Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα εὐαγγελικά

Εὐσέβιος Καισαρείας

Η μνεία της γυναίκας του Ουρία και της Ρουθ

Ανάλυση της πτώσης, της εξομολόγησης και της συγχώρησης του Δαβίδ, καθώς και της κλήσης των εθνών μέσω της ιστορίας της Μωαβίτισσας Ρουθ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 8

Ηʹ. Διὰ τί τῆς τοῦ Οὐρίου γυναικὸς ἐμνήσθη ἐπὶ τῆς γενεαλογίας ὁ εὐαγγελιστής. αʹ. Μονονουχὶ διὰ τοῦ φάναι, «Δαβὶδ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,» τοιοῦτόν τι ἔοικε δηλοῦν ἡ βίβλος αὕτη τῆς Ἰησοῦ Χριστοῦ γενέσεως, τὰς λιτανείας καὶ τὰς ἱκεσίας τοῦ Δαβὶδ ὅσον οὔπω προχωρήσειν εἰς τέλος εὐαγγελίζεται· περιέχει γοῦν τὴν οἰκονομίαν Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος τῶν ὅλων καὶ ἰατροῦ, δι᾽ οὗ μόνου ἐλπὶς ἦν καὶ τῷ Δαβὶδ τῆς κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα ἁμαρτίας ἀπολυθήσεσθαι, καὶ τῆς ἐν τῷ θανάτῳ καθείρξεως ἐλευθερωθήσεσθαι· τούτου γοῦν Ἰησοῦ Χριστοῦ τὴν μέχρι θανάτου παρουσίαν, δι᾽ ἧς ἤμελλε καὶ ἡ τοῦ Δαβὶδ ἀπολυτροῦσθαι ψυχὴ, θεσπίζων ἐν τοῖς Ψαλμοῖς αὐτὸς ὁ Δαβὶδ, τὰ περὶ τῆς ἐκεῖσε καθόδου τοῦ Σωτῆρος, τά τε περὶ τῆς ἑαυτοῦ σωτηρίας ἐδήλου δι᾽ ὧν ἔφασκε· «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Καὶ τό· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Καὶ τό· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην.» Καὶ τό· «Ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Τίς δ᾽ ἦν ὁ καταβὰς καὶ ἀναγαγὼν αὐτὸν ἐκ τῶν ἀβύσσων; τίς δ᾽ ὁ σώσας αὐτὸν ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον;

ἀλλ᾽ οὗτος ᾧ τῆς γενέσεως τὴν βίβλον ὁ θαυμάσιος εὐαγγελιστὴς ἀναγράφει, μετὰ τῶν ἄλλων καὶ τὰ περὶ τοῦ Δαβὶδ ἀγαθὰ πᾶσιν ἡμῖν εὐαγγελιζόμενος.

βʹ. Οἶμαι δὲ τούτῳ τῷ πτώματι περιπεσεῖν τὸν Δαβὶδ διὰ μίαν ταύτην φωνὴν, ἣν ἐν τῷ εἰκοστῷ καὶ ἐννάτῳ προήκατο ψαλμῷ· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα·» τὸ γὰρ μέγα φρονῆσαι καὶ τοιοῦτον προΐεσθαι ῥῆμα ὅτι οὐκ ἄν ποτε σαλευθῇ, μένοι δὲ ἄτρεπτος καὶ ἀπαθὴς ἐν τῇ εὐθηνίᾳ αὐτοῦ, ὑπέρογκον ἦν καὶ ὑπερήφανον, καὶ οὐχ ὅμοιον τῷ «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν·» ἐν εὐθηνίᾳ οὖν τῶν παρὰ τῷ Θεῷ ἀγαθῶν γενόμενος, καὶ ἐπὶ μέγα προκόψας ἀρετῆς, ἐτόλμησε φάναι, «οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα·» διὸ καὶ παραχρῆμα καταλείπεται ὑπὸ τοῦ συνεργοῦντος αὐτῷ τὰ ἀγαθὰ Κυρίου, συμπλέκεται δὲ αὐτῷ πνεῦμα ἀλλότριον· λέγει δ᾽ οὖν ἐν τῷ αὐτῷ ψαλμῷ· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Σὺ δὲ ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Διδάσκων ὅτι πρότερον εἰπὼν οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, μετὰ ταῦτα ἀποστρέψαντος τοῦ Θεοῦ τὸ πρόσωπον αὐτοῦ διὰ τὴν μεγαλορήμονα φωνὴν, ὁμολογεῖ τεταράχθαι· εἶτ᾽ ὠφεληθεὶς ἐπὶ τούτοις, τὰ πάλαι ἑαυτοῦ κατορθώματα, οὐκέτι ἑαυτῷ, τῷ Θεῷ δὲ προσγράφει λέγων· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.»

Ὅτε γὰρ, φησὶν, ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος, τότε ἔγνων ὅτι καὶ πάλαι πρότερον τῷ σῷ θελήματι παρέσχου τῷ κάλλει μου δύναμιν. Εἰ γὰρ ἦν τι κάλλος ὑπάρχον περὶ τὴν ἐμὴν ψυχὴν πρὸ τῆς ἁμαρτίας, τοῦτο αὐτὸ ἐκ σῆς χάριτος καὶ δωρεᾶς μοι προσῆν· ταῦτα δὲ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτοῦ ἀσθενείας ὁμολογεῖ.

γʹ. Πλὴν ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ, καὶ τὴν ἐν τῷ πεντηκοστῷ ψαλμῷ εὐχὴν ἀναπέμπει λέγων· «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» λέγων δὲ, σοὶ μόνῳ ἥμαρτον, οὐ τοῦτό φησιν ὅτι εἰς τὸν Θεὸν ἥμαρτον μόνον· οὔτε γὰρ βλασφημίας, οὔτε ἐπιορκίας, οὔτε τοιαύτης τινὸς ἀσεβείας ὁ τρόπος αὐτοῦ τῆς ἁμαρτίας, ἵνα τις ὑπολάβοι αὐτὸν εἰς Θεὸν ἡμαρτηκέναι· ἀλλ᾽ εἰ χρὴ εἰπεῖν, τὰ μεγάλα ἥμαρτεν εἰς τὴν Βηρσαβεὲ, τὰ μέγιστα δὲ καὶ εἰς τὸν Οὐρίαν, ὑπὲρ πάντα δὲ εἰς τὴν ἑαυτοῦ ψυχήν· πῶς οὖν ἐνταῦθά φησι, σοὶ μόνῳ ἥμαρτον; ἀλλ᾽ οἶμαι τοῦτ᾽ αὐτὸν λέγειν, ὅτι σοι μόνῳ ἔγνωσται τὸ ἁμάρτημά μου. Ἐπιφέρει γοῦν τὸ σαφέστερον ἐν τῷ· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Ἀνθρώπων γὰρ οὐδείς μοι φόβος ἦν, εἰ μὴ ὁ σὸς ἐπέκειτο φόβος.

Ῥίψας γοῦν ἑαυτὸν ἐπὶ πρόσωπον, οὐ πρότερον ἀναστήσεσθαί φησιν, ἢ τυχεῖν τῆς ἀξιώσεως. Καὶ συνεύχονταί γε αὐτῷ πάντες οἱ ἀγαθῶν συνεργοὶ, παρακαλοῦντες εἰσακουσθῆναι αὐτόν· διὸ εἴρηται ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ· «Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» δʹ. Οὕτως δὲ αὐτῷ εὐξαμένῳ καὶ διαβεβαιωσαμένῳ, ὅτι μὴ πρότερον ἀναβήσεται ἐπὶ κλίνης στρωμνῆς αὐτοῦ, ὅτι τε οὐκ εἰσελεύσεται εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἔτι οὐ δώσει τοῖς βλεφάροις αὑτοῦ νυσταγμὸν, ἕως οὗ εὕρῃ τὸν μέλλοντα τοῦ Κυρίου τόπον, δείκνυσιν ὁ Κύριος αὐτῷ τὴν Βηθλεέμ· διὸ μετὰ τὴν εὐχὴν συνευξάμενοι αὐτῷ ἱεροὶ ἄγγελοι Θεοῦ ἐπιλέγουσιν ἑξῆς· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Ἐφραθὰ δέ ἐστιν ἡ Βηθλεὲμ, ὡς ἱστορεῖ Μωϋσῆς λέγων· «Ἀπέθανε δὲ Ῥαχὴλ, καὶ ἐτάφη ἐν ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ.» Ἀλλὰ καὶ Μιχαίας φησὶ τὴν Ἐφραθὰ εἶναι Βηθλεὲμ, λέγων· «Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα.»

Εἶτα ἐπεύξατο ὁ Δαβὶδ οὐ μόνον τὸν τόπον γνῶναι τοῦ Κυρίου, ἀλλὰ καὶ τὸ σκήνωμα αὐτοῦ ὁπόθεν ἔσται· σκήνωμα δὲ τὸ σκῆνος καὶ τὸ σῶμα ὃ ἀνείληφεν ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει· εἰκότως περὶ μὲν τοῦ τόπου προαπήγγειλαν φήσαντες· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Περὶ δὲ τοῦ σκηνώματος ἑξῆς ἐπιλέγουσιν αὐτῷ· «Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Δι᾽ ὧν διδάσκεται ὁ Δαβὶδ ὅτι τὸ μέλλον ἔσεσθαι τοῦ Κυρίου σκήνωμα, ὁ καρπὸς ἦν ὁ ἐκ κοιλίας αὐτοῦ γενησόμενος.

Θʹ Διὰ τί τῆς Ῥοὺθ ἐμνημόνευσεν ὁ εὐαγγελιστής. αʹ. Καὶ πῶς οὐκ ἔμελλεν ὁ θεῖος Ἀπόστολος, τὴν τῶν ἀλλοφύλων ἐθνῶν κλῆσιν τῷ πνεύματι προθεωρῶν διὰ τοῦ οἰκείου Εὐαγγελίου γενησομένην, τῆς ἀλλοφύλου μνημονεύειν; ἀλλόφυλος γὰρ ἡ Ῥοὺθ καὶ ἐξ ἀλλοφύλων τῶν ἀπηγορευμένων παρὰ Μωϋσεῖ Μωαβιτῶν· «Μωαβῖται γὰρ, φησὶ, καὶ Ἀμμανῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα·» πλὴν ἀλλὰ καὶ κρεῖττον τοῦ νόμου γενομένη θεοφιλὴς, εἰσῆλθεν εἰς Ἐκκλησίαν Κυρίου· ἐπείπερ ὁ νόμος τοῖς ἐν τῷ νόμῳ λαλεῖ· «Δικαίῳ δὲ νόμος οὐ κεῖται, ἀλλ᾽ ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς.» Ἡ δὲ Ῥοὺθ οὐ τοιαύτη, εἰ καὶ τὸ γένος ἀλλόφυλος ἦν, ὑπερβᾶσα δὲ τὸν διορισμὸν τοῦ νόμου, καὶ εἰσελήλυθεν εἰς τὴν Ἐκκλησίαν Κυρίου, καὶ τοῦ γένους ἐχρημάτισε τοῦ Ἰσραηλιτικοῦ, καὶ ἐν προγόνοις ἀναληφθῆναι τοῦ Σωτῆρος ἡμῶν κατηξιώθη, διὰ τὴν τῶν τρόπων, ἀλλ᾽ οὐ διὰ τὴν τοῦ σώματος εὐγένειαν· πᾶσί τε ἡμῖν τοῖς ἐξ ἐθνῶν ἀλλοφύλοις μέγιστον ὑπόδειγμα κατέστη, ὅτι δὴ ὅμοια πράξαντες αὐτῇ, τῶν ἴσων παρὰ τῷ Θεῷ τευξόμεθα.

βʹ. Εἰκότως οὖν τὴν τῶν ἀλλοφύλων κλῆσίν τε καὶ εἰσποίησιν μέλλων εὐαγγελίζεσθαι, τῇ γενεαλογίᾳ αὐτὴν τέθεικεν· ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἀλλοφύλους μονονουχὶ παιδεύων δι᾽ αὐτῆς, ὅτι δὴ τὰ πάτρια καταλιπόντες, εἰκότως καὶ τὰ ἀκόλουθα εἰς ἡμᾶς πληρωθήσεται· οὐκέτι γὰρ ἐν ἀλλοφύλοις καταλεγησόμεθα, οὐδ᾽ ἐξ ἀλλοφύλων χρηματίσομεν, ἀλλ᾽ ἐκ τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ τοῦ λαοῦ τοῦ κλήρου τοῦ Θεοῦ· ἀναγκαίως δὲ αὖ πάλιν ἐμνήσθη τῆς Ῥοὺθ, τὰ αἴτια διὰ τῆς κατ᾽ αὐτὸν ἱστορίας διδάξας τίνα ἦν τὰ λύσαντα τὴν ἀπαγόρευσιν τοῦ νόμου τὴν φήσασαν, «Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου.» Γέγονε γὰρ ἡ Μωαβῖτις ὡς Ῥαχὴλ καὶ ὡς Λεία, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραήλ· πῶς δὲ οὐχὶ χρήσιμος ἦν τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεαλογίᾳ ἡ μνήμη τῆς Ῥοὺθ, ἐφ᾽ ἣν εἴρηται «καὶ τὸ ποιῆσαι δύναμιν ἐν Ἐφραθᾷ, ἔσται ὄνομα ἐν Βηθλεέμ;»

προφητείας γὰρ ἄντικρυς ταύτας εἰκότως ἄν τις φαίη τυγχάνειν, τὸ ἐκ Βηθλεὲμ ὄνομα τὸ παρὰ τῷ Ματθαίῳ γενεαλογουμένῳ Ἰησοῦ Χριστῷ ἐξάκουστον εἰς πᾶν γένος ἀνθρώπων θεωρῶν, καὶ τὴν ἐν Ἐφραθᾷ γενομένην δύναμιν· δι᾽ ἧς δυνάμεως πάντα τὰ ἔθνη τὸν ἐκ τῆς Ῥοὺθ γενεαλογούμενον Χριστὸν τοῦ Θεοῦ ἐπιγνόντα, δι᾽ αὐτοῦ τῆς μὲν πατρῴας ἀπέστη, τῆς Ῥοὺθ παραπλησίως, τῷ δὲ Θεῷ τοῦ Ἰσραὴλ ἑαυτὰ ἐπιδέδωκεν, ὁμοίως αὐτῇ πάλιν· ὧν ἕνεκά μοι δοκεῖ οὐκ ἀσυλλόγιστος ἡ παράθεσις τῆς Ῥοὺθ ἐν τῇ τοῦ Ματθαίου παρειλῆφθαι γενεαλογίᾳ.