Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα εὐαγγελικά

Εὐσέβιος Καισαρείας

Τα γεγονότα μετά τη γέννηση και η έλευση των μάγων

Επίλυση της φαινομενικής διαφωνίας μεταξύ του Ματθαίου και του Λουκά αναφορικά με τα γεγονότα που ακολούθησαν τον τοκετό και τη φυγή στην Αίγυπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 8

Ιϛʹ. Πῶς ἀπὸ τῆς Βηθλεὲμ ὁ μὲν Ματθαῖος εἰς Αἴγυπτον ἱστορεῖ, ὁ δὲ Λουκᾶς εἰς Ἱερουσαλὴμ, κἀκεῖθεν εἰς Ναζαρὲθ πρὸς τῶν γονέων φέρεσθαι τὸν Ἰησοῦν. αʹ. Λουκᾶς μὲν τὸν καιρὸν ἱστορῶν τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως, τῆς Αὐγούστου βασιλείας μνημονεύει καὶ τῆς κατ᾽ αὐτὸν ἀπογραφῆς· φησί τε μηδὲ ἐσχηκέναι αὐτοὺς ἐν τῇ Βηθλεὲμ κατάλυμα, πλήθους συνόντος ὡς εἰκὸς ἐν τῇ Βηθλεὲμ τῶν ἀπὸ γένους Δαβὶδ τῆς ἀπογραφῆς ἕνεκεν· διὸ μηδὲ οἴκου τὸν Ἰωσὴφ εὐπορεῖν· ὅθεν τεκοῦσάν φησι τὴν Μαρίαν σπαργανῶσαι τὸ βρέφος καὶ ἀποθέσθαι ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι αὐτοῖς τόπον ἐν τῷ καταλύματι· καὶ εἰκός γε ἦν πλείστων συνόντων διὰ τὴν ἀπογραφὴν μὴ εὐπορεῖν καταγωγίου, ἀλλὰ καὶ, «Ὅτε, φησὶν, αἱ ἡμέραι ἐπλήσθησαν τοῦ περιτεμεῖν αὐτὸν (χρὴ δὲ τοῦτο γίνεσθαι ὀγδόῃ μετὰ τὴν ἀπότεξιν ἡμέρᾳ), ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα, καὶ τελέσαντες ἐπ᾽ αὐτῷ τὰ νενομισμένα, ἀπίασιν εἰς Ναζαρέθ.» Τούτων παρὰ τῷ Λουκᾷ κειμένων οὐδενὸς μνημονεύσας ὁ Ματθαῖος, παραχωρήσας δὲ τῷ Λουκᾷ τὰ εἰρημένα, ἕτερα αὐτὸς διηγεῖται· τίνα δὲ ἦν ταῦτα, ἀλλ᾽ ἢ τῶν Μάγων ἀπὸ Ἀνατολῆς ἄφιξις;

κινησάντων μὲν ἀπὸ τῆς οἰκείας γῆς ἅμα τῷ γεννηθῆναι τὸν Ἰησοῦν, ἀστέρος αὐτοῖς τὴν γνῶσιν τῆς γεννήσεως ὑποφήναντος, οὐδήπου δὲ τὴν τοσαύτην στειλαμένων πορείαν καιρῷ βραχεῖ· οὐ γὰρ ἐν ἡμέραις ὀκτὼ τὴν ἀπὸ Ἀνατολῶν ὁδὸν εἰκὸς αὐτοῖς ἐπὶ τὴν Ἰουδαίαν ἠνῦσθαι, ὡς τὸν αὐτὸν νομίσαι εἶναι καιρὸν τῆς τε τούτων ἀφίξεως, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως· εἰ δὲ καὶ πυνθανόμενοι λέγουσι, «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ,» οὐ τὸν σήμερον τεχθέντα, ὡς ἄν τις ὑπολάβοι, καθ᾽ ὃν ταῦτα ἐπυνθάνοντο χρόνον δηλοῦσιν, ἀλλὰ τὸν τότε γενόμενον ὅτε αὐτοῖς ὁ ἀστὴρ ἐπέφανε.

βʹ. Πόσος δὲ ἦν οὗτος ὁ μεταξὺ χρόνος, τοῦ τε φανέντος τοῖς Μάγοις ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἀστέρος, καὶ τῆς αὐτῶν εἰς τὰ Ἱεροσόλυμα παρουσίας, αὐτός σε διδάξει ὁ εὐαγγελιστὴς λέγων· «Τότε Ἡρώδης λάθρα καλέσας τοὺς Μάγους, ἠκρίβωσε παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.» Καὶ ὡς ἂν ἀκριβώσας παρ᾽ αὐτῶν, μαθὼν ὅστις ἦν οὗτος, μετὰ τὸ ἀναχωρῆσαι λάθρα τοὺς Μάγους, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπ᾽ αὐτῶν, «ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων.» Οὐκοῦν διετὴς χρόνος ἤδη παρεληλύθει ἀπὸ τῆς Ἰησοῦ γενέσεως καὶ ἐπὶ τὴν ἄφιξιν τῶν εἰρημένων· οὐκ ἄρα διαφωνεῖ τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς, εἰ ὁ μὲν Λουκᾶς ὀγδόῃ τῆς γενέσεως ἡμέρᾳ ἀνάγει αὐτὸν ἅμα τοῖς γονεῦσιν εἰς Ἱερουσαλὴμ τῆς τῶν νομίμων ἐκπληρώσεως ἕνεκα, κἀκεῖθεν ἀπάγει ἐπὶ τὴν Ναζαρέθ· ὁ δὲ Ματθαῖος μετὰ διετῆ χρόνον γενομένους πάλιν ἐν Βηθλεὲμ ἀναγράφει, ἐντεῦθέν τε εἰς Αἴγυπτον ἀπεληλυθέναι φησὶ διὰ τὴν τοῦ βασιλέως ἐπιβουλήν· καὶ ἦν εἰκὸς οὐ μόνον δεύτερον, ἀλλὰ καὶ πλειστάκις ἐπιφοιτᾷν αὐτοὺς τῷ τόπῳ, μνήμης τοῦ παραδόξου χάριν· δείκνυται γοῦν ἀναμφιβόλως οὐχ ὁ αὐτὸς ὢν καιρὸς ἐν ᾧ γεγέννηται κατὰ τὸν Λουκᾶν ὁ Σωτὴρ ἡμῶν, ἐν ᾧ τε κατὰ τὸν Ματθαῖον ὑπήντησαν οἱ ἐξ Ἀνατολῶν Μάγοι.

γʹ. Ὅτι δὲ μὴ εἷς ἦν ὁ παρ᾽ ἀμφοτέροις τοῖς εὐαγγελισταῖς χρόνος, καὶ ἄλλως ἐστὶ συλλογίσασθαι. Λουκᾶς φησι μὴ εὐπορῆσαι αὐτοὺς καταγωγίου ἐν τῇ Βηθλεέμ· διὸ καὶ τεκοῦσαν ἀνακλῖναι τὸ παιδίον ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι, ὡς εἰκὸς, τῆς ἀπογραφῆς ἕνεκεν πάντων πανταχόθεν τῶν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ συντρεχόντων εἰς τὴν εἰρημένην πόλιν, διά τε τὸ πλῆθος τῶν ἐπιξενουμένων αὐτόθι μὴ εὐπορούντων καταλύματος· ὁ δὲ Ματθαῖος «Ἀκούσαντες, φησὶν, οἱ Μάγοι τοῦ βασιλέως Ἡρώδου, ἐπορεύθησαν εἰς Βηθλεέμ· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ Ἀνατολῇ προῆγεν αὐτοὺς, ἕως οὗ ἦν τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ.» Ἀλλ᾽ οὐκ ἐν φάτνῃ κείμενον οὗτοι καταλαμβάνουσι τὸ παιδίον ὁμοίως τοῖς ποιμέσιν, ἀλλ᾽ ἔνδον ἐν οἰκίᾳ μετὰ τῆς μητρὸς αὐτὸ θεωροῦσι· καίτοι Λουκᾶς ἔφησε μὴ εἶναι τόπον αὐτοῖς ἐν τῷ καταλύματι· πῶς οὖν ὁ Ματθαῖος οἰκίαν αὐτοῖς ἀφορίζει;

Ἀλλ᾽ ἐπεὶ Λουκᾶς τὸν καιρὸν ἱστορεῖ τῆς γενέσεως, οὗτος δ᾽ ἦν ὁ τῆς ἀπογραφῆς, καθ᾽ ὂν πανδημεὶ συνέτρεχον οἱ τῷ αὐτῷ γένει προσήκοντες ἐν τῇ τοῦ Δαβὶδ πόλει, ὁ δὲ Ματθαῖος τὰ μετὰ δύο ἐτῶν χρόνους ἱστορεῖ (τοσοῦτος γὰρ ἦν ὁ χρόνος ὃν Ἡρώδης παρὰ τῶν Μάγων ἠκρίβωσεν)· ὥστε σχολῆς οὔσης ἐν τῇ Βηθλεὲμ, κατὰ τὸν Ματθαῖον εὐπόρουν καταγωγίου· διὸ εἰσελθόντες οἱ Μάγοι εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ αὕτη μὲν ἡ τοῦ ζητηθέντος λύσις.