Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τοῦ πάσχα

Εὐσέβιος Καισαρείας

Η εκκλησιαστική τάξη του εορτασμού και η απομάκρυνση από τα ιουδαϊκά έθιμα

Η συνοδική ρύθμιση της εορτής, η σημασία του καινού Δείπνου του Κυρίου και η πλήρης διαφοροποίηση της χριστιανικής λατρείας από την ιουδαϊκή πρακτική.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 4

ηʹ. Πλὴν τοῦ θεοφιλεστάτου βασιλέως, μέσου τῆς ἁγίας συνόδου προκαθεζομένου, ὡς ἤχθη εἰς μέσον τὸ περὶ τοῦ Πάσχα ζήτημα, ἐλέγετο μὲν ὅσα καὶ ἐλέγετο· ἐπλεονέκτει δὲ τῷ πλήθει τῶν ἐπισκόπων ἡ τριπλασίων μοῖρα τῆς ὅλης οἰκουμένης ἑτέρωθεν ἀντιτείνουσα τοῖς τῆς ἀνατολῆς· ἀρκτῷα γὰρ ὁμοῦ καὶ μεσημβρινὰ, καὶ τὰ κατὰ δύοντα ἥλιον ἔθνη, τῇ συμφωνίᾳ φραξάμενα, τὴν ἐναντίαν ἀνθεῖλκε τοῖς τῆς ἑῴας τὴν παλαιὰν διεκδικοῦσι συνήθειαν. Τέλος δὲ λόγου εἶξαν οἱ ἀνατολικοί· καὶ οὕτω μία Χριστοῦ γέγονεν ἑορτή· καὶ οὕτω τῶν μὲν κυριοκτόνων ἀπέστησαν, τοῖς δὲ ὁμοδόξοις συνήφθησαν· ἡ φύσις γὰρ ἕλκει τὰ ὅμοια πρὸς τὰ ὅμοια. Εἰ δέ τις εἴποι, ὡς ἄρα γέγραπται· Τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων προσελθόντες οἱ μαθηταὶ εἶπον τῷ Σωτῆρι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ πρὸς τὸν δεῖνα ἀπέστειλε, παραγγείλας εἰπεῖν· Πρὸς σὲ ποιῶ τὸ Πάσχα· ἐροῦμεν, ὅτι τοῦτο παράγγελμα οὐκ ἔστιν, ἀλλ᾽ ἱστορία πράγματος συμβεβηκότος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν. Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν διηγεῖσθαι, καὶ ἕτερον τὸ νομοθετεῖν καὶ τοῖς μετὰ ταῦτα παραγγελίας καταλιμπάνειν.

θʹ. Ἀλλὰ καὶ ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων ἐπετέλεσε τὸ Πάσχα κατὰ τὸν καιρὸν τοῦ ἰδίου πάθους. Οὐ γὰρ ὅτε ἔθυον ἐκεῖνοι τὸ πρόβατον, τότε καὶ αὐτὸς μετὰ τῶν αὐτοῦ μαθητῶν τὸ ἑαυτοῦ ἤγαγε Πάσχα· οἱ μὲν γὰρ κατὰ τὴν Παρασκευὴν, ἐν ᾗ πέπονθεν ὁ Σωτὴρ, τοῦτ᾽ ἔπραττον· ὅθεν οὐδὲ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἀλλ᾽ ὁ Πιλάτος πρὸς αὐτοὺς ἔξεισιν· αὐτὸς δὲ πρὸ ὅλης ἡμέρας τῇ πέμπτῃ τοῦ Σαββάτου τοῖς μαθηταῖς συνανέκειτο, καὶ συνεσθίων αὐτοῖς ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν.

Ὁρᾷς ὅπως ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων τὸ Πάσχα ἤσθιεν; Ἐπειδὴ καινὸν ἦν ἐκεῖνο καὶ ξενίζον παρὰ τὰ συνήθη καὶ Ἰουδαϊκὰ ἔθη, ἀναγκαίως ἐπέστησεν εἰπών· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν, πρὸ τοῦ με παθεῖν· τὰ μὲν γὰρ παλαιὰ ἤθη ὄντα καὶ πεπαλαιωμένα, ἃ δὴ μετὰ Ἰουδαίων ἤσθιεν, οὐκ ἦν ἐπιθυμητά· τὸ δὲ καινὸν μυστήριον τῆς Καινῆς αὐτοῦ Διαθήκης, ὃ δὴ μετεδίδου τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιθυμητὸν ἦν αὐτῷ εἰκότως· ἐπεὶ πολλοὶ πρὸ αὐτοῦ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν τὰ τῆς Νέας Διαθήκης μυστήρια· καὶ αὐτὸς δὲ ὁ Λόγος, πάντοτε διψῶν τὴν κοινὴν σωτηρίαν, μυστήριον παρεδίδου, δι᾽ οὗ πάντες ἄνθρωποι ἔμελλον ἑορτάζειν, ἐπιθυμητὸν τοῦτο αὐτῷ εἶναι ὡμολόγησε. Τὸ μὲν Μωϋσέως Πάσχα οὐχ ἥρμοζε πᾶσι τοῖς τότε ἔθνεσι· πῶς γάρ; ὁπότε ὑφ᾽ ἕνα τόπον τὸν ἐν τῇ Ἱερουσαλὴμ τελεῖσθαι νενομοθέτητο· διὸ οὐκ ἦν ἐπιθυμητόν· τὸ δὲ σωτήριον μυστήριον τῆς Καινῆς Διαθήκης, πᾶσιν ἀνθρώποις ἁρμόζον, εἰκότως αὐτῷ ἐπιθυμητὸν ἦν.

ιʹ. Ἀλλ᾽ αὐτὸς μὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἑαυτοῦ μαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπετέλεσεν, οὐ μετὰ τῶν Ἰουδαίων· ἑορτάσαντος δὲ αὐτοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅμα τῷ προδότῃ ἐπιστάντες, ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας· οὐ γὰρ ἤσθιον αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα· ἦ γὰρ ἂν τὴν σχολὴν περὶ αὐτὸν εἶχον· καὶ δῆτα συλλαβόντες ἀπήγαγον εἰς τὴν οἰκίαν τοῦ Καϊάφα, ἔνθα διανυκτερεύσαντες, ὡς ἡμέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρίνουσιν αὐτὸν πρότερον· εἶτα μετὰ ταῦτα ἀναστάντες ἅμα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον. Καὶ τότε φησὶν ἡ Γραφὴ, ὅτι μὴ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα δὴ μὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς γε ᾤοντο, μιανθῶσι, καθαροὶ δὲ μείναντες οἱ παμμίαροι, ἑσπέρας ἐπιστάσης, φάγοιεν τὸ Πάσχα, οἱ τὸν κώνωπα διυλίζοντες, τὴν δὲ κάμηλον καταπίνοντες, οἱ τὰς ψυχὰς αὐτοῖς σώμασι κατὰ τοῦ Σωτῆρος μιαιφονίᾳ μεμιαμμένοι, τὸν ὄροφον ἐδεδίεσαν ὑπεισελθεῖν· ἀλλ᾽ οἱ μὲν κατ᾽ αὐτὴν ἐκείνην τοῦ πάθους τὴν ἡμέραν τὸ λυμαντικὸν τῆς ἑαυτῶν ψυχῆς ἔφαγον Πάσχα, τὸ αἷμα τὸ σωτήριον οὐχ ὑπὲρ ἑαυτῶν, ἀλλὰ καθ᾽ ἑαυτῶν ἐξαιτησάμενοι. Ὁ δ᾽ ἡμέτερος Σωτὴρ οὐ τότε, πρὸ ἡμέρας δὲ ἀνακείμενος μετὰ τῶν μαθητῶν, τὴν ἐπιθυμητικὴν ἑαυτῷ ἑορτὴν ἦγεν.

ιαʹ. Ὁρᾷς, ὡς ἐξ ἐκείνου, ὁ μὲν αὐτῶν ἐχωρίζετο καὶ τῆς Ἰουδαϊκῆς ἀνεχώρει μιαιφονίας, συνήπτετο δὲ τοῖς μαθηταῖς, ἅμα αὐτοῖς τὴν ἐπιθυμητὴν ἑορτὴν πανηγυρίζων; Οὐκοῦν καὶ ἡμῖν τὸ Πάσχα σὺν Χριστῷ βρωτέον, καθαιροῦσι μὲν τῆς ἑαυτῶν διανοίας πᾶσαν ζύμην κακίας καὶ πονηρίας, ἀζύμων δ᾽ ἀληθείας καὶ εἰλικρινείας ἐμπιπλαμένοις, ἔχουσιν ἐν ἑαυτοῖς ἔνδον ἐν τῇ ψυχῇ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὴν ἀληθῆ περιτομὴν, καὶ τοῦ τυθέντος ὑπὲρ ἡμῶν προβάτου τῷ αἵματι τὰς τῆς διανοίας ἡμῶν φλιὰς περιχρίουσιν εἰς ἀποτροπὴν τοῦ καθ᾽ ἡμᾶς ὀλοθρευτοῦ. Καὶ τοῦτο οὐ πρὸς μίαν περίοδον τοῦ παντὸς ἔτους, ἀλλὰ καὶ δι᾽ ἑβδομάδος ἁπάσης. Παρασκευὴ μὲν ἡμῖν ἔστω νηστεία, πένθους σύμβολον, τῶν προτέρων ἡμῖν χάριν ἁμαρτημάτων, καὶ μνήμης ἕνεκα τοῦ σωτηρίου πάθους.

ιβʹ. Ἰουδαίους γε μὲν ἐξ ἀρχῆς ἀπεσφάλθαι τῆς ἀληθείας φημὶ, ἐξ οὗπερ αὐτῇ τῇ ἀληθείᾳ ἐπιβεβουλεύκασι, τὸν Λόγον τῆς ζωῆς ἐξ ἑαυτῶν ἀπελαύνοντες. Καὶ τοῦτο σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων παρίστησι γραφή. Τῷ μὲν γὰρ Κυρίῳ ἐπιμαρτυρεῖ τὸ Πάσχα βεβρωκέναι τῇ πρώτῃ τῶν ἀζύμων· μηδ᾽, ὥς φησιν ὁ Λουκᾶς, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα ἡμέρᾳ τὸ σύνηθες αὐτοῖς βεβρώκασι Πάσχα, ἀλλὰ τῇ μετ᾽ ἐκείνην ἑξῆς, ἥτις ἦν τῶν μὲν Ἀζύμων δευτέρα, σελήνης δὲ πεντεκαιδεκάτη, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν κρινομένου ὑπὸ Πιλάτου, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον.

Οὐκ ἄρα τῇ πρώτῃ τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι, βεβρώκασιν αὐτὸ κατὰ τὸν νόμον· ἦ γὰρ ἂν μετὰ τοῦ Σωτῆρος καὶ αὐτοὶ τὸ Πάσχα πεποιήκεσαν· ἀλλ᾽ ἐξ ἐκείνου ἅμα τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῇ, πρὸς τῆς αὐτῶν τυφλωθέντες κακίας, καὶ πάσης ἀληθείας ἐσφάλησαν. Ἡμεῖς δὲ τὰ αὐτὰ μυστήρια δι᾽ ὅλου τοῦ ἔτους ἄγομεν, ἐν παντὶ μὲν προσαββάτῳ τοῦ σωτηρίου πάθους τὴν ἀνάμνησιν ποιούμενοι διὰ νηστείας, ἣν ἐνήστευσαν, ἀρθέντος ἀπ᾽ αὐτῶν τοῦ Νυμφίου, τότε πρῶτον οἱ ἀπόστολοι· διὰ πάσης δὲ Κυριακῆς ἡμέρας τῷ ἡγιασμένῳ σώματι τοῦ αὐτοῦ σωτηρίου Πάσχα ζωοποιούμενοι, καὶ τῷ τιμίῳ αἵματι αὐτοῦ τὰς ψυχὰς κατασφραγιζόμενοι.