Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα εὐαγγελικά

Εὐσέβιος Καισαρείας

Η σειρά των γενεαλογιών στους ευαγγελιστές Ματθαίο και Λουκά

Εξέταση της φαινομενικής διαφωνίας μεταξύ της ανιούσας και κατιούσας σειράς των γενεαλογιών, με παραπομπές στον Ιούλιο Αφρικανό και επεξήγηση του πνευματικού σκοπού της καταγραφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 8

Βʹ. Διὰ τί ὁ μὲν ἄνωθεν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος κατάγει τὴν γενεαλογίαν· ὁ δὲ κάτωθεν ἄνεισι, κοὐκ ἐπὶ τὸν Ἀβραὰμ ἵσταται, ἀλλ᾽ ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν. αʹ.

Τὸ δεύτερον τῶν ὑπὸ σοῦ προταθέντων τοῦτο ἦν· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ κατάγει τὴν γενεαλογίαν, ὁ δὲ Λουκᾶς τὴν ἐναντίαν τούτου βαδίσας, ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσὴφ, ἀνάγει δὲ ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν· δέον, εἴγε σύμφωνα καὶ συνῳδὰ ἀλλήλοις ἔγραφον, ἢ τὸν Λουκᾶν ἀνιόντα μέχρι τοῦ Ἀβραὰμ στῆναι, ἢ τὸν Ματθαῖον μὴ ἀπὸ τοῦ Ἀβραὰμ, ἀλλ᾽ ἀπὸ τοῦ Ἀδὰμ, εἰς ὃν κατέληξεν ὁ Λουκᾶς, ἀπάρξασθαι τῆς γενεαλογίας. —Ῥᾳδία δὲ καὶ τούτων ἡ λύσις, καὶ οὐδὲ πολλῆς κατασκευῆς δεομένη, μίαν ἀμφοτέροις ὁδὸν πορευθεῖσιν· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις ἐγκειμένης, τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι, τρίβου· τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν· οὗτος δὲ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, καὶ τῶν θείων συνήθης Γραφῶν· αὐτίκα γοῦν ἐν μὲν τῇ βίβλῳ τῆς Ῥοὺθ Δαβὶδ ἄνωθεν ἀπὸ τοῦ Ἰούδα γενεαλογεῖται διὰ τούτων· «Καὶ αὗται αἱ γενέσεις Φαρὲς (ὁ δὲ ἦν Ἰούδα τοῦ ἀρχιφύλου παῖς)· Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ· καὶ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ· καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ· καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών· καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών· καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ· καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ· καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαβίδ.»

Τοῦτον δ᾽ οὖν αὐτὸν τέθειται καὶ ὁ Ματθαῖος τὸν τρόπον.

βʹ. Ἡ δέ γε πρώτη τῶν Βασιλειῶν ἑξῆς διαδεξαμένη τῆς Ῥοὺθ τὴν γραφὴν, ἀπὸ τῶν κάτωθεν ἄνεισιν, ὥσπερ οὖν πεποίηκεν ὁ Λουκᾶς· τὸν γοῦν πατέρα τοῦ Σαμουὴλ τὸν Ἑλκανᾶ γενεαλογοῦσα ὧδέ φησι· «Καὶ ἐγένετο ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σουφεὶρ ἐξ ὄρους Ἐφραΐμ· καὶ ὄνομα αὐτῷ Ἑλκανᾶ, υἱὸς Ἱερεμιὴλ, υἱοῦ Ἐλίου, υἱοῦ Θοοῦ, υἱοῦ Σοῦρ, Ἐφραταῖος.» Ἀλλὰ καὶ ἐν τοῖς Παραλειπομένοις ποτὲ μὲν ἀπὸ τῶν πρώτων ἐπὶ τοὺς δευτέρους καθεξῆς πρόεισιν ὁ λόγος, τῇ τοῦ Ματθαίου γραφῇ παραπλησίως, ποτὲ δὲ ἐμφερῶς τῷ Λουκᾷ γενεαλογεῖ· ἄκουσον γοῦν καὶ τῶνδε· «Δαβὶδ, φησὶν, ἦν υἱὸς Σολομῶν, υἱὸς Σολομῶν Ῥοβοὰμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ, Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, Ἀμασίας υἱὸς αὐτοῦ·» καὶ οὕτω καθεξῆς κάτεισι μέχρι τοῦ Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ὡς ὁ Ματθαῖος.

Ὡς δὲ ὁ Λουκᾶς, ἡ αὐτὴ πάλιν ἄνεισι Γραφὴ τὸν Σαμουὴλ γενεαλογοῦσα· φησὶ γοῦν· «Σαμουὴλ υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἱεροβοὰμ, υἱοῦ Ἡλιὴλ, υἱοῦ Θοοῦ, υἱοῦ Σοὺρ, υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρίου, υἱοῦ Σοφονίου, υἱοῦ Θαὰρ, υἱοῦ Ἀσεὶρ, υἱοῦ Ἀβιάσαρ, υἱοῦ Κορὲ, υἱοῦ Ἰσσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευῒ, υἱοῦ Ἰσραήλ·» καὶ ὅρα εἰ μὴ ἄντικρυς τὸν ὅμοιον τούτοις μεμίμηται τρόπον ὁ Λουκᾶς· μυρία δ᾽ ἂν καὶ αὐτὸς εὕροις τοιαῦτα· ἀφ᾽ ὧν λείπεται ὁμολογεῖν, μηδὲν ξενίζον πεποιηκέναι τοὺς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστάς· οὐκ ὀρθῶς γὰρ οἴεταί τις αὐτοὺς διαφωνεῖν· ἑκάτερος γὰρ οἰκείῳ λογισμῷ τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος διὰ τὴν οἰκονομίαν τοῦ παρ᾽ αὐτῷ λόγου, ὃν οὐ καιρὸς νῦν ἑρμηνεύειν· ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέχρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας, διὰ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον ἀναβιβάζει.

Γʹ. Πῶς ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Δαβὶδ καὶ Σολομῶνος διαδόχων ἐπὶ Ἰακὼβ καὶ Ἰωσὴφ τὰ γένη κατάγει· ὁ δὲ Λουκᾶς ἀπὸ Δαβὶδ καὶ Νάθαν παίδων ἐπὶ Ἡλὶ καὶ Ἰωσὴφ, ἐναντίως γενεαλογῶν τῷ Ματθαίῳ. αʹ. Τὸ τρίτον τῶν προταθέντων καιρὸς ἐπισκέψασθαι· ἀτενὲς οὖν ταῖς λέξεσιν αὐταῖς ἐπερείσωμεν τὴν ἑαυτῶν διάνοιαν· ἴδωμεν δὲ τί φησιν ὁ Λουκᾶς· «Καὶ αὐτὸς ὁ Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱὸς, ὡς ἐνομίζετο, τοῦ Ἰωσὴφ, τοῦ Ἡλὶ, τοῦ Μελχί.» Ἀλλ᾽ οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ, «ὡς ἐνομίζετο» φωνῇ· ἀλλὰ τί φησι; «Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ·» ἄλλο δὲ δήπου ἐστὶ τὸ νομίζειν, καὶ ἄλλο τὸ οὕτως ἔχειν διαβεβαιοῦσθαι· εἰ μὲν δὴ τοῦ Ματθαίου διαβεβαιωσαμένου τὸν Ἰωσὴφ υἱὸν εἶναι Ἰακὼβ καὶ τοῦ Ματθὰν, ὁ Λουκᾶς ὁμοίως διισχυρίσατο τὸν Ἰωσὴφ γεγονέναι υἱὸν τοῦ Ἡλὶ καὶ τοῦ Μελχὶ, ἀληθῶς μάχη τις ἦν καὶ πόλεμος, καὶ ἦν τῶν διαιτησόντων αὐτοῖς χρεία· νῦν δὲ ὅτε, τοῦ Ματθαίου διαβεβαιωσαμένου, ὁ Λουκᾶς οὑ διατείνεται, δόξαν δὲ παρὰ τοῖς πολλοῖς νενομισμένην τίθησιν, οὐ τὴν παρ᾽ αὐτῷ κρατοῦσαν, οἶμαι μηδεμίαν ὑπολείπεσθαι ζήτησιν.

βʹ. Διαφόρων γὰρ παρὰ Ἰουδαίοις ὑπολήψεων περὶ τοῦ Χριστοῦ κεκρατημένων, καὶ πάντων μὲν συμφώνως ἐπὶ τὸν Δαβὶδ ἀναγόντων, διὰ τὰς πρὸς τὸν Δαβὶδ τοῦ Θεοῦ ἐπαγγελίας, ἤδη δὲ τῶν μὲν ἀπὸ Δαβὶδ καὶ Σολομῶνος καὶ τοῦ βασιλικοῦ γένους πειθομένων ἔσεσθαι τὸν Χριστὸν, τῶν δὲ ταύτην μὲν φευγόντων τὴν δόξαν, διὰ τὸ πλείστην ἐμφέρεσθαι τῶν βεβασιλευκότων κατηγορίαν, διά τε τὸ ἐκκήρυκτον ὑπὸ τοῦ προφήτου Ἱερεμίου γεγονέναι τὸν Ἰεχονίαν, καὶ διὰ τὸ εἰρῆσθαι μὴ ἀναστήσεσθαι ἐξ αὐτοῦ σπέρμα καθήμενον ἐπὶ θρόνου Δαβὶδ, διὰ δὲ οὖν ταῦτα, ἑτέραν ὁδευόντων, καὶ ἀπὸ μὲν Δαβὶδ ὁμολογούντων, οὐ μὴν διὰ Σολομῶνος, ἀλλὰ διὰ Νάθαν, ὃς ἦν τοῦ Δαβὶδ παῖς (φασὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα, ἀπό τε τοῦ Νάθαν διαδόχων προελεύσεσθαι τὸν Χριστὸν διαβεβαιουμένων, καὶ τόν γε Ἰωσὴφ ἐκεῖθέν ποθεν γενεαλογούντων, σφόδρα ἀναγκαίως ὁ Λουκᾶς τὴν τούτων ἀνιστορῶν δόξαν, ἀλλ᾽ οὐ τὴν αὑτοῦ, προσέθηκε τῇ κατ᾽ αὐτὸν ἱστορίᾳ τὸ «ὡς ἐνομίζετο·» τῷ Ματθαίῳ παραχωρήσας μὴ τὸ, ὡς ἐνομίζετο, ἱστορεῖν, ἀλλ᾽ ὡς εἶχεν ἀληθείας τὰ τῆς γενέσεως· αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις.

γʹ.

Εἴη δ᾽ ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥητος ἐν τοῖς προκειμένοις λόγος· Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς ἐκ Δαβὶδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ λόγου· τὸν δὲ Λουκᾶν ἡγοῦμαι μὴ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο μὲν γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει ὅτι ἐχρῆν ταύτην ἐκθέσεσθαι· ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι παραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς εἶναι ἀνθρώπων νομίζοιτο δι᾽ ἢν περίκειται σάρκα, ἀλλ᾽ οὐχ ἵσταταί γε αὐτῇ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ᾽ εἰ καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γέννησιν, ὅμως δ᾽ οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας ὑφέστηκεν· ἐπειδὴ δὲ οὖν οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξετίθετο τὴν διήγησιν, εἰκότως τὸν αὐτὸν ἐκείνῳ καιρὸν ὑπερβὰς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναντίαν ἐκτίθεται τῶν γενῶν διαδοχήν· ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνήμην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν ἀποσειόμενος· ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων.

δʹ. Οἷον, ὡς ἐπὶ παραδείγματος, Παῦλος ὁ ἀπόστολος ἐχέτω μὲν κατὰ σάρκα πατέρα Ἰουδαῖον ὅντινα ὡς εἰκὸς ἄπιστον· ἐχέτω δὲ καὶ κατὰ Θεὸν, οὗ κατὰ τοὺς τρόπους ἐβίου· εἰ δὲ οὖν μέλλει τις αὐτὸν κατὰ σάρκα γενεαλογεῖν, τίνος εἰκότως ἂν ἐμνήσθη, ἢ πάντως που τοῦ κατὰ σάρκα πατρός; Εἰ δ᾽ αὖ πάλιν ἕτερος τὴν ἐν Χριστῷ γένεσιν αὐτοῦ δηλοῦν ἐθέλοι, τίνος ἂν τὴν μνήμην θείη ἂν εἰκότως, ἢ πάντως τοῦ κατὰ Θεὸν αὐτὸν ἀναγεννήσαντος; Οὕτω καὶ τῷ Ἀβραὰμ εἴρηται· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὐ δήπου τοὺς κατὰ σάρκα πατέρας δηλοῦντος τοῦ λόγου, εἰ μὴ καὶ θεοσεβεῖς λέγοιντο γεγονέναι, τοὺς δὲ ἐν Θεῷ πατέρας διὰ τὴν τῆς εὐσεβείας ὁμοιοτροπίαν αἰνιττομένου· οὕτω καὶ οἱ ἐξ Ἀβραὰμ, ἀσεβεῖς ἦσαν μὲν κατὰ σάρκα οἱ υἱοὶ Ἀβραὰμ, κατὰ δὲ τὸν τρόπον, υἱοὶ Σοδόμων καὶ Γομόῤῥας· διὸ λέγεται πρὸς αὐτούς· «Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας·» ὡς αὖ πάλιν ἐξ ὧν ἤμελλεν υἱοὶ Ἀβραὰμ γίγνεσθαι· οἱ γοῦν ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες, κατὰ σάρκα πατέρων ἀλλοφύλων φύντες, υἱοὶ γεγόναμεν Ἀβραὰμ, Χριστοῦ γενόμενοι παῖδες καὶ τῶν Χριστοῦ μαθητῶν· ὥστε καὶ δευτέραν ἡμᾶς ἐπιγράφεσθαι γένους διαδοχὴν πολὺ κρείττονα τῆς κατὰ σάρκα διὰ τὴν κατὰ Χριστὸν ἀναγέννησιν.

εʹ. Εἰκότως τοιγαροῦν καὶ ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ, οὐ τοῦ Σολομῶνος καὶ τῆς τοῦ Οὐρίου, οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥοὺθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ διαβεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι᾽ ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὴ καὶ ἐκ τοῦ προφήτου Νάθαν ἀναγεγεννημένον εἰσάγει· καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ ἐντεῦθεν γενεαλογούμενος, ἐπειδήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου γενησομένης· ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ᾽ αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ᾽ ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν ἐπὶ τὸν ἀληθῆ πατέρα, μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ.

Δʹ. Ἀφρικανοῦ περὶ τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις γενεαλογίας. αʹ. Οἱ μὲν οὖν ἤτοι τὴν εὐαγγελικὴν ἱστορίαν ἠγνοηκότες ἢ συνεῖναι μὴ δυνηθέντες, δοξολογούσῃ πλάνῃ τὴν ἀγνωσίαν ἐπύκνωσαν εἰπόντες ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία τῶν τε ἱερατικῶν ὡς οἷόν τε καὶ τῶν βασιλικῶν· ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα· ὅτι Χριστὸς ἀΐδιος μὲν ἀρχιερεὺς Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέρων, βασιλεὺς δ᾽ ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέμων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν τῶν ὅλων γενόμενος· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις τὸ τοῦ Δαβίδ ἐστι γένος ἡ τοῦ Ἰούδα φυλὴ βασιλική· εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ᾽ ὅμως καὶ Σολομῶν ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγένοντο προφῆται, ἱερεῖς δὲ οὐ δεῖνες τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῗται· μάτην ἄρα πέπλασται τὸ ἐψευσμένον· μὴ δὴ κρατοίη τοιοῦτος λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ καὶ Θεοῦ πατέρων ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ.

βʹ. Ἵνα οὖν καὶ τοῦτο μὲν τοῦ εἰρηκότος ἐλέγξωμεν τὴν ἀμαθίαν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ᾽ ἀγνοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι. Ἐπειδὴ γὰρ τὰ ὀνόματα τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει ἢ νόμῳ· φύσει μὲν, γνησίου σπέρματος διαδοχῇ· νόμῳ δὲ, ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος ἀδελφοῦ ἀτέκνου· ὅτι γὰρ οὐδέπω αὐτοῖς δέδοτο ἐλπὶς ἀναστάσεως σαφὴς, τὴν μέλλουσαν ἐπαγγελίαν ἀναστάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα μείνῃ τοῦ μετηλλαχότος· ἐπεὶ οὖν οἱ τῇ γενεαλογίᾳ ταύτῃ ἐμφερόμενοι, οἱ μὲν διεδέξαντο παῖς πατέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ μνήμη καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεννηκότων· οὕτως οὐδέτερον τῶν Εὐαγγελίων ψεύδεται καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· ἐπεπλάκη γὰρ ἀλλήλοις τὰ γένη τά τε ἀπὸ Σολομῶνος καὶ τοῦ Νάθαν, ἀναστάσεσιν ἀτέκνων καὶ δευτερογαμίαις καὶ ἀναστάσει σπερμάτων· ὡς δικαίως τοὺς αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι· τῶν μὲν δοκούντων πατέρων, τῶν δὲ ὑπαρχόντων· καὶ ἀμφοτέρας τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ πολυπλόκως μὲν, ἀλλ᾽ ἀκριβῶς κατελθεῖν. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν διηγήσομαι.

Ἡ κατὰ φύσιν γένεσις ἔστι Ματθαίου· ἡ κατὰ νόμον ἀνάστασις γένους, ἔστιν ἡ τοῦ Λουκᾶ· Ματθὰν ὁ ἀπὸ Σολομῶνος, ἐγέννησε τὸν Ἰακώβ· Ματθὰν ἀποθανόντος, Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυναικὸς ἐγέννησε τὸν Ἡλί· ὁμομήτριοι ἄρα ἀδελφοὶ, Ἡλὶ καὶ Ἰακώβ· Ἡλὶ ἀτέκνου ἀποθανόντος, ὁ Ἰακὼβ ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί· οὕτως ἀμφοτέρων υἱὸς Ἰωσήφ.

Εʹ. Διὰ τί ὁ Ματθαῖος τοῦ Ἀβραὰμ προτάττει τὸν Δαβὶδ ἐν τῇ τοῦ Χριστοῦ γενεαλογίᾳ φήσας· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. αʹ. Ἐπειδὴ πρώτῳ καὶ μόνῳ τῷ Δαβὶδ μεθ᾽ ὅρκου διαβεβαιώσεως, ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται οὖν· «Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· ἕως τοῦ αἰῶνες ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ τὰ μὲν τῆς ἐπαγγελίας τοῦ προφητευομένου, τοιαῦτα ἦν· τοῦ δὲ Σολομῶνος τῆς βασιλείας οὐκ ἄδηλος ὁ χρόνος· λέγεται δὲ οὖν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν γένοιτ᾽ ἂν ἀληθὲς εἰς αὐτὸν ἀναφερόμενον· «Ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;» Ἀλλ᾽ εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι ταῦτα, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, καὶ ἡ ἀπὸ Δαβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκησε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τοῦ Δαβὶδ καταστάντος. Θέα δὲ ὡς καὶ τοῦτο προσέθηκεν ἡ προφητεία περὶ τοῦ θεσπιζομένου φήσασα· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα· καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Καὶ ἐν ἑτέρῳ πάλιν· «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν·» ὅπερ ἀνοίκειον γένοιτ᾽ ἂν Σολομῶνι.

βʹ. Παραθετέον δὲ τὰ περὶ αὐτοῦ ἐν Βασιλείαις ἱστορούμενα ἐν τούτοις· «Καὶ ὁ βασιλεὺς Σολομῶν ἦν φιλογύνης· καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλάς· καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, καὶ Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, καὶ Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν Κύριος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε εἰς αὐτούς.» Οἷς ἐπιφέρει· «Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ Πατρὸς αὐτοῦ.» Καὶ μετὰ βραχύ· «Τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ ἐν τῷ ὄρει ἐπὶ πρόσωπον Ἱερουσαλήμ· καὶ τῷ Μολχὼν εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν· καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραήλ.» Εἰ δὲ τὰ τοιαῦτα τοῦ Σολομῶνος κατηγορεῖται, πῶς οὖν ἐφαρμόσεις αὐτῷ τὰ τοῦ ὅρκου, ἐφ᾽ ᾧ εἴρηται πρὸς τοῖς ἄλλοις καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιτο δ᾽ ἂν ἐπὶ τὸν ἐκ σπέρματος Δαβὶδ ἥξειν θεσπιζόμενον Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαβὶδ ἀνέστη. {ϛʹ.}

Διὰ τί μετὰ τὸν Δαβὶδ οὐκ ἐπὶ τοὺς ἑξῆς διαδόχους τοῦ γένους κατάγει, ἀνατρέχει δὲ ἐπὶ τὸν Ἀβραὰμ, ἀλλ᾽ οὐκ ἐπὶ τὸν Ἀδὰμ, οὐδ᾽ ἐφ᾽ ἕτερόν τινα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν.

Ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί· πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ, καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πατρῷα, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντων, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομὴν σώματος, οὐδὲ διὰ φυλακὴν ἡμέρας σαββάτου, ἢ ἑορτῶν, νουμηνιῶν, οὐδέ γε δι᾽ ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκείας, ἀλλὰ δι᾽ ἐπιγνώσεως τοῦ ἐπὶ πάντων Θεοῦ, ἐπιφανείας δὲ τοῦ ὀφθέντος αὐτῷ Κυρίου (οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος), διά τε σεμνοῦ καὶ ἐναρέτου βίου· τοῦτον δ᾽ οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον, ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβῶν ὄντων καὶ τῆς ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας· ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ, ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν Δαβίδ· δυοῖν γὰρ τούτων ἐπιφανῶν ἀνδρῶν πρώτων ἠξιωμένων τῆς τοῦ Θεοῦ ἐπαγγελίας περί τε τῆς τοῦ Χριστοῦ γενέσεως καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, χρῆναι δήπου τὸ μὲν περὶ τῆς γενέσεως τοῦ πάντων ἀνθρώπων Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας καταδεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν· διόπερ ἡ βίβλος Ἰησοῦ Χριστοῦ πρώτῳ μὲν ἀνάκειται τῷ κατὰ σάρκα Ἰησοῦ Χριστοῦ προπάτορι, δεύτερον δὲ τῷ κατὰ πνεῦμα Πατρὶ τῶν διὰ Χριστοῦ σωθησομένων· ἡγεῖτο γὰρ ὁ σώζων τῶν σωζομένων ἐθνῶν.