Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῶν προφητῶν

Εὐσέβιος Καισαρείας

Εισαγωγή και οι πρώτοι Ελάσσονες Προφήτες

Εισαγωγικές αναφορές στην προφητική παράδοση, στους παλαιότερους προφήτες, και σύνοψη του ιστορικού πλαισίου και των προφητειών από τον Ωσηέ έως τον Ιωνά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 4

Ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς τοῦ βιβλίου τῶν προφητῶν ὀνομασίας καὶ ἀπὸ μέρους τί περιέχει ἕκαστος. ΩΣΗΕ, Αʹ. Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν τοῦ Δαυῒδ, Σαμουὴλ καὶ Νάθαν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιὰ καὶ Ἀσὰ, Ἀχίας ὁ Σελωνίτης, καὶ Σαμαΐας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνανεί· ἐπὶ δὲ τοῦ Ἰωσαφὰθ καὶ τοῦ Ἀχαὰβ, Ἡλίας καὶ Ἐλισαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας, καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοὺ ὁ τοῦ Ἀμεὶ, [nota in margine, Ἀνανὶ] καὶ Ὀζιὴλ, καὶ Ἐλιαδά· ἀλλ᾽ οὐ φέρεται τούτων ἴδια συγγράμματα· εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέναις.

Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν οὗτοι· Ὠσηὲ καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τῶν τε Ἰούδα Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰς, καὶ Ἐζηκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰώας βασιλέως Ἰσραὴλ ἐπροφήτευσαν. Ἐγένετο δὲ λόγος πρὸς αὐτὸν καὶ προφητεύει οὗτος ἐπὶ τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας· καὶ ἐλέγξας, καὶ συγκλείσας αὐτοὺς εἰς ἀπειθίαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι᾽ ὧν ἔλαβε πόρνην γυναῖκα, ἣν καὶ λαβὼν ἐσωφρόνησεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας.

ΑΜΩΣ, Γʹ. Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὠσηὲ, καὶ τῷ Ἡσαΐᾳ, ἐπὶ Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ, καὶ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν, Δαμασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαμαᾶν [nota in margine, ἴς.

Θαιμὰν], υἱῶν Ἀμμὼν, καὶ Μωάβ· καὶ οὕτως ἐλέγχει, καὶ συγκλείει πάντας εἰς ἀπειθίαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ διαβαλόντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ ὡς λέγοντα κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζόμενος, καὶ λέγων τὰ λόγια καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος.

ΜΙΧΑΙΑΣ, ϛʹ. Δεύτερος μὲν τῶν προειρημένων γέγονεν. ὅτι μετὰ Ὀζίαν ἐπροφήτευσε. Συνεχρόνει δὲ αὐτοῖς. Ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου ἤρξατο προφητεύειν. Ἐγένετο δὲ ὁ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ Σαμαρείας, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προσημαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος λέγων· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου.

ΙΩΗΛ, Βʹ. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ προφητεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, περὶ τῆς ἁλώσεως τῆς γῆς, καὶ τῶν ἐν αὐτῇ· προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος τῆς εἰς πάντας γενησόμενος [lege γενησομένης] ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ μετανοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων.

ΑΒΔΙΟΥ, Δʹ. Ὅρασιν ἀπαγγέλλει κατὰ τῆς Ἰδουμαίας, καὶ τοῦ τέλους αὐτῆς· καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμπαροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει.

ΙΩΝΑΣ, Εʹ. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευὴ καὶ κηρῦξαι ἐν αὐτῇ, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται ἡ Νινευή. Ἀλλ᾽ Ἰωνᾶς φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς τὸ πλοῖον. Χειμῶνός τε γενομένου ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτου θαλασσίου.

Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνὰν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρας λόγος Κυρίου ἐγένετο πρὸς αὐτόν. Καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευὴ, ἐκεῖνοί τε ἀκούσαντες ἐμετανόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ᾽ αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς γέγονε, καὶ καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ ἐκβληθεὶς ἀβλαβής.