Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Πρὸς Στέφανον ζητήματα

Εὐσέβιος Καισαρείας

Ειδικά ερμηνευτικά προβλήματα των ευαγγελικών γενεαλογιών

Απαντήσεις σε επιμέρους ερωτήματα σχετικά με την παράλειψη συγκεκριμένων προσώπων και τις επιλογές των ευαγγελιστών στην καταγραφή του γενεαλογικού δέντρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 5

ιεʹ. Προσηκόντως ἐζήτηται ἡ αἰτία δι᾽ ἣν ἄνωθεν ὁ Ματθαῖος ἐποιήσατο τὴν τοῦ Χριστοῦ γενεαλογίαν, ὁ δέ γε Λουκᾶς κάτωθεν καὶ ἐξ ἐναντίας· καὶ ῥητέον, ὡς οὐκ ἄτοπον ἄνωθέν τε καὶ κάτωθεν τὴν αὐτὴν βαδίζειν ὁδόν· ἦν γὰρ καὶ τοῦτο πάλαι τῇ θείᾳ Γραφῇ σύνηθες· οὕτω γὰρ καὶ Δαβὶδ ἐν τῇ Ῥοὺθ ἄνωθεν γενεαλογεῖται, καθὼς καὶ παρὰ τῷ Ματθαίῳ ὁ Χριστός· καὶ ἐν τῇ τῶν Βασιλειῶν δὲ πρώτῃ βίβλῳ ὁ τοῦ Σαμουὴλ πατὴρ κάτωθεν γενεαλογεῖται, παραπλησίως τῷ Λουκᾷ.

ιϛʹ. Περὶ τούτου ὁ Εὐσέβιος ἐν τῷ Εἰς τὸ κατὰ Ματθαῖον οὕτως· Φησὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα. Ἐγὼ δὲ, φησί τις, καὶ τὴν αἰτίαν ἐπυθόμην τὴν τὸν μακάριον Λουκᾶν ἀποκλίναι τῆς βασιλείου φρατρίας ὑπαγαγοῦσαν, τῷ μὴ τοὺς βασιλεῖς ἀπ᾽ αὐτοῦ Σολομῶντος εἰδωλολατρείας καθαρεύειν, πλὴν ἐλαχίστων, ταύτῃ παραιτήσασθαι τὴν δι᾽ αὐτῶν γενεαλογίαν.

ιζʹ. Εὐσεβίου. Τὴν τοῦ Δαβὶδ μετάνοιαν ἐπὶ τῷ ἁμαρτήματι δημοσιεύων ὁ εὐαγγελιστὴς, ἐμνήσθη τῆς γυναικὸς μεθ᾽ ἧς τὴν ἁμαρτίαν ἐξετέλεσε· καὶ ὅτι εἰ μὴ διὰ μετανοίας συγγνώμην τοῦ ἁμαρτήματος ἐδέξατο παρὰ Θεοῦ, οὐκ ἂν αὐτὸς ἠξιώθη προπάτωρ γεγονέναι τοῦ Χριστοῦ.

ιηʹ. Εὐσεβίου. Τοῦ Ἰεχονίου ἦν κατηγόρημα, τὸ ἐκκήρυκτον αὐτὸν γεγονέναι καὶ αἰχμάλωτον· διὸ καὶ ἄτιμος ὑπῆρχε τοῖς πολλοῖς· καὶ τοῦτο ἦν τὸ διϊστῶν τοὺς γενεαλογοῦντας τὸν Χριστὸν, ὥστε τοὺς μὲν ἀπὸ Σολομῶντος, τοὺς δὲ ἀπὸ Νάθαν κατάγειν τὰς γενεάς· κἀντεῦθεν ὁ εὐαγγελιστὴς μνείαν ἐποιήσατο αὐτοῦ· καί φησι τὸν Λυτροτὴν τῶν αἰχμαλώτων παραγεγονέναι, καὶ διὰ τοῦ βαπτίσματος αὐτοὺς παραδεχόμενον.