Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα εὐαγγελικά

Εὐσέβιος Καισαρείας

Η συμπερίληψη της Θάμαρ και ο τυπολογικός συμβολισμός των γενεών

Ερμηνεία της αναφοράς στη Θάμαρ, τον Φαρές και τον Ζαρά, και ο συμβολισμός τους αναφορικά με την κατάργηση του μωσαϊκού νόμου και τη νέα ευαγγελική πολιτεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 8

Ζʹ. Διὰ τί τῆς Θάμαρ, οὐχὶ δὲ καὶ ἑτέρας ἐπ᾽ ἀγαθοῖς κατορθώμασι μαρτυρουμένης γυναικὸς ἐμνημόνευσεν ὁ Ματθαῖος. αʹ.

Τὴν Θάμαρ εἴ τις ὡς πόρνην διαβάλλειν πειρῷτο, αὐτοῦ δὴ τοῦ Ἰούδα ἐπακουσάτω λέγοντος· «Δεδικαίωται Θάμαρ ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σιλὼμ τῷ υἱῷ μου·» οὐ γὰρ δὴ πορνεύειν προθεμένη ἐπὶ τοῦ τέγους ἔστη, λογισμῷ δὲ σεμνῷ παιδοποιΐας χάριν τὸν Ἰούδαν θηρᾶται· οὐκ ἄδηλος δὲ καὶ ἡ αἰτία· ὁ μὲν γὰρ αὐτῇ παρακελεύεται μένειν ἐπ᾽ οἴκου, ἕως μέγας γένηται Σιλὼμ ὁ υἱὸς αὐτοῦ, ὡς αὐτὸς ληψόμενος αὐτήν· ἡ δὲ ἐπείθετο προθύμως, ἄπαις μένουσα καὶ χήρα, τὰς τοῦ Ἰούδα παρεγγυὰς ἐκδεχομένη· ὡς δὲ οὐκ ἐπῆγε ταῖς ἐπαγγελίαις τέλος, τοῦ περὶ παῖδας πόθου τοῖς τότε ἀνθρώποις διὰ σπουδῆς ἀγομένου, καὶ τῆς ἀτεκνίας ἐν ἐσχάτοις κακοῖς παρὰ πᾶσι τότε λελογισμένης, διαψευσάμενον αὐτῇ συνιδοῦσα τὸν Ἰούδαν, καὶ τὰς ἀπὸ τοῦ παιδὸς ἐλπίδας εἰς μάτην παραληφθείσας, αὕτη ἐπιτίθεται τῷ ἀνδρί· οὐ πώποτε νόμου Μωϋσέως, οὐδέ γε προφητῶν, οὐδὲ ἑτέρου τινὸς ἀπαγορεύοντος τὰ τοιαῦτα· κἄπειτα σοφίζεται τὴν ἐξ αὐτοῦ παιδοποιΐαν· μὴ δείξασα γοῦν ἑαυτὴν τίς ποτε ἦν, συνελθεῖν αὐτῷ μηχανᾶται· ὁμοῦ τὸ σῶφρον τὸ ἑαυτῆς, κἀκείνου τὸ ἀκρατὲς ἀπελέγχουσα· ἡ μὲν γὰρ μακροῖς ἔτεσιν αὐτῷ πειθομένη, χήρα καὶ ἄπαις διέμενεν· ἀλλὰ καὶ παρὸν γήμασθαι ἑτέρῳ, καὶ τέκνων μητέρα ἔκ τινος ἀλλογενοῦς καταστῆναι ἀνδρὸς, οὐ ποιεῖ τοῦτο· τῆς τῶν προγόνων τοῦ Ἰούδα, Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ δὴ καὶ τῆς τοῦ Ἰσραὴλ συγγενείας ἐφιεμένη· ὁ δὲ χηρεύειν τὴν παῖδα καταλιπὼν, καὶ κόρην ἄπαιδα ἐπὶ μακροὺς ἀναρτήσας χρόνους, οὐχ οἷός τε ἦν κρατεῖν ἑαυτοῦ μετὰ τὴν τῆς γυναικὸς τελευτήν· ἀλλ᾽ ἅμα τελευτᾷ ἡ τοῦ Ἰούδα γυνὴ, ὁ δὲ, μηδενός πως νόμου τῶν τοιῶνδε ἀπείργοντος, πόρνην ὑπολαβὼν τὴν εἰρημένην, ἡλίσκετο πρὸς αὐτῆς οὐ δίκαια πράττων· ὅτι δὴ τοιοῦτος ὢν αὐτὸς τὴν ἐπὶ μακροῖς ἔτεσι τὰς ὑποσχέσεις ἐκδεξαμένην τὰς αὐτοῦ, φιλόσοφόν τε καὶ σώφρονα βίον ἐπιδεδειγμένην, ἀπεστέρει τοῦ περὶ τὴν παιδοποιΐαν καρποῦ.

βʹ.

Ταύτῃ οὖν τὸν ἄνδρα ὑποδῦσα, ἐκ πρώτης ὁμιλίας διδύμου γονῆς ἐξ αὐτοῦ γίνεται μήτηρ, τοῦτον αὐτῇ τοῦ Θεοῦ καρπὸν τῆς ἀγαθῆς προθέσεως ἕνεκα δεδωρημένου· παρὸν γὰρ ἄλλοις ἑαυτὴν ἀγαγεῖν, καὶ ἑτέροις ἀλλοφύλοις καὶ ἀσεβέσι συναφθῆναι, τοῦτο μὲν οὐ διενοήθη· τοῦ δὲ τῶν θεοφιλῶν γένους εὐχὴν θεμένη καταξιωθῆναι, καίπερ οὖσα ἀλλόφυλος, τὴν τοσαύτην συνεσκευάσατο δραματουργίαν· οὐ πρότερον δὲ ἡ Θάμαρ ἐτόλμα παρεῖναι ἐπὶ τὴν τοῦ Ἰούδα κοινωνίαν, ἢ ἐκποδὼν γενέσθαι τὴν προτέραν αὐτοῦ γαμετήν· πρὸ τοῦ ταύτης θανάτου οὐχ ὅσιον ἡγουμένη τὸ ἐπιχείρημα· ἔμενε γοῦν παρ᾽ ἑαυτῇ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, καίπερ οὖσα ἄτεκνος κἂν μέχρι τέλους ἄπαις διέμενεν, εἰ μὴ τὸν καιρὸν αὐτῇ συλλαβέσθαι ἡγήσατο· διὸ δὴ, ὡς ἔφην, Θεοῦ καταξιοῦται συνεργοῦ, ὃς ἐκ μιᾶς τοῦ Ἰούδα κοινωνίας, παίδων αὐτῇ διττῶν ἀθρόως ἐδωρήσατο καρπόν· ὁμοῦ περὶ τὴν τῶν παίδων γένεσιν μυστηριώδεις ἐπιτελῶν οἰκονομίας· δι᾽ ἃς καὶ οἶμαι μάλιστα τὸν θαυμάσιον εὐαγγελιστὴν τὴν πᾶσαν μνήμην αὐτῶν τῇ τοῦ Σωτῆρος ἡμῶν συμπεριλαβεῖν γενεαλογίᾳ· διδύμων γὰρ παίδων ἐξ αὐτῆς γενομένων, τοῦ τε Ζαρᾶ καὶ τοῦ Φαρὲς, οὐ τὰ τυχόντα μοι δοκεῖ ἐκ τῆς τούτων γενέσεως ὁ τῆς Γραφῆς αἰνίττεσθαι λόγος· διὸ καὶ ἀμφοῖν μνημονεῦσαι τὸν Ματθαῖον τῆς τε τούτων μητρὸς εἰπόντα «Ἰούδας δὲ ἐγέννησε τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ·» διὰ τί γὰρ οὐκ ἠρκέσθη φάναι, Ἰούδας ἐγέννησε τὸν Φαρὲς, παραλιπὼν τὸν Ζαρᾶ, ὅπερ πεποίηκεν ἐπὶ τοῦ Ἰακώβ;

μόνου γὰρ τοῦ Ἰακὼβ μνησθεὶς, ἀποσιωπᾷ τὸν Ἠσαῦ.

γʹ. Προστίθησι δὲ καὶ ἀπὸ τίνος μητρὸς, λέγων ἐκ τῆς Θάμαρ, παρακαλῶν ἐπισκέψασθαι τὴν περὶ τούτων ἱστορίαν· γράφει γοῦν ὁ Μωϋσῆς ἐν τῇ Γενέσει λέγων· «Ἐγένετο δὲ ἡνίκα ἔτικτε Θάμαρ, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς· ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα, οὗτος προεξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπεν· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾽ ᾧ ἐπὶ τῇ χειρὶ αὐτοῦ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ.» Ὁρᾷς ὁπόσα τῶν εἰρημένων ἡ γένεσις περιέχει; ὧν ἕνεκα ἡγοῦμαι μὴ παρασεσιωπῆσθαι τὰ παρὰ τῷ θαυμασίῳ εὐαγγελιστῇ τὰ ἐν τούτοις αἰνίγματα· φησὶν οὖν ὁ ἱερὸς Ἀπόστολος διερμηνεύων τὰ περὶ τοῦ φραγμοῦ (τάχα που περὶ οὗ εἴρηται, τί διεκόπη διὰ σὲ φραγμὸς) ὧδέ πως ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ὑμῶν, ποιήσας τὰ ἀμφότερα ἔν· καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀπαλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ.» δʹ.

Τούτοις οὖν τὴν διάνοιαν ἐπιστήσας, θέα μήποτε ἡ τῶν δυοῖν τῶν εἰρημένων μία γένεσις, ἥ τε τοῦ Φαρὲς δι᾽ ὃν διεκόπη φραγμὸς, καὶ ἡ τοῦ πρώτου μὲν τὴν χεῖρα προβάλλοντος, δευτέρου δὲ προελθόντος, αἰνίττεται δύο βίων τρόπους τῶν ἠξιωμένων τῆς παρὰ τῷ Θεῷ γεννήσεως· ὧν ὁ μὲν κατὰ τὸ Εὐαγγέλιον, ὁ δὲ κατὰ τὸν Μωϋσέως ὑπέστη νόμον· ἀλλὰ γὰρ τούτων πρῶτος μὲν τὴν χεῖρα προβέβλητο ὁ κατὰ τὸ Εὐαγγέλιον· οὐ μὴν καὶ πρῶτος πρόεισιν εἰς φῶς· ὑποστείλας δὲ τὴν χεῖρα, τῷ κατὰ Μωϋσῆ δευτέρῳ ἰόντι προελθεῖν ἐπιτρέπει πρώτῳ· εἶθ᾽ οὕτως αὐτὸς πρῶτος ὢν, ὕστατος ἔξεισι, μετὰ τοῦ περὶ τὴν χεῖρα συμβόλου τοῦ πρῶτον αὐτὸν συνιστῶντος· ἦν δ᾽ ὁ τῶν πρὸ Μωϋσέως θεοφιλῶν ἀνδρῶν βίος ὁ κατὰ τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, καθ᾽ ὃν διαπρέψαι μνημονεύονται οἱ ἀμφὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Μελχισεδέκ τε καὶ Ἰὼβ, καὶ πολὺ τούτων πρότεροι οἱ ἀμφὶ Νῶε καὶ Σὴμ, καὶ Ἰάφεθ, Ἐνώχ τε καὶ ὅσοι ἄλλοι τούτοις γεγόνασι παραπλήσιοι· δίκαιοι γοῦν οἵδε πάντες, καὶ εὐσεβεῖς καὶ θεοφιλεῖς· εἰ καί τινες ἕτεροι μαρτυρηθέντες, τῆς μὲν κατὰ Μωϋσέα νομοθεσίας πάμπαν ὑπῆρχον ἀλλότριοι· προλαβόντες δὲ τὸν κατὰ Μωϋσέα τρόπον, ἡμῖν ὁμοίως τῇ κατὰ τὸ Εὐαγγέλιον φιλοσοφίᾳ διέλαμψαν.

εʹ. Ὁ μὲν οὖν πρῶτος, διὰ τοῦ Ζαρᾶ ἐδηλοῦτο, ὃς ἑρμηνεύεται Ἀνατολή· φωτὸς γὰρ εὐσεβείας αἱ πρῶται τῆς ἀνατολῆς αὐγαὶ, διὰ τῶν πρώτων ἐν ἀνθρώποις εὐσεβησάντων ἐξέλαμψαν· οἷοί περ ἦσαν οἱ πρὸ Μωϋσέως ἐκ πρώτης ἀνθρώπων συστάσεως θεοφιλεῖς ἀποφανθέντες· οἱ δὴ καὶ τῷ Ζαρᾷ παραπλησίως, πρῶτοι μὴν τὴν χεῖρα προεβάλοντο τὸν πρακτικὸν βίον ἐνδειξάμενοι· οὐ μὴν καὶ ἐκράτυνέ γε τοῦτον· τοῦ δὲ κατ᾽ αὐτοὺς τρόπου ἐν ὑποστολῇ γενομένου· καὶ ὥσπερ τινὸς φραγμοῦ διακοπέντος, ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ κατὰ Μωϋσέα βίος· ὃν δὴ μεσότοιχον φραγμὸν κέκληκεν ὁ θαυμάσιος Ἀπόστολος· διὸ καὶ ὠνομάσθη Φαρὲς, τῆς τοῦ φραγμοῦ· διακοπῆς ἐπώνυμος· ἑρμηνεύεται γοῦν Φαρὲς μερισμός· ἔνθεν καὶ Φαρισαῖοι παρ᾽ αὐτοῖς διέπρεπον, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῆς τῶν πολλῶν ἐπιμιξίας· μακάριον μὲν οὖν καὶ πολὺ κρεῖττον ἦν μὴ διακοπῆναι τὸν φραγμὸν, ἕνα δὲ αὐτὸν καὶ ἀδιάκοπον μεῖναι· τοῦτο δ᾽ ἂν γέγονεν εἰ τῷ τὴν χεῖρα προβεβλημένῳ πρώτῳ, συνακολουθήσας ὁ δεύτερος, τὸν αὐτὸν τρόπον ἐπολιτεύσατο· πολὺ γὰρ ἦν βέλτιον τοῖς ἐκ περιτομῆς εἰ κατὰ τὸν βίον τῶν πρόπαλαι θεοφιλῶν ἀνθρώπων ἐτύγχανον πεπολιτευμένοι· καὶ οὕτω γὰρ ἦν εἷς ὁ φραγμὸς, καὶ μία ἡ οἰκοδομὴ τῶν τε πρώτων καὶ τῶν ὑστάτων.

ϛʹ. Ἐπειδὴ δὲ μὴ τὸν πρῶτον κρατῆσαι τρόπον ἡ τῶν δευτέρων συνεχώρησεν ἀσθένεια, διακοπῆς εἰκότως τοῦ κατὰ Θεὸν φραγμοῦ γενομένης, τοῦ τε μεσοτοίχου τοῦ φραγμοῦ παραβληθέντος, ὁ πάλαι πρῶτος τὴν χεῖρα προτείνας, δεύτερος ἔξεισιν εἰς φῶς, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ τὸν παλαίτατον καὶ ἀρχαῖον φραγμὸν ἀνακτησαμένου· διὸ καί φησιν εἰς αὐτὸν ἡ προφητεία· «καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν·» οὗτος δὴ καὶ τὸ δηλωθὲν μεσότοιχον ἀνεῖλεν· ὃς Κύριος ὢν καὶ τοῦ σαββάτου ποιεῖ τὰ ἀμφότερα ἓν, κατὰ τὸν ἱερὸν Ἀπόστολον εἰπόντα «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας·» καὶ τί τὸ μεσότοιχον διασαφῶν, ἐπιλέγει· «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας» ἐκποδὼν μεταστησάμενος τὸ μεσότοιχον τοῦ Μωϋσέως νόμου, ὅπερ ἡμᾶς τοὺς ἐξ ἐθνῶν τῆς κατὰ Θεὸν ἀπείργει εὐσεβείας, διὰ τὸ μηδὲ βουλομένοις δυνατὸν εἶναι πᾶσι τοῖς ἔθνεσι κατὰ Μωϋσέα πολιτεύσασθαι.

ζʹ. Ὥσπερ οὖν συνεστήσαμεν ἐν ταῖς Εὐαγγελικαῖς ἀποδείξεσι, τὴν κατὰ τὸ Εὐαγγέλιον τοῖς πᾶσι προεβάλετο πολιτείαν, τοῦ πρώτου τῆς εὐσεβείας τρόπου τελείαν καὶ λαμπροτέραν τὴν γένεσιν πεποιημένου, μετὰ τοῦ τῇ χειρὶ συνεπάγεσθαι τὸ μαρτύριον τοῦ πρῶτον αὐτὸν γεγονέναι· ὁ γοῦν διὰ τοῦ σωτηρίου Εὐαγγελίου πᾶσι τοῖς ἔθνεσι παραδοθεὶς βίος, οὗτος ἦν ἐκεῖνος ὁ καὶ πρὸ Μωϋσέως τὴν χεῖρα προτείνας, καὶ τὴν πρᾶξιν διὰ τῶν πρώτων θεοφιλῶν ἀνδρῶν ἐπιδεδειγμένος· οὗτός τε οὗτος ἦν ὁ Ζαρᾶ τῆς ἐνθέου πολιτείας τὴν πρώτην ἐν ἀνθρώποις ἀνατολὴν καταβεβλημένος· γέγονέ τε ὁ αὐτὸς, ἀρχὴ καὶ τέλος, πρῶτός τε καὶ ὕστατος, ἀνατολή τε μικρὰ καὶ ὑστάτη πάλιν εἰς πάντας ἐκλάμψασα ἀνθρώπους. Πλὴν ἀλλὰ κἀκεῖνο προσήκει τοῖς εἰρημένοις ἐπιθεῖναι, ὡς ἡ βίβλος τῆς γενέσεως Ἰησοῦ Χριστοῦ οὐκ ἀπὸ τοῦ τῶν δυοῖν πρώτου, λέγω δὲ τοῦ Ζαρᾶ, τὸν γενεαλογούμενον φῦναι εἰσάγει, ἀλλ᾽ ἀπὸ τοῦ δευτέρου τοῦ Φαρές· ἐπεὶ γέγονε κατὰ σάρκα ἐκ φυλῆς καὶ σπέρματος τοῦ δευτέρου· οὐ μόνον γεννώμενος ἐκ γυναικὸς, ἀλλὰ καὶ γενόμενος ὑπὸ νόμον, ἵνα καὶ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, κατὰ τὴν τοῦ Ἀποστόλου καὶ περὶ τούτου μαρτυρίαν.