Εἰ δ᾽ οὖν τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως, πρὸς τῆς ἐνοικούσης αὐτῇ θεότητος μεταβληθεῖσα, τί χρὴ λέγειν, ὅτε τὴν θνητότητα ἀποδὺς, καὶ τὴν φθορὰν ἀπονιψάμενος, τῆς τοῦ δούλου μορφῆς τὸ εἶδος εἰς τὴν τοῦ δεσπότου καὶ Θεοῦ δόξαν μετεσκευάσατο, μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ μετὰ τὴν ἐν τῷ βασιλικῷ θρόνῳ ἀμφὶ τὰ δεξιὰ τοῦ Πατρὸς ἵδρυσιν, μετὰ τὴν ἐν τοῖς ἀκατονομάστοις καὶ ἀῤῥήτοις κόλποις τοῦ Πατρὸς ἀνάπαυσιν, εἰς ἣν ἀνιόντα καὶ ἀποκαθισάμενον αἱ οὐράνιαι δυνάμεις ἀνηυφήμουν, λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. [Οὐκοῦν καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γινομένη, ἐξόλων ὅλη μεταβέβληται ἐπὶ φῶς αὐτοῦ ἄῤῥητον καὶ ἀνεκδιήγητον, αὐτῷ τῷ Θεῷ Λόγῳ πρέπον φῶς, ὅπερ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πῶς οὖν τις τῶν ἀδυνάτων ἐφίκοιτο; Πῶς δὲ τῆς οὕτω θαυμαστῆς, καὶ ἀλήπτου μορφῆς, εἴ γε χρὴ μορφὴν ἔτι καλεῖν τὴν ἔνθεον καὶ νοερὰν οὐσίαν, εἰκόνα τις ζωγραφήσειεν;