Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τοῦ πάσχα

Εὐσέβιος Καισαρείας

Η τυπολογία του νομικού Πάσχα και ο συμβολισμός της άνοιξης

Η προτύπωση της θυσίας του Χριστού στο ιουδαϊκό Πάσχα και η θεολογική σύνδεση του εορτασμού με την εαρινή αναγέννηση της δημιουργίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 4

ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΣΧΑ ΕΟΡΤΗΣ. αʹ. Τάχα οὐκ ἄκαιρον ἂν εἴη καὶ αὖθις περὶ τοῦ Πάσχα διαλαβεῖν, ἄνωθεν Ἑβραίων παισὶν εἰκονικῶς παραδεδομένου. Ὁπηνίκα γοῦν Ἑβραῖοι, σκιὰς μελλόντων ἐπιτελοῦντες, πρῶτοι τὴν τοῦ φασὲκ ἑορτὴν ἐτέλουν, θρέμμα μὲν αὐτοῖς ἐξ ἀγέλης ἐλαμβάνετο· τοῦτο δὲ ἦν ἀμνὸς ἢ πρόβατον· εἶτ᾽ αὐτοὶ τοῦτο δι᾽ ἑαυτῶν ἔθυον· κἄπειτα τῷ μὲν αἵματι πρῶτον ὑπέρθυρα καὶ φλιὰς ἕκαστος τῶν ἰδίων κατέχριον οἴκων· ταύτῃ πη εἰς ἀνατροπὴν ὀλοθρευτοῦ αἱμάσσοντες οὐδοὺς καὶ μέλαθρα. Σαρξὶ δὲ τοῦ προβάτου τροφῇ χρώμενοι, καὶ τὰς ὀσφῦς ζώνῃ περιδεδεμένοι, τροφῆς τε ἀζύμων ἄρτων μετίσχοντες, καὶ πόας πικρίδων προσφερόμενοι, τόπον ἐκ τόπου διέβαινον, τὸν ἀπὸ τῆς Αἰγυπτίων γῆς ἐπὶ τὴν ἔρημον. Ταῦτα γοῦν αὐτοῖς ὁμοῦ τῇ τοῦ προβάτου σφαγῇ τε καὶ τροφῇ πράττειν νενομοθέτητο. Ἔνθεν ἡ ἐξ Αἰγύπτου μετάβασις τὴν τῶν διαβατηρίων αὐτοῖς ἐπωνυμίαν ἐπλήρου. Ἀλλ᾽ ἐκείνοις μὲν τυπικῶς ταῦτα συνέβαινεν, ἐγράφη δὲ δι᾽ ἡμᾶς. Καί γε διερμηνεύει Παῦλος τῶν παλαιῶν συμβόλων διαφαίνων τὴν ἀλήθειαν δι᾽ ὧν φησι· Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός. Τὸ δὲ αἴτιον τοῦ τυθῆναι αὐτὸν ὁ Βαπτιστὴς παρίστησιν εἰπών· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Καὶ γὰρ σφάγιον κακῶν ἁπάντων ἀποτρόπαιον τὸ σῶμα τὸ σωτήριον τῷ θανάτῳ παρεδίδοτο, ὃ δὴ καθαρσίου δίκην τοῦ παντὸς ἀφεῖλε κόσμου τὴν ἁμαρτίαν· κέκραγε γοῦν τηλαυγῶς Ἡσαΐας· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται.

βʹ. Τούτου δὴ τοῦ σωτηρίου θύματος τοῦ τῷ ἰδίῳ αἵματι τὸ πάντων ἀνθρώπων γένος ἀνασωσαμένου ταῖς λογικαῖς σαρξὶ τρεφόμενοι, μαθήμασι δηλαδὴ καὶ λόγοις βασιλείας οὐρανῶν καταγγελτικοῖς, τὴν κατὰ Θεὸν εἰκότως τρυφῶμεν τρυφήν. Ἀλλὰ καὶ πίστει τοῦ αἵματος αὐτοῦ, ὃ δὴ λύτρον ὑπὲρ τῆς ἡμετέρας ἀντιδέδωκε σωτηρίας, τοὺς ψυχῆς οἴκους τὰ σώματα κατασημαινόμενοι, πᾶν γένος δαιμόνων ἐπιβούλων ἐξ ἑαυτῶν ἀπελαύνομεν· καὶ τὴν τῶν διαβατηρίων ἑορτὴν ἐπιτελοῦντες, διαβαίνειν μελετῶμεν ἐπὶ τὰ θεῖα, ὡς πάλαι τῆς Αἰγύπτου μεταβεβηκότες ἐπὶ τὴν ἔρημον. Ταύτῃ γοῦν καὶ ἡμεῖς ἀτριβῆ τινα καὶ ἔρημον τοῖς πολλοῖς στελλόμεθα πορείαν, παλαιὰν ζύμην ἀθέου πλάνης τῆς αὐτῆς ψυχῆς ἐξόριον ποιούμενοι, καὶ τὰς ἀληθεῖς πικρίδας διὰ τῆς πικρᾶς καὶ ἀλγεινῆς διαίτης προσφερόμενοι. Καὶ ὁ καιρὸς δὲ τῆς ἑορτῆς εὔκαιρος, οὐκ ἐν μέσῃ χειμῶνος ὥρᾳ παρηγμένος· στυγνὸς γὰρ οὗτος· ἀλλ᾽ οὐδ᾽ ἐν μέσῳ θέρει κατάλληλος ἦν, καθ᾽ ὃν ἡ τροπὴ φλεγμαίνουσα, τῶν κατ᾽ ἀγροὺς σχολαζόντων περιαιρεῖται τὸ κάλλος· πλεονεκτεῖ δὲ καὶ τὰ τῶν ὡρῶν, οὐκ ἐπαμφοτερίζοντα τῇ ἰσομοιρίᾳ· μετοπώρου γὰρ τροπῆς οὐκ ἐπιτερπὴς ἡ θέα, χηρευούσης μὲν τῆς χώρας, τῶν δ᾽ οἰκείων καρπῶν ὡς ἂν τέκνων ἀπεστερημένης.

Ἔαρ δὴ λείπεται τὸ φαιδρὸν, ὃ δὴ τοῦ παντὸς ἔτους κεφαλή τις οἷα σώματος ἡγεῖται, ἡλίου μὲν δὴ ἄρτι τὸ πρῶτον τμῆμα διιππεύοντος, σελήνης δ᾽ ἐκ παραλλήλου πλησιφαεῖ τῷ φωτὶ τὸν τῆς νυκτὸς δρόμον εἰς λαμπρὰν μεθαρμοζομένης ἡμέραν. Τοῦτο λύει μὲν κτύπων χειμερίων φόβητρα, λύει δὲ μακρὰ διαστήματα, πλημμύρας ὑδάτων μεταβάλλει. Ἤδη δὲ νεαρᾶς ἐπιλαμπούσης αἰθρίας, γαλήνη μὲν τοῖς θαλαττεύουσι καθίστησι τὰ πελάγη, εὔδιον δὲ ἀέρα τοῖς κατὰ γῆν ὁδοιπόροις ἐνδίδωσι.

Χῶραι δ᾽ ἐν τούτῳ κατ᾽ ἀγροὺς ἐγκύμονες σπερμάτων, καὶ καρπῶν σπαργῶντα φυτὰ τοῖς ἐκ Θεοῦ δώροις ἀγαλλόμενα, γεωργοῖς πόνων τὰς ἀμοιβὰς ἐν εὐλογίαις παρέχει. γʹ. Οὗτος ὁ τῆς ἑορτῆς καιρὸς, Αἰγυπτίοις μὲν ὄλεθρον τοῖς δαιμόνων φίλοις, Ἑβραίοις δὲ ἑορτάζουσι τῷ Θεῷ, κακῶν ἐλευθερίαν προὐξένει· οὗτος ἦν αὐτὸς ἐκεῖνος, ὁ δὴ καὶ ἐπὶ τῆς πρώτης τοῦ παντὸς κοσμογονίας τετηρημένος, καθ᾽ ὃν ἡ γῆ ἐβλάστησε, καθ᾽ ὃν οἱ φωστῆρες ἐγένοντο, καθ᾽ ὃν οὐρανὸς καὶ γῆ παρήχθησαν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ τοῦτον καὶ ὁ Σωτὴρ τοῦ σύμπαντος κόσμου τὸ τῆς οἰκείας ἑορτῆς ἐξετέλεσε μυστήριον, καὶ τὴν οἰκουμένην ὁ μέγας φωστὴρ, εὐσεβείας αὐγαῖς κατελάμπρυνε καὶ δὴ γενέθλιον κόσμου ὁ καιρὸς περιέχειν ἔοικε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ τύπος ἐτελεῖτο, τὸ παλαιὸν Πάσχα, ὃ καὶ διαβατήριον εἴρηται· ἀλλὰ καὶ προβάτου σφαγῆς σύμβολον ἔφερεν· ἀλλὰ καὶ τροφῆς ἀζύμων ἄρτων ᾐνίττετο εἰκόνα. Ταῦτα δὲ ἐπὶ τὴν σωτήριον ἑορτὴν ἅπαντα συνεπληροῦτο· τό τε γὰρ πρόβατον αὐτὸς ἦν καθ᾽ ὃ περιέκειτο σῶμα. Αὐτὸς καὶ ἥλιος δικαιοσύνης, ἔαρος δῆτα θείου καὶ σωτηρίου τροπῆς ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὸν τῶν ἀνθρώπων βίον διαλαβούσης. Αἰγυπτίων μὲν δαίμοσιν εἰσέτι καὶ νῦν θεήλατοι μάστιγες καταπέμπονται, λαοὶ δὲ πανταχοῦ γῆς οἰκοῦντες τὴν σφῶν ἐλευθερίαν τὴν ἐκ τῆς πολυπλανοῦς ἀθεότητος ἑορτάζουσι.

Τῶν λαοπλανῶν δὲ πνευμάτων πεπαυμένων, καὶ χειμῶνος κακῶν, καινῶν καρπῶν εὐφορία διαφόροις χαρίσμασιν ἁγίου Πνεύματος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ στεφανοῖ· καὶ ἁπλῶς πᾶν γένος ἀνθρώπων ἐπὶ τὸ ἡμέτερον μεταβέβληται· χῶραι δὲ πᾶσαι, πρὸς τοῦ γεωργοῦ Λόγου τῆς κατὰ ψυχὴν γεωργίας τυχοῦσαι, τὰ ὡραῖα τῆς ἀρετῆς ἄνθη βεβλαστήκασιν· ἀλλὰ καὶ τῶν τοῦ σκότους κακῶν ἠλευθερωμένοι, φωτὸς ἐν ἡμέρᾳ Θεοῦ γνώσεως κατηξιώθημεν.