Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῶν ἐν Παλαιστίνῃ μαρτυρησάντων (ἔκδοσις βραχυτέρα)

Εὐσέβιος Καισαρείας

Το διάταγμα της καθολικής θυσίας και οι νέοι μάρτυρες

Η αναζωπύρωση του διωγμού με το διάταγμα αναγκαστικής θυσίας, οι νέες εκτελέσεις, η άρνηση ταφής των λειψάνων και το θαύμα της δακρυούσης πόλεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 8

Ἐπὶ δὴ τοῖς τοσούτοις τῶν μεγαλοπρεπῶν Χριστοῦ μαρτύρων ἀνδραγαθήμασι λωφησάσης καὶ ὡς ἂν εἰ τοῖς ἱεροῖς αὐτῶν αἵμασι τῆς τοῦ διωγμοῦ πυρκαϊᾶς ἀποσβεννυμένης ἀνέσεώς τε ἤδη καὶ ἐλευθερίας τοῖς ἐπὶ Θηβαΐδος εἰς τὰ αὐτόθι μέταλλα διὰ Χριστὸν καταπονουμένοις συγκεχωρημένης μικρόν τε καθαροῦ μελλόντων ἡμῶν ὑπαναπνεῖν ἀέρος, οὐκ οἶδ᾽ ὅπως ἔκ τινος ἀνακινήσεως πάλιν ἐξ ὑπαρχῆς ὁ τοῦ διώκειν τὴν ἐξουσίαν εἰληχὼς κατὰ Χριστιανῶν ἀνεκάετο. ἀθρόως δ᾽ οὖν αὖθις Μαξιμίνου διαφοιτᾷ καθ᾽ ἡμῶν πανταχοῦ γράμματα 〈οἵ〉 τε κατ᾽ ἐπαρχίαν ἡγεμόνες καὶ προσέτι ὁ τῶν στρατοπέδων ἄρχειν ἐπιτεταγμένος προγράμμασι καὶ ἐπιστολαῖς καὶ δημοσίοις διατάγμασι τοὺς ἐν ἁπάσαις πόλεσι λογιστὰς ἅμα στρατηγοῖς καὶ ταβουλαρίοις ἐπέσπερχον τὸ βασιλικὸν εἰς πέρας ἄγειν πρόσταγμα, κελεῦον ὡς ἂν μετὰ σπουδῆς πάσης τῶν μὲν εἰδωλείων ἀνοικοδομοῖεν τὰ πεπτωκότα, πανδημεὶ δὲ πάντας, ἄνδρας ἅμα γυναιξὶν καὶ οἰκέταις, αὐτοῖς ὑπομαζίοις παισί, θύειν καὶ σπένδειν αὐτῶν τε ἀκριβῶς τῶν ἐναγῶν ἀπογεύεσθαι θυσιῶν ἐπιμελὲς ποιοῖντο, καὶ τὰ μὲν κατ᾽ ἀγορὰν ὤνια ταῖς ἀπὸ τῶν θυσιῶν σπονδαῖς καταμολύνοιτο, πρόσθεν δὲ τῶν λουτρῶν ἔφεδροι κατατάσσοιντο, ὡς ἂν τοὺς ἐν τούτοις ἀποκαθαιρομένους ταῖς παμμιάροις μολύνοιεν θυσίαις.

τούτων δῆτα οὕτως ἐπιτελουμένων ἐξ ὑπαρχῆς τε τῶν ἡμετέρων πλείστῃ, οἵᾳ δὴ εἰκὸς ἦν, φροντίδι συνεχομένων τῶν τε ἀπίστων ἐθνῶν βαρεῖαν τῶν γινομένων καὶ ὡς ἂν περιττὴν ἤδη τὴν ἀτοπίαν καταμεμφομένων (προσκορῆ γὰρ καὶ φορτικὰ ταῦτα καὶ αὐτοῖς εἶναι κατεφαίνετο) μεγίστου τε χειμῶνος τοῖς πανταχῇ πᾶσιν ἐπηρτημένου, τοὔμπαλιν ἡ θεία τοῦ σωτῆρος ἡμῶν δύναμις τοῖς αὐτῆς ἀθληταῖς θάρσος τοσοῦτον ἐνέπνει, ὡς μηδ᾽ ἐπισπωμένου τινὸς μηδ᾽ ἕλκοντος τὴν τῶν τοσούτων καταπατεῖν ἀπειλήν. ὁμόσε δὴ οὖν τρεῖς συνταξάμενοι τῶν πιστῶν ἐπιπηδῶσιν εἰδώλοις θύοντι τῷ ἄρχοντι παύσασθαι τῆς πλάνης ἐμβοώμενοι· μὴ γὰρ δὴ ἄλλον ὑπάρχειν πλὴν τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεόν. ἀνερωτώμενοι δῆτα τίνες εἶεν, Χριστιανοὺς σφᾶς θαρσαλέως ὡμολόγουν· ἐφ᾽ οἷς ὀξύτερον παρακινηθεὶς ὁ Φιρμιλιανός, μηδὲ βασάνοις αὐτοὺς αἰκισάμενος, κεφαλικῇ παραδίδωσιν κολάσει. τούτων ὁ μὲν πρεσβύτερος ἦν Ἀντωνῖνος ὄνομα, ὃ δὲ Ζεβινᾶς ἐκαλεῖτο, τῆς Ἐλευθεροπολιτῶν ὁρμώμενος, Γερμανὸς δὲ καὶ τῷ τρίτῳ ἦν ἡ προσηγορία.

Δίου μηνὸς τρισκαιδεκάτῃ, Εἴδοις Νοεμβρίαις, καὶ τὰ κατὰ τούτους ἐπράχθη. γίνεται δ᾽ αὐτοῖς συναπόδημος ἐπ᾽ αὐτῆς ἡμέρας Ἐνναθάς, τῶν ἀπὸ Σκυθοπόλεώς τις γυνὴ παρθενίας στέμματι καὶ αὐτὴ κεκοσμημένη, οὐ ταὐτὸν μὲν αὐτοῖς διαπραξαμένη, ἑλχθεῖσα δὲ βίᾳ καὶ προσαχθεῖσα τῷ δικαστῇ μετὰ μάστιγας καὶ δεινὰς ὕβρεις, ἃς ἐπαγαγεῖν αὐτῇ οὐδὲ μετὰ γνώμης τῆς μείζονος ἐξουσίας τῶν κατὰ γειτνίαν ἐφεστώτων τις χιλιάρχων ἐτόλμα, Μάξυς ὄνομα, χείρων τῆς προσηγορίας ἄνθρωπος, μιαρὸς μὲν τὰ ἄλλα, ἰσχυρὸς δ᾽ ὑπερβαλλόντως τὸ ἦθος καὶ τὸν πάντα τρόπον δεινός τις ὄντως καὶ παρὰ πᾶσι τοῖς γνωρίμοις διαβεβλημένος. οὗτος μέν γε ἐσθῆτος ἁπάσης τὴν μακαρίαν ἀποδύσας, ὡς τὴν ἐξ ὀσφύος αὐτὸ μόνον καὶ ἐπὶ πόδας καλύπτεσθαι, τὸ δ᾽ ἄλλο σῶμα γυμνὸν ἔχειν, τήν τε πᾶσαν Καισαρέων πόλιν κύκλῳ περιαγαγών, ἱμᾶσιν ἀνὰ πάσας ἑλκομένην τὰς ἀγορὰς τύπτεσθαι περὶ πολλοῦ ποιεῖται. καὶ δὴ μετὰ τοσαῦτα θαρσαλεωτάτην ἔνστασιν καὶ ἐπ᾽ αὐτῶν τῶν ἡγεμονικῶν βημάτων ἐνδειξαμένην, ζῶσαν πυρὶ παραδίδωσιν ὁ δικαστής· ὃς καὶ 〈ἐπὶ〉 τὸ ἀπάνθρωπον ἐπιτείνας τὴν κατὰ τῶν θεοσεβῶν λύτταν, πέρα τῶν τῆς φύσεως προῄει θεσμῶν, οὐδὲ ταφῆς αἰδούμενος ἀψύχοις φθονῆσαι τοῖς τῶν ἱερῶν ἀνδρῶν σώμασι.

νύκτωρ δ᾽ οὖν ἐπιμελῶς καὶ μεθ᾽ ἡμέραν ὑπαίθρους θηρσὶν εἰς βορὰν τοὺς νεκροὺς φυλάττεσθαι προστάττει, καὶ παρῆν ὁρᾶν ἐπὶ πλείοσιν ἡμέραις οὐκ ὀλίγον ἀνδρῶν ἀριθμὸν τῇ θηριώδει ταύτῃ καὶ βαρβάρῳ βουλῇ διακονουμένων· ἀλλ᾽ οἳ μὲν ἐξ ἀπόπτου, οἷόν τι σπουδῆς ἄξιον, ὡς μὴ οἱ νεκροὶ κλαπεῖεν, ἐπεσκόπουν, θῆρες δὲ ἄγριοι καὶ κύνες οἰωνῶν τε τὰ σαρκοβόρα τὰ βρότεια μέλη ὧδε κἀκεῖσε ἐσπάραττον, [καὶ] ἡ πᾶσά γε μὴν ἐν κύκλῳ πόλις σπλάγχνων καὶ ὀστέων ἀνθρωπείων διεστόρνυτο, ὡς μηδέ τι πώποτε δεινότερον μηδ᾽ αὐτοῖς ὅσοι πρότερον ἀπεχθῶς εἶχον πρὸς ἡμᾶς, φανῆναι φρικωδέστερον, οὐχ οὕτω τὴν συμφορὰν εἰς οὓς ἐπράττετο ταῦτα, ὡς ἐπὶ τῇ σφῶν αὐτῶν καὶ τῆς κοινῆς ἁπάντων ὕβρει φύσεως ἀπολοφυρομένων. προύκειτο γὰρ ἄγχιστα πυλῶν θέαμα παντὸς λόγου καὶ τραγικῆς ἀκοῆς μεῖζον, οὐκ ἐφ᾽ ἑνὶ χώρῳ κατεσθιομένων τῶν ἀνθρωπείων σαρκῶν, ἀλλὰ κατὰ πάντα τόπον διαρριπτουμένων· μέλη γοῦν ὅλα καὶ σάρκας μέρη τέ τινα σπλάγχνων καὶ πυλῶν εἴσω τινὲς κατιδεῖν εἰρήκασιν· ἐφ᾽ οἷς πλείσταις ἡμέραις ἐπιτελουμένοις τοιοῦτόν τι παράδοξον συμβαίνει.

αἰθρία ἦν καὶ λαμπρὸς ἀὴρ καὶ τοῦ περιέχοντος κατάστασις εὐδινοτάτη· εἶτα ἀθρόως τῶν ἀνὰ τὴν πόλιν κιόνων οἳ τὰς δημοσίας ὑπήρειδον στοάς, δακρύων τινὰ τρόπον οἱ πλείους σταλαγμοὺς ἀπέσταζον, ἀγοραί τε καὶ πλατεῖαι, μηδεμιᾶς ψεκάδος ἐξ ἀέρος γεγενημένης, οὐκ οἶδ᾽ ὁπόθεν ὕδατι ῥανθεῖσαι καθυγραίνοντο, ὡς αὐτίκα διαθρυληθῆναι εἰς πάντας δακρῦσαι τὴν γῆν ἀρρήτῳ λόγῳ, τὴν τῶν τότε πραχθέντων ἀνοσιουργίαν μὴ φέρουσαν, εἰς ἔλεγχόν τε φύσεως ἀτέγκτου καὶ ἀσυμπαθοῦς ἀνθρώπων λίθους καὶ τὴν ἄψυχον ὕλην ἐπικλαῦσαι τοῖς γεγενημένοις. λῆρος ἴσως καὶ μῦθος εὖ οἶδ᾽ ὅτι δόξει εἶναι τὸ ῥῆμα τοῖς μεθ᾽ ἡμᾶς, ἀλλ᾽ οὐχ οἷσπερ ὁ καιρὸς τὴν ἀλήθειαν ἐπιστώσατο.

Τοῦ δ᾽ ἐπιόντος μηνὸς Ἀπελλαίου τεσσαρεσκαιδεκάτῃ (πρὸ δεκαεννέα Καλανδῶν Ἰανουαρίων λέγοιτ᾽ ἄν) πάλιν αὐτῶν ἀπ᾽ Αἰγύπτου τινὲς πρὸς τῶν ἐπὶ ταῖς πύλαις τοὺς παριόντας διερευνωμένων συλληφθέντες (ἐτύγχανον δ᾽ οὗτοι θεραπείας ἕνεκα τῶν κατὰ Κιλικίαν ὁμολογητῶν στειλάμενοι), οἳ μὲν τὴν αὐτὴν οἷς ἔτυχον ἐξυπηρετησόμενοι, κατεδέξαντο ψῆφον, ὀφθαλμοὺς καὶ πόδας ἀχρειωθέντες, τρεῖς δ᾽ αὐτῶν ἐν Ἀσκάλωνι, ἔνθα καὶ ἐνέσχηντο, θαυμασίαν [τε] παράστασιν ἀνδρείας παρεσχημένοι, διάφορον ἀπηνέγκαντο μαρτυρίου τέλος, ὁ μέν τις αὐτῶν πυρὶ παραδοθείς, Ἄρης ὄνομα, οἳ δὲ τὰς κεφαλὰς ἀποτμηθέντες· Πρόμος καὶ Ἠλίας τούτοις ἦν ἡ προσηγορία.

Αὐδυναίου δὲ μηνὸς ἡμέρᾳ μιᾷ καὶ δεκάτῃ (εἴη δ᾽ ἂν ἡ πρὸ τριῶν Εἰδῶν Ἰανουαρίων) ἐπὶ [τῆς] αὐτῆς Καισαρείας Πέτρος ἀσκητὴς ὁ καὶ Ἀψέλαμος ἀπὸ Ἀνέας κώμης τῶν ὅρων Ἐλευθεροπόλεως διὰ πυρός, οἷα χρυσὸς ἀκραιφνέστατος, τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως εὐγενεῖ λογισμῷ τὴν δοκιμὴν ἀποδέδωκεν, μυρία μὲν λιπαροῦντας τόν τε δικαστὴν καὶ τοὺς ἀμφ᾽ αὐτόν, ὡς ἂν ἐλεήσειεν ἑαυτὸν καὶ τῆς ἰδίας φείσαιτο νεότητός τε καὶ ἀκμῆς, ὑπεριδών, προτιμήσας δ᾽ ἁπάντων καὶ ζωῆς αὐτῆς τὴν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἐλπίδα. τούτῳ δὲ τῆς κατὰ Μαρκίωνα πλάνης ἐπίσκοπός τις εἶναι δοκῶν Ἀσκληπιὸς ζήλῳ μέν, ὡς ᾤετο, εὐσεβείας, ἀλλ᾽ οὔτι γε τῆς κατ᾽ ἐπίγνωσιν, ὅμως δ᾽ οὖν μιᾷ καὶ τῇ αὐτῇ πυρᾷ τὸν βίον ἐξελήλυθεν.