Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα εὐαγγελικά

Εὐσέβιος Καισαρείας

Η γενεαλογία του Ιωσήφ και το μυστήριο της παρθενικής γέννησης

Το πρώτο ερώτημα του έργου σχετικά με τον λόγο καταγραφής της γενεαλογίας του Ιωσήφ, την αποσιώπηση της εκ Πνεύματος Αγίου σύλληψης για την προστασία της Θεοτόκου και την τεκμηρίωση της δαβιδικής καταγωγής της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 8

ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ. Διὰ τί τὸν Ἰωσὴφ, ἀλλ᾽ οὐ τὴν Μαρίαν, οἱ εὐαγγελισταὶ γενεαλογοῦσιν. Πόθεν τὸν Χριστὸν ὡς υἱὸν Δαβὶδ γενεαλογούσι; πάντως ὅτι διὰ τὸν Ἰωσὴφ τὸν ἐκ Δαβὶδ γεγονότα· ἀλλ᾽ οὐκ ἐκ τοῦ Ἰωσὴφ ὁ Χριστὸς, ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας, ὥς φησιν ἡ Γραφή· ἐχρῆν τοίνυν τὴν Μαρίαν γενεαλογεῖν, εἴπερ τὸν Χριστὸν γενεαλογεῖν ἐβούλοντο, ἀλλ᾽ οὐ τὸν Ἰωσὴφ, ᾧ μηδὲν προσήκων τυγχάνει κατὰ σάρκα ὁ Χριστὸς, μὴ ἐξ αὐτοῦ γεγεννημένος· εἰ δὲ μὴ ἐξ αὐτοῦ τυγχάνει ὢν, ἀλλ᾽ ἐκ μόνης τῆς Μαρίας, οὐκ ἂν εἴη ἐκ τοῦ Δαβὶδ, ἐπειδὴ τὴν Μαρίαν οὐδεὶς λόγος ἀποδείκνυσιν ἀπὸ Δαβὶδ γενομένην· μάτην ἄρα τὸν Χριστὸν ἐκ σπέρματος Δαβὶδ θρυλλοῦσι, μήτε τοῦ Ἰωσὴφ ὄντα υἱὸν, μήτε τῆς Μαρίας ἀπὸ Δαβὶδ γενεαλογουμένης· τοιαῦτα μέν τινα τὸ πρῶτον τῶν ἠπορημένων περιεῖχε· λύσις δ᾽ ἂν εἴη αὐτῷ ἥδε.

αʹ. Τῶν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πράξεων, τὰ μὲν σιωπᾶσθαι ἀναγκαῖον ἦν τοῖς τότε, τὰ δὲ εἰς πολλῶν ἀκοὰς διεδίδοτο, ὅσα πρὸς ὠφέλειαν ἤμελλε συμβάλλεσθαι τοῖς ἀκροωμένοις· οἷον ὡς ἐπὶ παραδείγματος τριακοστὸν ἄγων τῆς τοῦ σώματος ἡλικίας ἔτος, πάρεισιν ἐπὶ τὸ παρὰ τῷ Ἰωάννῃ βάπτισμα· καὶ ἐντεῦθεν ἀπάρχεται τῆς διδασκαλίας καὶ τῶν τεραστίων ἔργων· τίνα δὲ τὰ πρὸ τοῦ βαπτίσματος ἐντὸς ὅλων ἐτῶν τριάκοντα πραχθέντα αὐτῷ, οὐδεμία ἱστορία δηλοῖ, οὐδ᾽ ἔστιν ἀπό τινος θείας Γραφῆς τὸν πρὸ τούτου καταμαθεῖν αὐτοῦ βίον. Ἀλλὰ καὶ ἐξ οὗπερ εἰς πάντας ἐγνώσθη, τὰ μὲν εἰς ἀκοὰς πάντων ἐκήρυττε, τὰ δὲ μόνους τοὺς αὑτοῦ μαθητὰς ἐμυσταγώγει· καὶ ποτὲ μὲν παραδοξοποιῶν παρῄνει μηδενὶ λέγειν, ποτὲ δὲ ἄνευ τῆς τοιᾶσδε παραινέσεως τὰ θαυμάσια κατειργάζετο. Ἓν δὴ οὖν μάλιστα τῶν σεσιγῆσθαι δεδογμένων, τὸ κατὰ τὴν γένεσιν αὐτοῦ θαῦμα ἦν· οὐδενὸς τῶν καθ᾽ ὃν ἐνηνθρώπησε χρόνον, ὀλίγων ἐκτὸς τούτου γνῶσιν κεκτημένου.

βʹ. Φησὶ δέ που ὁ ἅγιος ἀνὴρ (Ἰγνάτιος ὄνομα αὐτῷ), τῆς Ἀντιοχέων Ἐκκλησίας δεύτερος γεγονὼς μετὰ τοὺς ἀποστόλους ἐπίσκοπος, ὡς ἄρα καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἔλαθεν ἡ παρθενία Μαρίας, καὶ ἡ τοῦ Σωτῆρος ἐξ αὐτῆς γένεσις· λέγει δ᾽ οὕτως· «Καὶ ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας, καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ Χριστοῦ· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ Θεοῦ ἐπράχθη.» Ἔστι δὲ καὶ λογισμῷ λαβεῖν, ὅτι μὴ πάντων ἦν τῶν ἐν σαρκὶ βιούντων τὸν Χριστὸν Θεοῦ καὶ σὺν ἀνθρώποις ἀναστραφέντα οἷα κοινὸν ἄνθρωπον ὁρώντων, τὸ δύνασθαι πιστεύειν ἐξ ἀπειρογάμου κόρης αὐτὸν δίχα πατρὸς γεγονέναι οὐδ᾽ εἰς πολλοὺς ἐκφέρειν, ὅτι μὴ ἐκ τοῦ Ἰωσὴφ ἡ Μαρία συλλαβοῦσα τὸν Ἰησοῦν ἐγέννα, λυσιτελὲς ἦν· ἦ γὰρ ἂν καὶ δίκην κατὰ τὸν Μωϋσέως νόμον ἡ παρθένος ὑπέσχεν, ὡς πρὸ ὥρας γάμου διαφθαρεῖσα τὴν παρθενίαν· διόπερ εἰκότως ἐπισημαίνεται ἀκριβῶς φήσασα ἡ Γραφὴ, «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα·» μονονουχὶ διδάσκουσα ὅτι μὴ πρὸ γάμου συνείληφε, μηδὲ πρὸ τοῦ παρὰ τὸν ἄνδρα ἐλθεῖν· μετὰ δὲ τὸ συναφθῆναι τὸν Ἰωσὴφ καὶ παρ᾽ αὐτῷ γενέσθαι, παρὰ πᾶσί τε γυναῖκα αὐτοῦ χρηματίσαι, συνόντων ἀλλήλοις, καὶ τῆς γαμικῆς ὁμιλίας ἅπτεσθαι ἤδη γοῦν μελλόντων, αὐτῆς ὡς εἰπεῖν ὥρας πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.

Καὶ τοῦτό γε παγχρησίμως εἰς τὸ λαθεῖν τοὺς πολλοὺς ᾠκονόμητο· εἰ γὰρ δὴ παρὰ τοῖς αὑτῆς γονεῦσιν οὖσαν ἔτι συνέβη κατὰ γαστρὸς λαβεῖν, κἂν εἰκὸς ἦν βοηθῆναι τὸ πρᾶγμα ὅτι μὴ ἐκ προδήλου ἀνδρὸς ἐκυοφορήθη, θᾶττον δ᾽ ἂν καὶ ἀνῄρητο κατὰ τὸν νόμον· ἢ εἰ μὴ τοῦτο, αἰσχρᾶς δ᾽ οὖν οὐκ ἂν ἠλευθέρωτο ὕβρεως· οὐ γὰρ δήπου μάρτυς αὐτὴ ἑαυτῆς καὶ τῶν περὶ αὐτῇ πεπραγμένων ἀξιόπιστος ἦν· οὐδ᾽ ἂν ἐπείσθη τις ἢ ἀγγέλου ἐπιφάνειαν, καὶ τὰ πρὸς αὐτὴν εἰρημένα πρὸς τοῦ Γαβριὴλ αὐτῇ διηγουμένῃ, οὐδ᾽ ἂν κύουσαν ἤδη προσήκατο εἰς τὸν ἑαυτοῦ οἶκον Ἰωσὴφ, ἀνὴρ δίκαιος εἶναι μεμαρτυρημένος· διόπερ εἰκότως οὐ παρὰ τοῖς αὑτῆς γονεῦσιν, ἀλλ᾽ ἤδη παρ᾽ αὐτῷ γενομένη ἐγκύμων σὺν αὐτῷ γενομένη, παρ᾽ αὐτὴν ὡς εἰπεῖν τὴν τοῦ γάμου τάξιν· πρὸ γὰρ τοῦ συνελθεῖν αὐτοὺς, ὡς ἡ Γραφὴ μαρτυρεῖ, εὑρέθη ἐν γαστρὶ ἔχουσα.

γʹ. Τίνι δ᾽ ἄρα εὑρέθη, ἀλλ᾽ ἢ τῷ Ἰωσήφ; πῶς δὲ καὶ τίνα τρόπον εὕρηται τοῦτο τῷ Ἰωσὴφ, ὁ λόγος διδάξει φὰς, ἐκ Πνεύματος ἁγίου γνωστὸν γέγονεν οὕτω καὶ τῷ Ἰωσήφ· δίκαιος γὰρ ἦν· δίκαιος δὲ τυγχάνων, οὐ θαυμαστὸν εἰ καὶ θείου Πνεύματος ἠξίωτο πρὸς τὸ συνεῖναι μὲν τῆς μελλούσης γαμετῆς κύησιν, ἐπισχεῖν δὲ τὴν κατὰ ἄνδρα κοινωνίαν. Αὐτίκα συνεὶς καὶ καταπλαγεὶς ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν· μείζονα ἢ κατὰ τὴν σὺν αὐτῷ διατριβὴν τὰ πεπραγμένα εἶναι λογισάμενος. Καὶ τοῦτο ἄρα ἦν τὸ αἴτιον, δι᾽ ὃ, δίκαιος ὢν, οὐκ ἔκρινε μὲν δίκαιον εἶναι δειγματίσαι αὐτὴν, ἐβουλήθη δὲ λάθρα ἀπολῦσαι αὐτήν· καὶ μὴν εἰ μὴ ἐξ ἁγίου Πνεύματος πέπειστο αὐτὴν συνειληφέναι, ἀκριβῶς εἰδὼς ὅτι μηδὲ ἐξ αὐτοῦ τὸ κατὰ γαστρὸς ἔφερε, τί δῆτα δίκαιος ὢν ὁ ἀνὴρ, οὐκ εἰς πάντας ἐξάγων τὴν διαφθαρεῖσαν πρὸ γάμου τὴν ὥραν, τοῖς τὰ τοιαῦτα κρίνειν παρεδίδου δράσασαν δειγματίσαι; πῶς δὲ δίκαιος ὁ τὴν παράνομον πρᾶξιν ἐπισκιάζειν καὶ ἐπικρύπτειν προθυμούμενος;

ἀλλ᾽ οὐκ εἰκὸς τὸν εὐαγγελιστὴν δίκαιον αὐτὸν ἐπὶ τούτοις φάναι, ἀλλὰ γὰρ συναισθόμενον διὰ ἁγίου Πνεύματος τὴν θειοτέραν τῆς Παρθένου γεγονέναι κύησιν, καὶ κρείττονα τῆς σὺν αὐτῷ διατριβῆς ἡγησάμενον εἶναι τὴν οἰκονομίαν, εἰκότως φησὶν αὐτὸν διανενοῆσθαι λάθρα ἀπολῦσαι αὐτὴν μὴ δειγματισθεῖσαν ὑπ᾽ αὐτοῦ, μηδὲ τοῖς πολλοῖς φανερὰν γενομένην· εὖ γοῦν καὶ τὸ μὴ θέλων αὐτὴν δειγματίσαι εἰρῆσθαι δοκεῖ ὑπὸ τοῦ εὐαγγελιστοῦ· οὐ γὰρ ἔφησε μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἀλλὰ μὴ δειγματίσαι θέλων· πολλῆς οὔσης ἐν τούτοις διαφορᾶς· ὡς γὰρ οὐ ταυτὸν σημαίνει τὸ γράψαι καὶ παραγράψαι, καὶ τὸ λογίσασθαι καὶ παραλογίσασθαι, καὶ ψηφίσαι καὶ παραψηφίσαι· οὕτως οὐδὲ τὸ δειγματίσαι καὶ παραδειγματίσαι· τὸ μὲν γὰρ παραδειγματίσαι, τὴν ἐπὶ κακῶς πράξαντι εἰς πάντας φανέρωσίν τε καὶ διαβολὴν ὑποβάλλει νοεῖν· τὸ δὲ δειγματίσαι, τὸ φανερὸν ἁπλῶς ποιῆσαι.

δʹ. Ἐπειδὴ δὲ τούτου γενομένου, εἰ καὶ λάθρα αὐτὴν ἀπολελύκει, μεῖζον ἦν τὸ πρᾶγμα, ἢ κατὰ τὸ λαθεῖν τοὺς πολλοὺς, εἰκότως ἐπιστὰς ὄναρ ὁ ἄγγελος ἔφη τῷ Ἰωσήφ· «Ἰωσὴφ Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ θέα γε ὡς πρῶτον υἱὸν Δαβὶδ ἀνακαλεῖ, ἀναπέμπων ἐπὶ τὸν προπάτορα, διὰ τὸν ἐκ σπέρματος Δαβὶδ τοῖς πᾶσι προσδοκώμενον· ἐπεὶ διὰ τί μὴ υἱὸν αὐτὸν ἔφησεν Ἰακώβ; οὗτος γὰρ ἦν αὐτοῦ κατὰ σάρκα πατὴρ, ὡς μαρτυρεῖ ὁ εὐαγγελιστής· «Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ·» νῦν δὲ παρεὶς τοῦ πατρὸς τὴν μνήμην, τοῦ προπάτορος ὑπομιμνήσκει· μονονουχὶ σημαίνων ὡς ἄρα ὁ ἐπηγγελμένος τῷ Δαβὶδ, οὗτος ἦν ὁ παραδόξως ὁ μὴ ἐξ αὐτοῦ, ἐκ Πνεύματος δὲ ἁγίου ὑπὸ τῆς Μαρίας κυούμενος· ἔπειτα δὲ αὐτῷ θαρσεῖν παρακελεύεται δι᾽ ὃν εἶχεν φόβον· οὐχ ὁ τυχὼν γὰρ φόβος ἦν αὐτῷ συναισθομένῳ μὴ ἐξ ἀνδρὸς κεκυηκέναι τὴν Μαρίαν· κἄπειτα αὐτὸν διδάσκει οὐχ ὃ μὴ ἠγνόει, ἀλλὰ τοῦ καὶ πρότερον γιγνωσκομένου τὴν αἰτίαν· λέγει δ᾽ οὖν· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου.» εʹ.

Τοιαύτη τις καὶ τοσαύτη γενέσθαι οἰκονομία ὑπὲρ τοῦ λαθεῖν τὴν τῆς παρθένου κύησιν τοὺς ἀπίστους, ἐκ τῆς θείας ὑποφαίνεταί μοι Γραφῆς· καὶ γὰρ οὐκ ἂν ἐπιστεύθη ῥᾳδίως ὁ λόγος παρὰ τοῖς τοῦτο ἀκούουσιν, ἄνδρα τε αὐτὸν ἡμῖν ὁμοιοπαθῆ τὸ σῶμα, καὶ κατ᾽ οὐδὲν τὴν θνητὴν φύσιν παραλλάττοντα θεωμένοις· τί γὰρ εἰ καὶ μετὰ ταῦτα παραδοξοποιῶν καὶ τὰς ἐνθέους εὐεργεσίας εἰς πολλοὺς ἐκτείνων ἐξέπληττε τοὺς ὁρῶντας; οὐχὶ δὲ καὶ Μωϋσῆς πολλὰ θαυματουργήσας, τῆς κοινῆς ὅμως γενέσεως οὐκ ἠμοίρει;

Ἠλίας τε, καὶ Ἐλισσαῖος, καὶ ὁ καθεῖς τῶν προφητῶν; οὐδὲν οὖν πρὸς τὸ μὴ ἐξ ἀνδρὸς νομίζεσθαι τὸν Ἰησοῦν ἡ τῶν τεραστίων ἔργων ἐπίδειξις αὐτῷ συνεβάλλετο· αὐτίκα οἱ κατ᾽ αὐτὸν οὐδ᾽ ἄλλο τι περὶ τῆς γενέσεως αὐτοῦ φανταζόμενοι, καίπερ τὰ δρώμενα ὑπ᾽ αὐτοῦ ὁρῶντες, ἔλεγον πρὸς ἀλλήλους· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι;» Καὶ ἄλλοτε πάλιν τῆς μητρὸς καὶ τῶν ἀδελφῶν ἑστώτων ἔξω καὶ ζητούντων λαλῆσαι αὐτῷ, εἶπέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.» Καὶ τί θαυμαστὸν ὅτε καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι ἐρωτηθέντες, «Τίνα με, φησὶν, οἱ ἄνθρωποι λέγουσιν;» ἀπεκρίναντο, ὡς ἄρα οἱ μὲν Ἰωάννην αὐτὸν εἶναι ἡγοῦνται, οἱ δὲ Ἠλίαν, οἱ μὲν Ἱερεμίαν, οἱ δὲ ἕτερόν τινα τῶν προφητῶν· ἐρωτώμενοι δὲ τίνα ποτὲ καὶ αὐτοὶ δόξαν ἔχουσι περὶ αὐτοῦ, οἱ πάντες ἀπεσιώπησαν, ὡς οὐκ ἔχοντες εἰπεῖν· μόνου δὲ Πέτρου φήσαντος, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἅτε μόνῳ αὐτῷ τοῦτο γνωσθέντι ἐπιφέρει λέγων· «Μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.»

Μαρτυρεῖ δὲ καὶ ἡ Μαρία βαθεῖ λογισμῷ παρ᾽ ἑαυτῇ κατέχειν τὰ γεγενημένα· φησὶ γοῦν ἡ Γραφή· «Ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὑτῆς.» ϛʹ.

Οὐκοῦν ἀποδέδεικται ὅτι χρησίμως κατ᾽ ἐκεῖνο καιροῦ, ἡ μὲν ἐξ ἁγίου Πνεύματος τοῦ Ἰησοῦ γένεσις παρὰ τοῖς πολλοῖς ἀπεσιωπᾶτο, ὁ δὲ Ἰωσὴφ ἐν χώρᾳ πατρὸς παρελαμβάνετο· εἰκότως οὖν ὁ πατὴρ τοῦ παιδὸς ἐγενεαλογεῖτο· εἰ δὲ οὖν μὴ τοῦτο ἐγεγόνει, ἀπάτωρ ἂν ἐνομίσθη ὁ παῖς μὴ ἐκ πατρὸς γενεαλογούμενος· τοῦτο δὲ εἰς ἀσέβειαν ἤγαγεν ἂν τοὺς πολλοὺς, οἳ δι᾽ ἄγνοιαν τῆς περὶ τὸ πρᾶγμα ἀληθείας ἐδυσφήμουν τὴν γένεσιν· χρησίμως οὖν καὶ τοῦ τέκτονος (υἱὸς) καὶ τῶν ὠνομασμένων τέκνων ἀδελφὸς ἐχρημάτιζεν· ἐπεὶ καὶ Θεὸς Λόγος ὢν, οὐκ ἀπηρνεῖτο ἑαυτὸν εἶναι ἄνθρωπον, ἀλλὰ καὶ παρήγγελλε τοῖς ἑαυτοῦ μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτὸς εἴη ὁ πάλαι πρὸς τῶν προφητῶν ἥξειν βοώμενος ὁ Χριστὸς τοῦ Θεοῦ· οὐ γὰρ ἂν οὐδὲ ἐπίστευσαν οἱ πολλοὶ τῶν τότε θεωμένων αὐτὸν εὐτελὲς σχῆμα περιβεβλημένον· οὕτω δὲ καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἐνετείλατο πάλιν τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· «Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ·» εἰκὸς γὰρ μηδὲ τοῦτο πιστεῦσαι τῶν τότε τοὺς πολλούς· εἰ δὲ ταῦτα μὴ εἰς φανερὸν ἥκειν ἔκρινεν, ἦ πού γε τὰ τῆς ἐκ παρθένου γενέσεως ἀποσιωπᾶσθαι τὸ τηνικαῦτα παρὰ τοῖς πολλοῖς ἐχρῆν, εἰς ἐπιτήδειον καιρὸν τῆς περὶ αὐτοῦ ἀληθείας ἀναφανησόμενα· οὗτος δὲ ἦν ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως, τῆς τε εἰς πάντα τὸν κόσμον ὡς ἂν περὶ Λόγου Θεοῦ διαδραμούσης περὶ αὐτοῦ φήμης· ὅ τε τῆς τῶν ἐθνῶν κλήσεως, καθ᾽ ὃν καὶ αἱ θεῖαι αὐτοῦ φωναὶ τέλος ἐλάμβανον, τὰ τῶν προγνώσεων αὐτοῦ καὶ προῤῥήσεων διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐναργῶς πιστούμεναι.

ζʹ.

Τοῖς γοῦν καθ᾽ ἡμᾶς ταῦτα παραδεξαμένοις καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ φύσιν ἐπεγνωκόσιν, εἰκότως τά τε λοιπὰ καὶ τὰ τῆς γενέσεως πιστὰ εἶναι ὁμολογεῖται· πλὴν ἀλλ᾽ οἱ θαυμάσιοι εὐαγγελισταὶ ἀναγκαίως τότε παρὰ Ἰουδαίοις τὸν Ἰωσὴφ ἐγενεαλόγουν αὐτὸν ἐκεῖνον τὸν παρὰ πᾶσι βοώμενον τοῦ Ἰησοῦ πατέρα· εἰ γὰρ τοῦτο παρελθόντες, μητρόθεν αὐτὸν ἐγενεαλόγουν, πρὸς τῷ καὶ ἀπρεπὲς εἶναι τοῦτο, καὶ τῆς τῶν θείων Γραφῶν εὐηθείας ἀλλότριον, ὅτι μηδεὶς τὸ πρότερον ἐκ γυναικὸς γενεαλογηθεὶς ἱστορεῖται, ἔδοξεν ἂν ἀπάτωρ τις εἶναι καὶ δυσγενὴς ὁ γενεαλογούμενος· τοῦτο δὲ, ὡς ἔφην, οὐ μικρᾶς ἦν δυσφημίας ὁμοῦ καὶ κατηγορίας· διὸ χρησίμως τὸν Ἰωσὴφ ἀπὸ Δαβὶδ διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν γενεαλογοῦντες, ἐν ταυτῷ καὶ τὴν Μαριὰμ ἐκ Δαβὶδ γεγονέναι συνίστων, διὰ τοῦ μνηστῆρος τὸ τῆς γαμετῆς ὑποφαίνοντες γένος· νόμου γὰρ Μωϋσέως διαγορεύοντος μὴ ἄλλοθεν ἐξεῖναι πρὸς γάμον λαμβάνειν, ἢ ἐκ τοῦ γένους τοῦ οἰκείου καὶ τῆς ἰδίας φυλῆς, ὡς ἂν μὴ περιστρέφοιτο τοῦ γένους ὁ κλῆρος ἀπὸ φυλῆς εἰς φυλὴν, αὐτάρκης ἦν ἡ περὶ τοῦ ἀνδρὸς ἀναγραφὴ καὶ τὴν γυναῖκα δηλῶσαι· νομικῶς γὰρ βιοὺς οὐδ᾽ ἄλλοθεν ἐμνᾶτο τὴν γυναῖκα, ἢ πρῶτα μὲν ἐκ τῆς φυλῆς τῆς πατρικῆς αὐτοῦ, αὕτη δὲ ἦν ἡ τοῦ Ἰούδα· ἔπειτα ἐκ τοῦ δήμου καὶ τῆς αὐτῆς πατριᾶς, αὕτη δὲ ἦν ἡ τοῦ Δαβίδ· τοιαῦτα γὰρ ἦν τὰ τοῦ νόμου παραγγέλματα· ὅτε τοίνυν ὁ Ἰωσὴφ φυλῆς γεγονὼς ἀποδείκνυται Ἰούδα, κλήρου τε καὶ πατριᾶς Δαβὶδ, πῶς οὐχ ἕπεται καὶ τῇ Μαρίᾳ ἐκ τῶν αὐτῶν ὁρᾶσθαι;

ηʹ.

Εἰ δὲ λέγοιτο ὑπάρχειν συγγενὴς τῆς Ἐλισάβετ, αὐτῆς μὲν οὔσης ἐκ φυλῆς Ἰούδα, τῆς τε Ἐλισάβετ ἐκ τῆς τοῦ Λευῒ, μὴ θαυμάσῃς· πᾶν γὰρ τὸ Ἰουδαίων ἔθνος ἑνὸς ἦν γένους, αἵ τε φυλαὶ πᾶσαι ἀλλήλων συγγενεῖς· ἔνθεν καὶ ὁ θεῖος Ἀπόστολος συγγενεῖς αὑτοῦ πάντας ὀνομάζει Ἰουδαίους, λέγων· «Ηὐχόμην γὰρ ἀνάθημα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται·» καίτοι συγγενεῖς αὐτοῦ ἐτύγχανον μόνοι ἐκ φυλῆς Βενιαμίν· οὐκοῦν πάντας ἁπλῶς τοὺς ἐξ Ἰσραὴλ ἀδελφοὺς καὶ συγγενεῖς ἑαυτοῦ προσεῖπεν ὁ Παῦλος· οὕτω δ᾽ οὖν καὶ τὴν Ἐλισάβετ συγγενίδα προσεῖπεν ὁ ἄγγελος τῇ Μαριὰμ, διὰ τὸ ἄμφω Ἰσραηλίτιδας εἶναι· καὶ ἄλλως δὲ εἰκὸς ἀπὸ τόπου συγγενίδα τῆς Μαρίας κεκλῆσθαι τὴν Ἐλισάβετ, διὰ τὸ οἰκεῖν ἐπὶ τῆς Ἰούδα φυλῆς ἀφ᾽ ἧς ὡρμᾶτο ἡ Μαρία· μαρτυρεῖ γοῦν ὁ Λουκᾶς λέγων· «Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ·» τοῦ γὰρ Μωϋσέως νόμου μὴ ἀφορίσαντος τῇ τῶν ἱερέων φυλῇ κλῆρον, ὅτι Κύριος ὁ Θεὸς μερὶς αὐτῶν, διαταξαμένου δὲ μεταξὺ τῶν λοιπῶν φυλῶν οἰκεῖν αὐτοὺς, τοῦ τε Ζαχαρίου καὶ τῆς Ἐλισάβετ πόλιν φυλῆς Ἰούδα κατοικησάντων, ἀφ᾽ ἧς ὡρμᾶτο Μαρία, εἰκὸς καὶ ταύτης ἕνεκεν τῆς αἰτίας συγγενεῖς αὐτὰς ἀνειρῆσθαι· οὐκ ἀπεικὸς δὲ καὶ τῆς ὁμοιοτροπίας χάριν, δι᾽ ἧς ἄμφω τῆς σωτηρίου οἰκονομίας ἠξιώθησαν, ἡ μὲν τὸν Σωτῆρα, ἡ δὲ τὸν πρόδρομον τοῦ Σωτῆρος ὑποδεξάμεναι, ἑνός τε καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος μετασχοῦσαι· διὸ καὶ μάλιστα μιᾶς τῆς κατὰ Θεὸν συγγενείας μετεῖχον.

Ἀλλὰ τοῦτο μὲν οὕτως ἀπολυτέον.

θʹ. Εἰ δὲ κεφαλὴ τῆς γυναικὸς τυγχάνει ὁ ὢν ἀνὴρ, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, κατὰ τὸν Μωϋσέως νόμον, ἥ τε μεμνηστευμένη ἀνδρὶ διαμαρτοῦσα μοιχείας κατὰ τὸ αὐτὸ τιμωρίαν ὑπομένει, ὡς ἤδη τοῦ μνηστῆρος σῶμα γενομένη καὶ κεφαλὴν ἐπιγραψαμένη τὸν ἄνδρα, πῶς οὐχὶ τῆς κεφαλῆς γενεαλογουμένης, ἕπεται καὶ τὸ σῶμα τῇ κεφαλῇ συναριθμεῖσθαι; ὥστε καὶ τὴν Μαρίαν ἤδη συνημμένην τῷ Ἰωσὴφ, εἰκότως συναντιλαμβάνεσθαι τῆς γενεαλογίας ὅτε μάλιστα τῆς αὐτῆς αὐτῷ φυλῆς οὐ μόνον, ἀλλὰ καὶ δήμου καὶ πατριᾶς ἀποδέδεικται γενομένη· καὶ ἄλλως δὲ ἐν τῷ πρὸς αὐτὴν χρηματισμῷ θεσπίζων ὁ Γαβριὴλ μετὰ τῶν ἄλλων εἴρηκε· «Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ·» σαφῶς διδάσκων ὅτι τοῦ ἐξ αὐτῆς γενησομένου προπάτωρ ἦν ὁ Δαβίδ· πῶς γὰρ ἄλλως εἰκὸς ἦν ταῦτα τῇ παρθένῳ φάναι τὸν ἄγγελον, ἢ συνομολογοῦντα ἐκ τοῦ Δαβὶδ εἶναι; οὐ γὰρ ἂν μὴ ἐκ Δαβὶδ τυγχανούσῃ εἰρήκει τὸ, «Δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ·» ποίου γὰρ πατρός;

εἰκότως ἂν ἤρετο ἡ παρθένος, ὁμολογοῦσα μὲν ὅτι ἄνδρα οὐ γινώσκει, μαθοῦσα δὲ ὅτι ἐκ Πνεύματος ἁγίου συλλήψεται, εἰ μὴ ὅτι σαφὴς ἦν ὁ λόγος πρὸς θυγατέρα Δαβὶδ λεγόμενος· ἔνθεν εἰκότως φησὶν ὁ Λουκᾶς· «Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν ἀπογράψασθαι εἰς πόλιν Δαβὶδ ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ οὔσῃ ἐγκύῳ.» Οὐκέτι γὰρ ἀμφιβόλως ἀναγνωσόμεθα τὴν παροῦσαν λέξιν, ὡς τῆς Μαρίας ἀπογράψασθαι μόνης συνελθούσης, ἀλλ᾽ ὡς καὶ αὐτῆς σὺν τῷ Ἰωσὴφ ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ ὑπαρχούσης, τὰς ἀποδείξεις ἔχοντες τῆς τοιαύτης ἑρμηνείας τοῦ λόγου ἐκ τῶν προαποδεδομένων. Δεδεῖχθαι τοίνυν σαφῶς ἡγοῦμαι, ὅτι μὴ μάτην ὁ Ἰωσὴφ ἐγενεαλογεῖτο παρὰ τοῖς θαυμασίοις τοῦ Σωτῆρος ἡμῶν ἀποστόλοις, καὶ ὅπως ἡ Μαρία ἐκ σπέρματος οὖσα τοῦ Δαβὶδ συνίσταται, ὅ τε ἐξ αὐτῆς γεγεννημένος Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ.