Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα εὐαγγελικά

Εὐσέβιος Καισαρείας

Ο ιστορικός υπολογισμός των γενεών και ο Ιεχονίας

Επεξήγηση της διαίρεσης της γενεαλογίας σε ομάδες δεκατεσσάρων γενεών, η ερμηνεία της αναφοράς στον Ιεχονία και η αρίθμηση των προσώπων μέχρι τον Ιωσήφ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 8

Ιʹ. Διὰ τί τὸν Ἰωακεὶμ Ἰεχονίαν ὀνομάζει ὁ εὐαγγελιστής. αʹ. Διώνυμος οὗτος ἦν· ἀλλ᾽ ἐπεὶ κατὰ τὸν προφήτην Ἱερεμίαν Ἰεχονίας ὀνομασθεὶς διακέκληται, δι᾽ ὧν φησιν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· γῆ, γῆ, ἄκουε λόγον Κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» καὶ ἐπειδὴ τούτων ἕνεκα συνέβη τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν ἅμα τῷ λαῷ ὑποστῆναι τὸν εἰρημένον, εἰκότως ὁ θαυμάσιος εὐαγγελιστὴς τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος ἁπάντων ὑπογράφων τὴν γένεσιν, καὶ τοῦδε ἐμνήσθη τοῦ ἠτιμωμένου τοῦ ἀποῤῥιφέντος ἅμα τῷ σπέρματι εἰς τὴν Βαβυλωνίων γῆν. τοῦ ἐκκηρύκτου γενομένου, τοῦ αἰχμαλώτου· διδάσκων ὅτι κηρύξαι αἰχμαλώτοις ἄφεσιν ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, οὗτος ἦν Ἰησοῦς Χριστὸς, οὗ τὴν βίβλον ἀναγράφει, εἰς ὃν ἀναφέρεται τὸ φάσκον ἐν τῷ προφήτῃ λόγιον· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν·» περὶ οὗ καὶ ἐν ἑτέρῳ φησὶν ὁ αὐτὸς προφήτης· «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει.» βʹ.

Κατὰ καιρὸν τοιγαροῦν αὐτῷ τε Ἰεχονίᾳ καὶ τῇ τούτου ψυχῇ, τοῖς τε τὴν ἴσην αὐτῷ πεπονθόσιν ἀτιμίαν τε καὶ ψυχῶν αἰχμαλωσίαν, τὴν τοῦ Λυτρωτοῦ παρουσίαν εὐαγγελίζεται Ματθαῖος ὁ τὴν γένεσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ δὴ τῶν ἄλλων ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν καταγαγών· εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς λόγος, δι᾽ ὃν καὶ τῆς τοῦ Δαβὶδ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα παρανομίας, τῆς τε τοῦ Ἰούδα πορνείας, τῆς τε ἀλλοφύλου καὶ Μωαβίτιδος Ῥοὺθ ἐμνήσθη· ὁ αὐτὸς δὲ τυγχάνει καθ᾽ ὃν καὶ τελώναις καὶ ἁμαρτωλοῖς συμβιοῦντα, καὶ αἴσχιστά γε ὑπὸ ἀνθρώπων ὑπομένοντα, καὶ τέλος ἅμα τοῖς κακούργοις σταυρούμενον αὐτὸν εἰσάγει ἦν δ᾽ οὗτος ὁ λόγος καθ᾽ ὃν εἴρηται· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐχρῆν γὰρ τὸν μέλλοντα καθάρσιον γίνεσθαι τῶν πάλαι πώποτε πεπλημμεληκότων καὶ τῶν γε μετὰ ταῦτα γενησομένων, ἀντίψυχόν τε τῶν ἀνθρωπίνων ψυχῶν, διὰ πάντων τῶν εἰρημένων διελθεῖν καὶ τὰς κατὰ τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν τιμωρίας αὐτὸν ἀναμάρτητον ὄντα ὑπομεῖναι, ὡς ἂν πληρωθείη εἰς αὐτὸν τὰ θεσπίσματα, τά τε ἄλλα· καὶ δι᾽ ὅν φησιν ὁ θαυμάσιος Ἡσαΐας· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν αἵρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.» γʹ.

Εἰ δὲ λέγοι ὁ προφήτης περὶ τοῦ Ἰεχονία τῇ γῇ, «Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ,» οὐ πάντως ἀναιρεῖ τὸ στήσεσθαι αὐτοῦ σπέρμα, ἀλλὰ τοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους ἐκ τοῦ σπέρματος αὐτοῦ· ὃ καὶ γέγονεν ἀληθές· λέγει γοῦν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ εἰς γῆν ἣν οὐκ ᾔδει·» ἄντικρυς τὴν Βαβυλῶνος γῆν θεσπίζων· πλὴν ἀλλ᾽ ὁ ἐλθὼν κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰς τῶν ἁμαρτιῶν σειρὰς, τῶν τε πάλαι ὑπὸ τὸν θάνατον πεπεδημένων ψυχῶν τούς τε δεσμοὺς λῦσαι ἀπεσταλμένος, ἐπὶ τὴν πάντων τούτων ἐλήλυθε σωτηρίαν· διό φησιν ὁ Δαβὶδ περὶ αὐτοῦ θεσπίζων· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ἐξομολογεῖσθε τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέκλασε· καὶ ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· ἐταπεινώθησαν, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε.» Ταῦτα γὰρ περὶ τῆς ἐκ τοῦ θανάτου διὰ Χριστοῦ γενομένης ἀπολυτρώσεως λέγεται, ὡς συνᾴδει καὶ τὸ φάσκον λόγιον· «Κατέπιεν ὁ θάνατος ἰσχύσας.» Καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.»

Τηρητέον δὲ ὅτι μὴ διαπίπτει ὁ χρησμὸς ὁ φήσας, «Οὐ μὴ ἀναστῇ ἐκ σπέρματος Ἰεχονίου καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» ἐπεὶ μηδεὶς ἐκ τῆς τοῦ Ἰούδα φυλῆς μετὰ Ἰεχονίαν τῆς τοῦ Δαβὶδ βασιλείας κατέστη διάδοχος· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος αἰχμαλωσίαν, ὑπὸ τοῖς ἀρχιερεῦσι διετέλεσε τὸ πᾶν ἔθνος ἀρχόμενον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας· ἦσαν γοῦν κατ᾽ αὐτὸν τετράρχαι οἱ περὶ τὸν Ἡρώδην καὶ Φίλιππον, ἡγεμών τε Πιλάτος, καὶ ἐπὶ πᾶσι βασιλεύς.

ΙΑʹ. Διὰ τί ταῖς ἐν τῇ γενεαλογίᾳ κέχρηται ὑποδιαστολαῖς, μὴ ὁμοῦ συνάψας ἀπὸ Ἀβραὰμ ἐπὶ τὸν Χριστὸν γενεὰς τεσσαράκοντα δύο, διελὼν δὲ τὰς διαδοχὰς καθ᾽ οὓς ἐξέθετο ἀφορισμούς.

Διὰ τὰς διαφόρους καταστάσεις τοῦ λαοῦ τὰς ἐκ τῆς ἱστορίας παρισταμένας· ἄλλη μὲν γὰρ ἦν ἡ ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ Δαβὶδ, καὶ πάλιν ἑτέρα ἡ ἀπὸ Δαβὶδ, ἥτε μέχρι τῆς αἰχμαλωσίας, ὡς πάλιν ἡ ἀπὸ ταύτης μέχρι τοῦ Χριστοῦ· ἀπὸ μὲν γὰρ Ἀβραὰμ ἐπὶ τὸν Δαβὶδ οὐ φαίνονται ὑπὸ βασιλέας πολιτευσάμενοι· ἦρξαν δὲ τοῦ ἔθνους μετὰ Μωϋσέα καὶ Ἰησοῦν οἱ ἐπικληθέντες παρ᾽ αὐτοῖς κριταί· καὶ ἦν τις ἴδιος τρόπος τῆς τούτων καταβάσεως· ἀλλ᾽ οὐδὲ τὰ Ἱεροσόλυμά πως συνειστήκει, οὐδέ γε ὁ ἐν αὐτοῖς νεώς· διόπερ ἐπιστημόνως ὁ εὐαγγελιστὴς μὴ συγχέων τὴν ἱστορίαν, μέχρι Δαβὶδ ἔστη, τοὺς ἀπὸ Ἀβραὰμ ἰδίως καταριθμήσας· εἶτ᾽ οὖν πάλιν ἐπειδήπερ ἀπὸ Δαβὶδ καὶ μέχρι τῆς αἰχμαλωσίας οἰκείοις κέχρηνται βασιλεῦσι, τοῖς τε ἀπὸ Δαβὶδ ἄρξασι καὶ τοῖς ἐν τῇ διαστάσει τοῦ λαοῦ γενομένοις· τό τε ἐν τῇ Ἱερουσαλὴμ ἱερὸν ἐξ ἐκείνου καὶ μέχρι τῆς αἰχμαλωσίας διήρκεσεν, εἰκότως καὶ τούτους πάλιν ἰδίως ἀφορίσας, ὑφ᾽ ἕνα συνήγαγεν ἀριθμόν· ὥσπερ οὖν καὶ τοὺς ἀπὸ τῆς αἰχμαλωσίας μέχρι τοῦ Χριστοῦ, παρ᾽ οἷς οὐκέτι μὲν ἡ τοῦ Δαβὶδ συνέστη βασιλεία, μεταπεπτώκει δὲ τὰ τῆς ἡγεμονίας ἀπὸ τῆς τοῦ Ἰούδα φυλῆς ἐπὶ τὸ τῶν ἱερέων γένος, οἳ δὴ καὶ ἦρξαν αὐτῶν ἀπὸ τῶν Κύρου χρόνων καὶ ἐπὶ τὴν τοῦ Χριστοῦ γένεσιν· ὅθεν καὶ τούτους ἰδίως ἀφορίσας, καθ᾽ ἑαυτοὺς ἠρίθμησεν· οὐκ ἀσυλλογίστως ἄρα τὰς τρεῖς πεποίηται διαστολὰς διὰ τὰς ἀποδοθείσας αἰτίας.

ΙΒʹ. Διὰ τί ἀπὸ τῶν Δαβὶδ χρόνων ἐπὶ Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν ἑπτὰ καὶ δέκα βασιλευσάντων, δεκατέσσαρας εἶναί φησι γενεὰς ὁ εὐαγγελιστής. αʹ. Εἰ μὲν διαδοχὰς ἀναγράφειν αὐτῷ προύκειτο καὶ εὐλόγως τις ἐμέμψατο ὡς παρεκθεμένῳ τὴν τῶν βασιλέων διαδοχήν· ἐν γὰρ ταῖς Βασιλείαις καὶ ἐν τοῖς Παραλειπομένοις συμφώνως μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ, τριῶν ἐφεξῆς βασιλευσάντων Ὀχοζία καὶ Ἰωὰς καὶ Ἀμεσία, εἶτα μετ᾽ αὐτοὺς Ὀζία καὶ Ἰωάθαμ καὶ Ἄχαζ, παρελθὼν τοὺς προτέρους τοὺς τρεῖς ὁ εὐαγγελιστὴς, μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ ἑξῆς συνάπτει τὸν Ὀζίαν καὶ τὸν Ἰωάθαμ καὶ τὸν Ἄχαζ, τοὺς εἰρημένους μεταξὺ παρελθών· τοῦτο δ᾽ εἰ πεποιήκει σκοπὸν θέμενος τὴν τῶν βασιλέων διαδοχὴν ἐκθέσθαι, χρῆν ὡς ἡμαρτημένην ἐκθέσθαι τὴν παρ᾽ αὐτῷ γραφήν· ἐπειδὴ δὲ οὐ διαδοχὰς, ἀλλὰ γενεὰς ἀριθμῆσαι προὔθετο, τοῦτο γὰρ ὁ λόγος αὐτῷ βούλεται φήσαντι «Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ μέχρι Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ πάλιν ἀπὸ Δαβὶδ μέχρι Ἰεχονίου καὶ τῆς μετοικησίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες» ἀλλ᾽ οὐ διαδοχαὶ δεκατέσσαρες, εἰκότως πάσης ἀπολύοιτ᾽ ἂν κατηγορίας· ἐπεὶ διὰ τί μὴ διαδοχὰς ὠνόμασε, τῆς δὲ ἐν ταῖς Βασιλείαις καὶ Παραλειπομένοις ἱστορίας διαδοχὰς ἀλλ᾽ οὐ γενεὰς ἱστορούσης, οὐκ ἂν γένοιτο ἐναντίωμα ἐκ τῆς ἀμφοτέρων παραθέσεως.

βʹ. Γενεὰν γὰρ χρόνον ἀνθρώπου ζωῆς οὐχ οἷόν τέ ἐστιν ὀνομάζειν, ἐπεὶ συμβαίνει πολλάκις τοὺς μὲν ἐπὶ βραχὺ βιῶναι, καὶ θᾶττον ἀποσβεσθῆναι κατὰ τὴν τοῦ παιδὸς ἡλικίαν, τοὺς δὲ μέχρι τοῦ μειρακίου φθάσαι, τοὺς δὲ ἐπὶ τὸν νεανίαν προελθεῖν, τοὺς δὲ ἐπὶ τὸν ἄνδρα, τοὺς δὲ καὶ ἐπ᾽ ἔσχατον γῆρας παρατεῖναι τὴν ζωήν· ποίαν οὖν τις ἀριθμήσει γενεάν; εἰ ὁ μὲν φέρει μέχρι δεκάτου ἔτους, ὁ δὲ μέχρις εἰκοστοῦ, ὁ δὲ μέχρις πεντηκοστοῦ, ἄλλος δὲ μέχρις ἑβδομηκοστοῦ, ὁ δὲ καὶ τὰ ἑκατὸν ὑπερβὰς οὐ μόνον ἐπὶ τῶν παλαιῶν ἀλλὰ καὶ καθ᾽ ἡμᾶς ὁρᾶται· πῶς οὖν οἴονται τὴν ἀνθρώπου ζωὴν γενεὰν ὀνομάζειν; ἀλλ᾽ οὐδὲ μέχρι τῆς παιδοποιΐας οἱ μὲν γὰρ πρὸ τῶν εἴκοσι ἐτῶν γήμαντες πεπαιδοποίηνται, οἱ δὲ οὐδὲ ὑπὲρ τὰ τριάκοντα γενόμενοι· καὶ τῶν ἰσηλίκων δὲ ἴδοις ἂν τοὺς μὲν ἐπὶ πρώτους υἱοὺς στάντας, τοὺς δὲ ἐπὶ τετραγονίαν ἐλάσαντας· ὥστε ἐν πεντήκοντα ἔτεσι, τοὺς μὲν ἐκγόνους θεάσασθαι, ἑτέρους δὲ ἐν ἑβδομήκοντα μηδενὸς ἀξιωθῆναι παιδός· πῶς οὖν ἀριθμητέον τὰς γενεάς; πότερον ἐκ τῶν μακροβίων ἢ τῶν ὀλιγοβίων; καὶ ἐκ τῶν ταχὺ πεπαιδοποιημένων, ἢ τῶν βραδέων; καὶ ἐκ τῶν ἐπὶ πρώτοις υἱοῖς σαλευσάντων, ἢ ἐκ τῶν ἐπὶ πλείοσι διαδοχαῖς;

ὧν οὕτως ἐξητασμένων ὁ θεῖος εὐαγγελιστὴς οὐ διαδοχὰς προθέμενος εἰπεῖν, γενεὰς δὲ, καθ᾽ οὓς αὐτὸς ἠπίστατο λόγους ἀπαριθμούμενος, τῆς μὲν ἐν ταῖς ἱστορίαις διαδοχῆς ἧττον πεφρόντικε, τοσούτους ἀναλαμβάνει εἰς τὴν γενεαλογίαν, ὅσοι ἀπήρκουν αὐτῷ εἰς ἐκπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν· οὕτως τε αὐτῷ. ὑγιὴς ἀποσώζεται ὁ λόγος, καὶ οὐδαμῶς ἐναντίος τῇ τῶν ἱστοριῶν γραφῇ.

ΙΓʹ. Διὰ τί τῶν μετὰ Ἰεχονίαν ἐπὶ τὸν Ἰωσὴφ γενεαλογουμένων δύο καὶ δέκα ὄντων, ὁ εὐαγγελιστὴς δεκατέσσαρας πάλιν εἶναί φησιν. αʹ. Διὰ τὴν αὐτὴν αἰτίαν· οὐ γὰρ διαδοχὰς, γενεὰς δὲ, ὡς ἔφην, ἀναγράφειν ἐβούλετο· συμβαίνει δὲ πολλάκις ἐν μακροβίοις καὶ πολυέτεσι, τὰς μὲν γεγονέναι τῶν ἀνδρῶν τὰς διαδοχὰς, τὸν δὲ τῶν γενεῶν ἀριθμὸν ἀποδεδόσθαι πλήρη· ᾧ δὴ οὖν λόγῳ ἐν τοῖς ἀπὸ τοῦ Δαβὶδ καὶ ἐπὶ τὴν αἰχμαλωσίαν πλείοσιν οὖσι τὸν ἀριθμὸν τοῖς ἐν τῇ διαδοχῇ φερομένοις, ὀλιγώτεραι ἀπεδόθησαν αἱ γενεαί· ἐν γὰρ διαδοχαῖς ἀνδρῶν ἑπτὰ καὶ δέκα, γενεαὶ εἴρηνται δεκατέσσαρες· κατὰ τὸν αὐτὸν λογισμὸν καὶ νῦν ἐπ᾽ ἀνδρῶν διαδοχαῖς δώδεκα, αἱ δεκατέσσαρες ἂν ἐπληροῦντο γενεαὶ, μακροβίων ὡς εἰκὸς πολυχρονίων αὐτῶν δὴ τῶν δώδεκα γεγενημένων, καὶ ἀρκούντων εἰς ἀναπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν. Μία μὲν ἀπόδοσις τοῦ ζητηθέντος ἥδε.

βʹ. Καθ᾽ ἑτέραν δὲ διάνοιαν εὕροις ἂν ἀκριβώσας κατὰ τὴν ἱστορίαν δεκατέσσαρας ὠνομασμένους καὶ ἐν τῇ παρούσῃ διαδοχῇ, εἰ πρὸς τοῖς δώδεκα συναριθμήσειας αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν τοῦ Ἰωσὴφ χρηματίσαντα· προσθείης τε τούτοις καὶ τὸν Ἰεχονίαν τὸν ἐν Βαβυλῶνι γεγενημένον, οὐχὶ τὸν πρὸ τῆς μετοικησίας ἐν τῇ Ἱερουσαλὴμ βασιλεύσαντα· δύο γὰρ ὁμώνυμοι γεγόνασιν Ἰωακεὶμ μετὰ Ἰωσίαν, ὅ γε αὐτοῦ τοῦ Ἰωσίου υἱὸς, ὃς μετὰ τοῦτον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὁ τούτου παῖς ἕτερος Ἰωακείμ· οὗτοι δὲ καὶ Ἰεχονίαι ἐχρημάτισαν, ἐξελληνισθέντος αὐτοῖς τοῦ ὀνόματος. Ὁ τοίνυν πρῶτος Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς ὢν Ἰωσίου, ταῖς πρὸ τῆς αἰχμαλωσίας συγκαταλεγέσθω γενεαῖς· ὁ δὲ τούτου παῖς ὁ δεύτερος Ἰωακεὶμ καὶ αὐτὸς Ἰεχονίας, υἱὸς ὢν τοῦ πρώτου Ἰωακεὶμ, τοῦ δὲ Ἰωσίου ἔκγονος, ἐν τοῖς μετὰ τὴν αἰχμαλωσίαν καὶ εἰς τὸν Χριστὸν γενεαλογουμένοις ἀριθμούμενος, τέλειον ἀποδοίη ἂν τὸν τῶν δεκατεσσάρων γενεῶν ἀριθμόν.

γʹ. Περὶ δὲ τοῦ δύο γεγονέναι Ἰωακεὶμ, μαρτυρήσει ἡ τῶν Βασιλειῶν Γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον· «Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπὶ τὸν Ἰσραὴλ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσία βασιλέως Ἰούδα, ἀντὶ Ἰωσία τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ.» Οἷς ἑξῆς ἐπιλέγει· «Υἱὸς εἰκοσιπέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ·» οἷς μεθ᾽ ἕτερα ἐπιλέγει· «Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακεὶμ, καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωακεὶμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ· υἱὸς ὀκτὼ καὶ δέκα ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐσθά· καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλήμ· καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ· καὶ εἰσῆλθεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ πόλει, καὶ οἱ παῖδες αὐτοῦ. ἐπολιόρκουν αὐτήν· καὶ ἐξῆλθεν Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ, καὶ εὐνοῦχοι αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα.»

Οὗτος δὴ οὖν ὁ δεύτερος Ἰωακεὶμ εἰς Βαβυλῶνα ἀπαχθεὶς, οὗτος ἦν αὐτὸς ὁ πρὸς τοῦ Ἱερεμίου Ἰεχονίας ὠνομασμένος, ἔκγονος τυγχάνων τοῦ Ἰωσία, ἀλλ᾽ οὐχ υἱός· διὸ εἰκότως ἂν συναριθμοῖτο ἐν τῇ τρίτῃ γενεαλογίᾳ τῶν ἀπὸ Ἰεχονία μέχρι τοῦ Χριστοῦ γενεῶν δεκατεσσάρων· τοῦ πατρὸς αὐτοῦ, ὃς ἦν τοῦ Ἰωσία παῖς, σὺν τῷ πατρὶ ἐν ταῖς ἀνωτέρω γενεαῖς καταριθμουμένου· καὶ οὕτως ἡμῖν καὶ ὁ τῶν ὑστάτων δεκατεσσάρων γενεῶν ἀριθμὸς συνίσταται πλήρης.