Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῶν ἐν Παλαιστίνῃ μαρτυρησάντων (ἔκδοσις βραχυτέρα)

Εὐσέβιος Καισαρείας

Οι διώξεις υπό τον ηγεμόνα Ουρβανό και η θεία δίκη

Τα μαρτύρια του Αγαπίου και της Θεοδοσίας, η καταδίκη ομολογητών στα ορυχεία, η πρώτη δίκη του Παμφίλου και η αναπάντεχη καθαίρεση και εκτέλεση του ηγεμόνα Ουρβανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 8

ἀλλὰ τὰ μὲν κατὰ τοῦτον, ὡς δ᾽ οὖν ἔφην, σμικρὸν τοῦ χρόνου ὕστερον τοῦτον ἐγενήθη τὸν τρόπον· Τετάρτῳ γε μὴν τοῦ καθ᾽ ἡμῶν ἔτει διωγμοῦ, πρὸ δώδεκα Καλανδῶν Δεκεμβρίων, ἣ γένοιτ᾽ ἂν μηνὸς Δίου εἰκάδι, προσαββάτου ἡμέρᾳ, κατὰ τὴν αὐτὴν Καισάρειαν, γραφῆς ὡς ἀληθῶς ἄξιον, αὐτοῦ δὴ τοῦ τυράννου Μαξιμίνου παρόντος καὶ θέας τοῖς πλήθεσι φιλοτιμουμένου κατὰ τὴν λεγομένην αὐτοῦ γενέθλιον ἡμέραν, ἀπετελέσθη τοιοῦτον. ἔθους τὸ πρὶν ὄντος ἐπὶ βασιλέων, εἰ καὶ ἄλλοτε, τὰς φιλοτίμους θέας πλείους τοῖς θεαταῖς ἐμπαρέχειν θυμηδίας καινῶν καὶ ξένων τά τε συνήθη παραλλαττόντων θεαμάτων, ζῴων ἔσθ᾽ ὅπῃ τῶν ἐξ Ἰνδίας ἢ Αἰθιοπίας ἢ καὶ ἄλλοθεν εἰσκομιζομένων ἢ καὶ ἀνδρῶν ἐντέχνοις τισὶ σωμασκίαις παραδόξους ψυχαγωγίας τοῖς ὁρῶσιν ἐνδεικνυμένων, πάντως που καὶ τότε, οἷα βασιλέως τὰς θέας παρέχοντος, πλεῖόν τι καὶ παράδοξον χρῆν ὑπάρξαι ταῖς φιλοτιμίαις. τί τοίνυν τοῦτο ἦν;

μάρτυς τοῦ καθ᾽ ἡμᾶς δόγματος παρήγετο εἰς μέσον, τῆς μόνης καὶ ἀληθοῦς εὐσεβείας ὑπεραγωνιζόμενος· Ἀγάπιος οὗτος ἦν, ὁ δεύτερος ἅμα τῇ Θέκλᾳ θηρσὶν ἐπὶ βορᾷ δίδοσθαι μικρῷ πρότερον δεδηλωμένος· ὃς δὴ καὶ ἄλλοτε τοῦ δεσμωτηρίου τρίτον καὶ πολλάκις ἅμα κακούργοις ἐμπομπεύσας τῷ σταδίῳ, ἀεί γε μὴν κατὰ χρόνους τοῦ δικαστοῦ μετὰ τὰς ἀπειλὰς ἤτοι κατ᾽ οἶκτον ἢ κατ᾽ ἐλπίδα τοῦ μεταθήσεσθαι τῆς προθέσεως εἰς ἑτέρους αὐτὸν ἀγῶνας ὑπερτιθεμένου, τότε δὴ βασιλέως ἐπιπαρόντος ἤγετο, ὥσπερ ἐπίτηδες εἰς ἐκεῖνο τοῦ καιροῦ πεφυλαγμένος, ὡς ἂν κἀκεῖνο τὸ σωτήριον ῥῆμα, ὃ τοῖς μαθηταῖς θείᾳ γνώσει προηγόρευεν, ὡς ἄρα καὶ ἐπὶ βασιλέων ἀχθήσονται ἕνεκεν τῆς εἰς αὐτὸν μαρτυρίας, καὶ ἐπ᾽ αὐτοῦ πληρωθείη. φέρεται δὴ εἰς μέσον τὸ στάδιον σὺν καί τινι κακούργῳ, φόνῳ δὲ τοῦ δεσπότου τοῦτον ἐνέχεσθαι ἔλεγον.

εἶθ᾽ ὁ μὲν τοῦ δεσπότου φονεὺς τοῖς θηρσὶν παραβληθείς, ἐλέου καὶ φιλανθρωπίας ἠξίωτο μόνον οὐχὶ κατ᾽ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Βαραββᾶν, βοαῖς δ᾽ ἐπὶ τούτῳ καὶ εὐφημίαις τὸ πᾶν ἐξηχεῖτο θέατρον, ὡς ἂν τοῦ μιαιφόνου φιλανθρώπως πρὸς τοῦ βασιλέως σεσωσμένου τιμῆς τε καὶ ἐλευθερίας ἠξιωμένου· ὁ δὲ τῆς θεοσεβείας ἀθλητὴς ἀνακαλεῖται μὲν πρότερον ὑπὸ τοῦ τυράννου, εἶτα ἄρνησιν τῆς προθέσεως αἰτηθεὶς ἐπ᾽ ἐλευθερίας ἐπαγγελίᾳ, μεγάλῃ φωνῇ διαμαρτύρεται, μὴ φαύλης μὲν ἕνεκεν αἰτίας, εὐσεβείας δὲ τοῦ τῶν ὅλων δημιουργοῦ προθύμως καὶ μεθ᾽ ἡδονῆς, ὅσα δἂν ἐπάγοιτο αὐτῷ, γενναίως ὑποστήσεσθαι, καὶ τοῦτ᾽ εἰπών, ἅμα λόγῳ τοὔργον ἐπάγει, δρομαῖος ἄντικρυς ἀπολυθείσῃ κατ᾽ αὐτοῦ ἄρκτῳ ὑπαντιάσας ταύτῃ τε ἑαυτὸν ἀσμενέστατα ἐπιδεδωκὼς εἰς βοράν· μεθ᾽ ἣν ἔμπνους εἰς τὸ δεσμωτήριον αἴρεται, μίαν τε ἐνταῦθα ἐπιβιώσας ἡμέραν, τῇ ἑξῆς λίθων αὐτοῦ προσαρτηθέντων τοῖς ποσὶ μέσῳ πελάγει καταποντοῦται. τοιοῦτο καὶ τὸ Ἀγαπίου μαρτύριον.

Ἤδη δὲ καὶ εἰς πέμπτον ἔτος τοῦ διωγμοῦ παραταθέντος, μηνὸς δευτέρᾳ Ξανθικοῦ, ἥτις ἐστὶ πρὸ τεσσάρων Νωνῶν Ἀπριλλίων, ἐν αὐτῇ κυριακῇ ἡμέρᾳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως, αὖθις ἐπὶ τῆς Καισαρείας Θεοδοσία, τῶν ἀπὸ Τύρου παρθένος, πιστὸν καὶ σεμνότατον κόριον οὐδ᾽ ὅλων ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις τισὶ καὶ αὐτοῖς τὴν Χριστοῦ βασιλείαν ὁμολογοῦσιν πρό τε τοῦ δικαστηρίου καθεζομένοις, πρόσεισιν, ὁμοῦ φιλοφρονουμένη καὶ οἷα εἰκός, ὑπὲρ τοῦ μνημονεύειν αὐτῆς πρὸς τὸν κύριον γενομένους παρακαλοῦσα. τοῦτο δὲ πράξασαν, ὥσπερ ἀνόσιόν τι καὶ ἀσεβὲς εἰργασμένην ἀφαρπάσαντες στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα, αὐτίκα δ᾽ οὗτος, ἅτε τις ἐμμανὴς καὶ τὸν θυμὸν θηριωδέστατος, δειναῖς καὶ φρικτοτάταις βασάνοις κατὰ πλευρῶν καὶ μαζῶν μέχρι καὶ αὐτῶν ὀστέων αἰκισάμενος, ἔμπνουν ἔτ᾽ αὐτήν, ὅμως δ᾽ οὖν πρὸς ἅπαντα γεγηθότι καὶ φαιδρῷ ἱσταμένην προσώπῳ, τοῖς θαλαττίοις κύμασιν ἐμβληθῆναι προστάττει. εἶτ᾽ ἐξ αὐτῆς ἐπὶ τοὺς λοιποὺς μεταβὰς ὁμολογητάς, τοῖς κατὰ Φαινὼ τῆς Παλαιστίνης χαλκοῦ μετάλλοις τοὺς πάντας παραδίδωσιν.

ἐπὶ τούτοις, Δίου μηνὸς πέμπτῃ, κατὰ δὲ Ῥωμαίους Νώναις Νοεμβρίαις, ἐπὶ τῆς αὐτῆς πόλεως τοὺς ἀμφὶ Σιλβανὸν ἔτι δὴ τότε ὄντα πρεσβύτερον ὁμολογήσαντα, ὃν οὐκ εἰς μακρὸν ὕστερον ἐπισκοπῇ τιμηθῆναί τε καὶ μαρτυρίῳ συνέβη τελειωθῆναι, γενναιοτάτην ἔνστασιν τὴν ὑπὲρ εὐσεβείας ἐπιδειξαμένους τοῖς εἰς τὸ αὐτὸ χαλκοῦ μέταλλον πόνοις ὁ αὐτὸς ἐγκρίνει, καυτῆρσιν πρότερον τῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς ἀχρειωθῆναι προστάξας· ἅμα δὲ τῇ κατὰ τούτων ἀποφάσει ἄνδρα μυρίαις ἄλλαις ὁμολογίαις διαπρέψαντα, Δομνῖνος ἦν οὗτος, ὁ διὰ περιττὴν ἐλευθερίαν τοῖς κατὰ Παλαιστίνην ἅπασι γνωριμώτατος, τῇ διὰ πυρὸς ἐκδίδωσιν κολάσει· μεθ᾽ ὃν ὁ αὐτὸς δικαστής, δεινὸς ἐπινοητής τις ὢν κακίας καὶ τῶν κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιχειρημάτων καινουργός, τὰς μηδ᾽ ἀκουσθείσας πώποτε κατὰ τῶν θεοσεβῶν ἐπενόει τιμωρίας, καὶ τρεῖς μὲν εἰς μονομαχίαν ἐπὶ πυγμῇ καταδικάζει, Αὐξέντιον δέ, σεμνὸν καὶ ἱερὸν πρεσβύτην, θηρίοις βορὰν παραδίδωσιν, ἄλλους δ᾽ αὖ πάλιν, τελείων ἀνδρῶν φέροντας ἡλικίαν, εἰς εὐνούχους ἐκτεμὼν τοῖς αὐτοῖς κατακρίνει μετάλλοις, ἑτέρους δ᾽ αὖ πάλιν μετὰ χαλεπὰς βασάνους δεσμωτηρίῳ καθείργνυσιν· ἐν οἷς καὶ ὁ πάντων ἐμοὶ γοῦν ποθεινότατος ἑταίρων Πάμφιλος ἦν, τῶν καθ᾽ ἡμᾶς μαρτύρων ἀνὴρ πάσης ἕνεκεν ἀρετῆς ἐπιδοξότατος.

τούτου τῆς ἐν ῥητορικοῖς λόγοις φιλοσόφοις τε μαθήμασιν ἀπόπειραν πρότερον ὁ Οὐρβανὸς λαβών, εἶθ᾽ ὕστερον θύειν καταναγκάσας, ὡς ἀνανεύοντα καὶ μηδ᾽ ὅλως ἐν λόγῳ τὰς ἀπειλὰς ἑώρα τιθέμενον, τὸ πανύστατον ἀγριάνας, σφοδροτέραις αὐτὸν αἰκίζεσθαι προστάττει βασάνοις· καὶ δὴ ταῖς κατὰ τῶν πλευρῶν αὐτοῦ δι᾽ ἐπιμόνων καὶ φιλονείκων ξυστήρων ὁ θηριωδέστατος μόνον οὐχὶ ἐμφορηθείς, αἰσχύνην γε μὴν ἐπὶ 〈ἑαυτοῦ ἐπὶ〉 πᾶσιν καταχεάμενος, τοῖς ἐν τῷ δεσμωτηρίῳ καὶ αὐτὸν ὁμολογηταῖς καταλέγει.

ἐπὶ δὲ τῇ κατὰ τῶν ἁγίων ὠμότητι ὁποίας ἀμοιβῆς παρὰ τῇ θείᾳ δίκῃ τεύξεται, τοσαῦτα κατὰ τῶν Χριστοῦ μαρτύρων ἐμπαροινήσας, διαγνῶναι ῥᾴδιον ἐκ τῶν τῇδε προοιμίων, δι᾽ ὧν εὐθὺς καὶ οὐκ εἰς μακρὸν τοῖς κατὰ τοῦ Παμφίλου τετολμημένοις αὐτὸν ἔτι τῆς ἡγεμονίας ἐχόμενον ἡ θεία μετῆλθεν δίκη, ἀθρόως οὕτως τὸν χθὲς ἄνω που ἐφ᾽ ὑψηλοῦ βήματος δικάζοντα καὶ πρὸς τοῦ στρατιωτικοῦ δορυφορούμενον στίφους ὅλου τε τοῦ Παλαιστινῶν ἔθνους ἐπάρχοντα ὁμοδιαιτόν τε οἷα φιλαίτατον καὶ ὁμοτράπεζον αὐτῷ τῷ τυράννῳ καθεστῶτα διὰ μιᾶς γυμνώσασα νυκτὸς καὶ τῶν τοσούτων ἀξιωμάτων ἔρημον καταστήσασα ἀτιμίαν τε καὶ αἰσχύνην ἐπὶ τῶν πρότερον ὡς ἂν ἄρχοντα αὐτὸν τεθηπότων καταχέασα δειλόν τε καὶ ἄνανδρον γυναικώδεις τε προϊέμενον φωνὰς καὶ ἱκεσίας ὅλῳ τῷ ἔθνει, οὗ δὴ καὶ ἦρχεν, ἐπιδείξασα αὐτόν τε τὸν Μαξιμῖνον, ἐφ᾽ ᾧ τὸ πρὶν γαυριῶν ἐφρυάττετο ὡς ἂν διαφερόντως αὐτὸν τῶν δρωμένων αὐτῷ καθ᾽ ἡμῶν ἕνεκα στέργοντι, δικαστὴν ἀπηνῆ καὶ ὠμότατον ἐπ᾽ αὐτῆς τῆς Καισαρείας καταστήσασα, ὡς καὶ τὴν ἐπὶ θανάτῳ κατ᾽ αὐτοῦ ψῆφον ἐξενεγκεῖν μετὰ πολλὴν τὴν ἐφ᾽ οἷς ἐξηλέγχετο ἀτοπήμασιν αἰσχύνην.

ἀλλὰ τοῦτο μὲν ὁδοῦ πάρεργον ἡμῖν εἰρήσθω· γένοιτο δ᾽ ἂν προσήκων καιρός, ἐν ᾧ τῶν δυσσεβῶν οἳ μάλιστα καθ᾽ ἡμῶν ἐστρατεύσαντο, αὐτοῦ τε τοῦ Μαξιμίνου καὶ τῶν ἀμφ᾽ αὐτόν, τὰ τέλη καὶ τῶν βίων τὰς καταστροφὰς ὁ λόγος ἡμῖν ἐπὶ σχολῆς περιλήψεται.