθησι 〈δὲ〉 ταῖς αὐτοῦ προρρήσεσι 〈ὁ σωτὴρ〉 χρόνον ὁρίζων, μέχρι τίνος ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν.