Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα εὐαγγελικά

Εὐσέβιος Καισαρείας

Ο θρόνος του Δαβίδ και η πνευματική βασιλεία του Χριστού

Θεολογική ανάλυση της θείας κένωσης και της εκπλήρωσης των βιβλικών επαγγελιών για τον αιώνιο ουράνιο θρόνο του Δαβίδ στον οίκο του Ιακώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 8

ΙΔʹ. Διὰ τί τοῦ τέκτονος υἱὸς ὁ Σωτὴρ ἡμῶν ἐχρημάτισεν, ἀλλ᾽ οὐ τινὸς ἐπισήμου καὶ ἐνδόξου ἀνδρός.

Οὐ τὴν ἔνθεον αὐτοῦ βασιλείαν ἐπιδείξων ἐλήλυθεν· ἐπεὶ μηδὲ φανητικῶς καὶ ἐπιδεικτικῶς ἡμῖν παρῄει· ἡ δὲ ὁδὸς αὐτῷ τῆς εἰς οὐρανοὺς ἀφίξεως ἐπὶ τούτῳ ἐγίνετο, ἐφ᾽ ᾧ τε τὸν τῶν ἀνθρώπων βίον περικαθάροιτο, τὸν ἐκ τῆς τῶν ἀνθρώπων ἀγέλης ἀμνὸν τοῦ Θεοῦ ἀντίψυχον καὶ καθάρσιον ὑπὲρ πάντων ἡμῶν αὐτὸς ἑαυτὸν ἐπιδούς· ἵν᾽ οὖν ἀπαραποδίστως εἰς τέλος ἀχθείη τοῦτο, τὰ πλεῖστα τῶν αὐτοῦ θαυμάτων ἀπέκρυπτέ τε καὶ ἐπεσκίαζε, ποτὲ μὲν παραινῶν μὴ εἰς πάντας ἐκφέρειν τὰ ὑπ᾽ αὐτοῦ πραττόμενα, ποτὲ δὲ τὰς ἐρημίας διώκων καὶ τὰς ἐν τοῖς ὄρεσι διατριβάς· καὶ τὴν ἔνθεον αὐτοῦ μεταμόρφωσιν οὐδὲ τοῖς αὐτοῦ μαθηταῖς ἅπασιν, μόνοις δὲ τρισὶν, ἐπεδείκνυτο· αὐτοῖς τε τούτοις παρεκελεύετο μηδενὶ φάναι τὸ ὅραμα, ἕως ἂν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ· οὐκ ἂν δὲ ἔπαθεν ὑπὲρ ἡμῶν τὰ ἀναγεγραμμένα, εἰ οἷά τις ἔνδοξος βασιλεὺς μετὰ δορυφορίας ἐνθέου καὶ παρατάξεως ἐπῄει· ὁμοῦ καὶ τὰς ἐνθέους ἐνεργῶν παραδοξοποιΐας, ὁμοῦ καὶ κρείττονα ἑαυτὸν ἐπιδεικνὺς πάσης φύσεως· εἰκότως οὖν κατὰ τὸν Ἀπόστολον, «ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·» καὶ τοῦ πένητος Ἰωσὴφ υἱὸς οὐκ ἀπηνήνατο χρηματίσαι· ἵνα καὶ οὕτως ἐπαληθεύσῃ τὸ φάσκον περὶ αὐτοῦ λόγιον· «Ὅτι πλούσιος ὢν, δι᾽ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.»

ΙΕʹ. Πῶς ἐπὶ τὸν θρόνον λέγεται Δαβὶδ κεκαθικέναι. αʹ. Διαφόρως νοεῖται ὁ θρόνος Δαβίδ· καθ᾽ ἕνα μὲν τρόπον, καθ᾽ ὃν εἴποι ἄν τις δηλοῦσθαι τὸν ἐφ᾽ ᾧ ἐκαθέζετο βασιλεύων, τάχα που ἐξ ἐλέφαντος καὶ ξύλων πεποιημένον, χρυσῷ τε καὶ λίθοις βασιλικοῖς κεκοσμημένον· καθ᾽ ἕτερον δὲ καθ᾽ ὂν τὴν ἀρχὴν αὐτὴν καὶ τὴν κατὰ παντὸς τοῦ ἔθνους ἡγεμονίαν, θρόνον βασιλείας εἰώθαμεν ἀποκαλεῖν· τρίτος ἂν παρὰ τοὺς εἰρημένους λεχθείη τρόπος, καθ᾽ ὃν ὁ ἐπηγγελμένος ὑπὸ τοῦ Θεοῦ τῷ Δαβὶδ θρόνος ὀνομασθείη ἂν αὐτοῦ, οὐκ ἐφ᾽ ὃν αὐτὸς ἐκαθέσθη, ἀλλ᾽ ὃν διὰ τῶν πρὸς αὐτὸν θεοπρεπῶν οἱ θεῖοι λόγοι περιέχουσι· γέγραπται γὰρ ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· «Ὡς ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου· καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ πάλιν· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» βʹ.

Ἐπεὶ τοίνυν θρόνον ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὸν αἰῶνα διαμένοντα δώσειν ἐπήγγελτο διὰ τῶν εἰρημένων ὁ Θεὸς τῷ Δαβὶδ, πολλὴ μέν τις ἦν διὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει προσδοκία περὶ τοῦ δηλωθέντος θρόνου· βραχὺν δὲ χρόνον τοῦ Δαβὶδ ἡγησαμένου, καὶ Σολομῶνος μετ᾽ αὐτὸν, οὐ μὴν ἀλλὰ καὶ τῶν διαδόχων τῆς αὐτῶν βασιλείας εἰς Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καταστρεψάντων, ὡς ἐξ ἐκείνου λελύσθαι τὸν θρόνον τῆς βασιλείας Δαβὶδ, ἐδόκει τὰ τῆς τῶν θείων χρησμῶν ἐπαγγελίας μὴ συνίστασθαι· τοῦτο οὖν αὐτὸ τῷ θείῳ Πνεύματι πάλιν ὁ αὐτὸς ψαλμὸς προαγορεύει ἑξῆς τοῖς προπαρατεθεῖσι λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καὶ τήν γε καθαίρεσιν τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ, τοῦ θρόνου τε τὴν καταστροφὴν διαῤῥήδην ὑποσημαίνει πάλιν ἑξῆς διὰ τούτων· «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε· ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ·» καὶ ἐπιφέρει· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας.» γʹ.

Ταῦτα πάντα κατὰ τὸ αὐτὸ συνάγει τὸ Πνεῦμα, μονονουχὶ βουλόμενον ἡμᾶς διδάξαι, ὅτι οὐ περὶ τῆς βασιλείας τῆς αἰσθητῆς, οὐδὲ περὶ τοῦ θρόνου τοῦ σωματικώτερον νοουμένου αἱ πρὸς Δαβὶδ ἦσαν ἐπαγγελίαι· αἱ μὲν γὰρ περί τινος αἰωνίου θρόνου, ἀπεικαζομένου ἡλίῳ καὶ οὐρανῷ, διαμένοντός τε εἰς αἰῶνα, προεθέσπιζον· ἡ δέ γε τοῦ Δαβὶδ βασιλεία ἡ αἰσθητὴ, χρόνῳ λέλυτο οὐκ εἰς μακρόν· εἰκότως τοιγαροῦν τοῦ θρόνου τῆς αἰσθητῆς βασιλείας Δαβὶδ τὴν καθαίρεσιν ὑπογράψας, καὶ εἰπὼν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας, περὶ τοῦ διὰ τῶν θείων χρησμῶν ἐπηγγελμένου αἰωνίου καὶ οὐρανίου θρόνου ἑξῆς τὴν εὐχὴν ποιεῖται λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἂ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» μονονουχὶ τὰς ἐκβάσεις τῶν μεθ᾽ ὅρκου διαβεβαιώσεως ἐπηγγελμένων αὐτῷ τέλους τυχεῖν ἀξιῶν.

δʹ. Τοῦτον οὖν αὐτὸν ἐκεῖνον ὃν ὤμοσεν ὁ Θεὸς δώσειν τῷ Δαβὶδ θρόνον, τὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ τὸν ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ τὸν ὡς σελήνην κατηρτισμένην εἰς τὸν αἰῶνα, παντὸς ἐπιστῆναι τοῦ ἔθνους εὐχομένου, ὁ μέγας ἄγγελος Γαβριὴλ τὴν Παρθένον εὐαγγελίζεται τῷ ἐξ αὐτῆς γεννησομένῳ δοθήσεσθαι θεσπίζων· διό φησι πρὸς αὐτήν· «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ.» Ἐπιφέρει δ᾽ οὖν ἐφεξῆς καὶ λέγει· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» σύμφωνα τοῖς ἀπὸ τῶν χρησμῶν ἑρμηνεύων· ὁ μὲν γὰρ πρὸς τὸν Δαβὶδ περὶ θρόνον βασιλείας αἰωνίου καὶ οὐρανίου προὔλεγεν, ὁ δὲ ὡσαύτως τὸν ἐκ τῆς Παρθένου γεννησόμενον λήψεσθαί φησι τὸν θρόνον Δαβὶδ, τουτέστι τὸν τῷ Δαβὶδ ἐπηγγελμένον μὲν, οὐ μὴν καὶ δεδομένον· οὗτος δ᾽ ἦν ὁ οὐράνιος καὶ εἰς αἰῶνα διαμένων· ἦν οὖν καὶ τοῦτο συμπέρασμα μεγίστης προφητείας τῷ Δαβὶδ κεχρησμένης, προσδοκωμένης τε τῷ παντὶ λαῷ, πεπληρωμένης δὲ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν φήσαντος· «Καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»

Διόπερ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πρὸς τὸν ἐρόμενον αὐτὸν, εἰ αὐτὸς εἴη ὁ τῶν Ἰουδαίων βασιλεὺς, ἀπεκρίνατο· «Ἡ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·» οὐδὲν γὰρ θνητὸν οὐδὲ ἐπίκαιρον ἐπήγετο αὐτῷ ὁ τῆς βασιλείας θρόνος· ἀλλ᾽ ἦν ἀληθῶς καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, φωτὸς δίκην, ἐκλάμπων ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, ψυχὰς νοερὰς καταυγάζων διὰ τῆς ἐνθέου καὶ οὐρανίου διδασκαλίας αὐτοῦ.

εʹ. Εἰ δὲ λέγοιτο ἐπὶ τὸν Ἰακὼβ βασιλεύσειν, μὴ τὸ Ἰουδαίων ἔθνος νόμιζε διὰ τοῦ Ἰακὼβ δηλοῦσθαι. Ὁ γοῦν ταῦτα ἱστορῶν Λουκᾶς ὁ εὐαγγελιστὴς, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν τὴν τοῦ Γαβριὴλ φωνὴν οἰκείᾳ παραδοὺς γραφῇ, σαφῶς ἠπίστατο τὸν Ἰησοῦν οὐκ ἐπὶ τὸ Ἰουδαίων ἔθνος τὸν Σωτῆρα βεβασιλευκότα, οὐδὲ εἰς τοὺς αἰῶνας αὐτὸν ἄρξαντα, ὧν γε καὶ τὴν κατ᾽ αὐτοῦ συσκευὴν, καὶ τὴν εἰς θάνατον ἐπιβουλὴν ἀκριβῶς ἱστορεῖ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὰς κατὰ τῶν τοῦ Ἰησοῦ μαθητῶν ἐπαναστάσεις αὐτῶν· οὐκ ἂν οὖν ἐπ᾽ αὐτοὺς βασιλεύσειν τὸν Χριστὸν τὴν φωνὴν τοῦ Γαβριὴλ νομίσας εἰρηκέναι, ὡς ἀληθῆ αὐτὴν παρελάμβανεν, εἰ μὴ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιούμενος, οἶκον Ἰακὼβ ἡγήσατο κατὰ διάνοιαν δηλοῦσθαι· ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστάμενος σαφέστατα, παρίστη λέγων· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ.»