Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Πρὸς Εὐφράτιον ἐπιστολή

Εὐσέβιος Καισαρείας

Ο Πατήρ ως μείζων και μόνος αληθινός Θεός

Γραφική τεκμηρίωση της υπεροχής του Πατρός και της ιδιότητάς Του ως του μόνου αληθινού Θεού, του οποίου ο Υιός αποτελεί εικόνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 3

Πλὴν αὐτὸς ὁ πάντων μᾶλλον ἀκριβῶς ἐπιστάμενος υἱὸς τοῦ θεοῦ ἕτερον ἑαυτὸν εἰδὼς τοῦ πατρὸς καὶ μείω καὶ ὑποβεβηκότα, εὖ μάλα εὐσεβῶς τοῦτο καὶ ἡμᾶς διδάσκει λέγων· «ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστι».

Τὸν αὐτὸν δὲ καὶ μόνον ἀληθινὸν εἶναι διδάσκει δι᾽ ὧν φησιν· «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», οὐχὶ ὡς ἑνὸς ὄντος μόνου τοῦ θεοῦ, ἀλλ᾽ ὡς ἑνὸς ὄντος μόνου ἀληθινοῦ θεοῦ μετὰ προσθήκης ἀναγκαιοτάτης τοῦ ἀληθινοῦ. ἐπεὶ καὶ αὐτὸς θεὸς μὲν ὁ υἱός, ἀλλ᾽ οὐκ ἀληθινὸς θεός. εἷς γάρ ἐστι καὶ μόνος ἀληθινὸς θεὸς διὰ τὸ μὴ ἔχειν πρὸ αὐτοῦ τινα. εἰ δὲ καὶ αὐτὸς ὁ υἱὸς ἀληθινός, ἀλλ᾽ ὡς εἰκὼν τοῦ ἀληθινοῦ θεοῦ εἴη ἂν καὶ θεός, ἐπεὶ «καὶ θεὸς ἦν ὁ λόγος», οὐ μὴν ὡς ὁ μόνος ἀληθινὸς θεός.