Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα πρὸς Μαρίνον

Εὐσέβιος Καισαρείας

Οι γυναίκες, τα αρώματα και οι αγγελικές εμφανίσεις

Επίλυση φαινομενικών διαφωνιών των ευαγγελιστών ως προς τον αριθμό και τις ομάδες των γυναικών, τον χρόνο ετοιμασίας των αρωμάτων και την ποικιλία των αγγελικών οπτασιών στον τάφο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 4

Εʹ. Ἔτι ζητήσειεν ἄν τις πῶς παρὰ μὲν τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρακέναι ἐκτὸς τοῦ μνήματος ἐπικαθήμενον τῷ λίθῳ ἕνα μόνον ἄγγελον εἴρηται· κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐτοῖς ὁρώμενος.

Τὰ μὲν παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ λύσεως ἂν τύχοι τοιαύτης· ἡγοῦμαι γὰρ προηγεῖσθαι μὲν τὴν παρὰ τῷ Ἰωάννῃ ἱστορίαν, τῆς παρὰ τῷ Ματθαίῳ, καὶ τὴν Μαγδαληνὴν τὸ πρῶτον ἐλθοῦσαν τοὺς δύο ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μαρίας τὸν ἐπικαθήμενον τῷ λίθῳ ἄγγελον ἑωρακέναι. Ἢ τάχα ἕτερος μὲν ὁ παρὰ Ματθαίῳ ἄγγελος, ἕτερος δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῆς τοῦ ἀγγέλου θέας· ἕτεροι δὲ καὶ ἄγγελοι αὐτοῦ οἱ πρὸς τὰς γυναῖκας· ὡσαύτως δὲ καὶ οἱ παρὰ τῷ Ἰωάννῃ δύο ἄγγελοι οἱ εἴσω τοῦ μνήματος ὀφθέντες ἕτεροί εἰσι παρὰ τὸν ἔξω πρὸ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ. Εἰ μὲν γὰρ τοῦ Ματθαίου ὀψὲ Σαββάτων εἰρηκότος, καὶ ἕνα πρὸ τῆς θύρας τοῦ μνημείου καθήμενον ἐπὶ τῷ λίθῳ ἱστορηκότος, φυλάξας ὁ Ἰωάννης τὸν αὐτὸν καιρὸν καὶ τὸν αὐτὸν τόπον εἰρήκει ὀψὲ Σαββάτων, πρὸ τῆς θύρας τοῦ μνήματος ἐπὶ τῷ λίθῳ δύο καθεζομένους ὁρᾶσθαι, ἦν ἀληθῶς διαφωνίαν αἰτιᾶσθαι. Καὶ ὁ Ματθαῖος ὡσαύτως εἰ ὁμοίως Ἰωάννῃ τὴν πρωϊνὴν ὥραν τηρήσας, εἴσω τοῦ μνήματος καὶ αὐτὸς οὐ δύο ἀγγέλους ἀλλ᾽ ἕνα ἔφησε τεθεωρῆσθαι, τἀναντία ἔδοξεν ἂν εἰκότως συγγράφειν.

Εἰ δ᾽ ἀφώρισαν οἱ εὐαγγελισταὶ καὶ τοὺς χρόνους καὶ τοὺς τρόπους, καὶ τὰ πρόσωπα τῶν θεωμένων, καὶ τοὺς τῶν ἀγγέλων λόγους, οὐκ ἄν τις εὐλόγως μέμψαιτο διαφωνίαν τῆς Γραφῆς, ἀληθευούσης ἑκάστης κατὰ τὸν οἰκείας ἱστορίας λόγον, διαφόρων τε πραγμάτων ὑφήγησιν δηλούσης. Ἀλλ᾽ οἱ μὲν παρὰ τοῖσδε τοῖς εὐαγγελισταῖς ἄγγελοι, καὶ τοῦ Σωτῆρος αἱ μετὰ τὴν ἀνάστασιν θεοφάνειαι, παρὰ μόνοις τούτοις ὡς ἂν παρὰ κρείττοσι καὶ αὐτοῦ τοῦ Σωτῆρος αὐτόπταις τε καὶ αὐτηκόοις φερόμεναι, ταύτην σώζοιεν ἂν τὴν ἀκολουθίαν. Οἱ δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ ὁ παρὰ τῷ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος καὶ αὐτὸς στολὴν, δεξιός τε ἀλλ᾽ οὐκ ἀριστερὸς ἑωραμένος, τῷ τε φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι, πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τε καὶ τῶν παρὰ τοῖς πρώτοις.

Διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οἵδε ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν τοῖς κρείττοσιν ἢ καθ᾽ ἑαυτοὺς Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες· αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, καὶ τῷ χρόνῳ τὰ μετὰ τὴν τῶν πρώτων μνήμην ὕστερον πεπραγμένα, παρῄεσαν μὲν τὰ παρὰ τοῖς αὐτόπταις εἰρημένα, ἀντανεπλήρουν δὲ τὰ παρ᾽ ἐκείνοις σεσιγημένα· ἃ δὴ δεύτερα ἦν καὶ μακρῷ λειπόμενα τῆς τῶν προτέρων ἱστορίας· οὕτω τοῦ ἁγίου Πνεύματος διανείμαντος τὰς πρεπούσας ἑκάστῳ καὶ καταλλήλους διηγήσεις. {ϛʹ.} Αἱ γοῦν παρὰ τῷ Λουκᾷ ἄρθρου βαθέος ἐπὶ τὸ μνῆμα ἐλθοῦσαι γυναῖκες καὶ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἂν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ. Οὐ γὰρ ἂν ἔχοι λόγον τὰς τοσαῦτα προτεθεαμένας Μαρίας ἄρτι πρῶτον ἀρώματα φέρειν, ὡς μήπω τὴν ἀνάστασιν προμεμαθηκυίας.

Σαφῶς γὰρ δι᾽ ὧν φησι δείκνυσι ὅτι καὶ οἱ ὀφθέντες, ἕτεροι παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· καὶ ὁ τόπος ἔνθα ὤφθησαν ἕτερος· οὔτε γὰρ εἴσω τοῦ μνήματος ἦσαν, ὡς ὁ Ἰωάννης ἐδίδαξεν, οὔτε ἐπὶ τὸν λίθον καθεζόμενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ ἄγγελος· ἀλλ᾽ οὐδὲ ὅλως ὠνόμασεν ἀγγέλους ὁ Λουκᾶς, δύο δὲ ἄνδρας, πλὴν ἀλλὰ καὶ αὐτοὺς ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ οἱ λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσι· καὶ αἱ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ᾽ οὐχ ἡ παρὰ τῷ Ματθαίῳ δύο Μαρίαι, ἀλλ᾽ ἁπαξαπλῶς αἱ συνελθοῦσαι αὐτῷ ἐκ τῆς Γαλιλαίας· ὀλίγωροι δὲ καὶ αὗται, οὐδὲ τοσαύτην ἐνδειξάμεναι σπουδὴν ὅσην αἱ διὰ νυκτὸς καρτερήσασαι καὶ παραμείνασαι τῷ μνημείῳ. Μαρτυρεῖ γοῦν ὁ Ματθαῖος τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ εὐτονίαν πολλὴν καὶ παραμονὴν, λέγων μετὰ τὸ πάθος αὐτοῦ ταῦτα· «Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου·» ἀλλ᾽ αὗται μὲν τῇ ἡμέρᾳ τῆς Παρασκευῆς παρεκάθηντο ἀντικρὺ τοῦ μνήματος· διὸ καὶ θᾶττον ὁρῶσι πρῶτον μὲν τὸν τῶν ἀγαθῶν ἄγγελον, εἶτα καὶ αὐτὸν τὸν τῆς ζωῆς ἀρχηγόν.

Ἡ δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ αὕτη τὸ μὲν πρῶτον τοὺς ἀγγέλους, μετὰ δὲ τούτους καὶ αὐτὸν τὸν Σωτῆρα θεωρεῖ· οὐ μὴν ἀρώματα ἔφερον αὗται, οὐδὲ περὶ ταύτην κατεγίνοντο τὴν σπουδήν. Αἱ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀκολουθήσασαι αὐτῷ γυναῖκες, πολλαὶ οὖσαι κατὰ τὸν Λουκᾶν, τῇ μὲν Παρασκευῇ ὑποστρέψασαι, ἡτοίμασαν τὰ ἀρώματα, ἅτε δὴ μηδὲν μηδέπω προμαθοῦσαι περὶ τῆς ἀναστάσεως. Διὸ ταύταις μὲν δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ φαίνονται καὶ τὴν ἀνάστασιν εὐαγγελίζονται. Οὐκέτι δὲ αὐταῖς ὁ Σωτὴρ ὤφθη, ὥσπερ οὖν τῇ παρὰ τῷ Ἰωάννῃ καὶ ταῖς παρὰ τῷ Ματθαίῳ· ὥστε ἰδιάζουσαν ἡγεῖσθαι προσήκει τὴν ἱστορίαν. Κατὰ δὲ τὸν Μάρκον λίαν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου ἄλλαι πάλιν αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ πάλιν, αἳ καὶ ἔλεγον πρὸς ἑαυτὰς, «Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον;» καὶ ἔρχονται, καὶ εὑρίσκουσιν ἀποκεκυλισμένον, καὶ εἰσελθοῦσαι εἶδον νεανίσκον· ἔνθα πάλιν ἐπὶ τοῦ Λουκᾶ ἄνδρες ἀλλ᾽ οὐκ ἄγγελοι, οὕτω ὡς καὶ νῦν οὐκ ἄγγελος ὠνόμασται, ἀλλὰ νεανίσκος· ὥστε καὶ ταύτην ἀφωρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως τὸν μετὰ ἡλίου ἀνατολάς· ὃς εἰ μὲν καὶ παρὰ τῷ Λουκᾷ τερήτητο, εὐλόγως ἄν τις τοὺς παρ᾽ αὐτῷ δύο ἄνδρας ἀπῄτει, καὶ τοὺς αὐτοὺς λόγους.

Εἰ δ᾽ ὁ Λουκᾶς τὸν πρὸ ἡλίου ἀνατολῆς καιρὸν προὔλαβεν, εἰκότως καὶ τοὺς τότε ὀφθέντας δύο ἄνδρας, ἀλλ᾽ οὐ τὸν νεανίσκον ἱστορεῖ.

Ζʹ. Τεττάρων δὲ ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτων καὶ αἱ πρὸς αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ᾽ ἕκαστον καιρὸν ὀφθέντες, ἰδιάζοντες· ὁμοίως δὲ καὶ αἱ θεώμεναι, διάφοροι· καὶ οἱ τῶν ὀφθέντων αὐτοῖς λόγοι, διαλλάττοντες. Πρῶτος μὲν γὰρ ἦν καιρὸς ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων λεγόμενος· τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος ἱστορηθείς· μέσοι δὲ ὅ τε παρὰ τῷ Ἰωάννῃ καὶ ὁ παρὰ τῷ Λουκᾷ· διὸ καὶ οἱ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες. Ὀψὲ μὲν γὰρ Σαββάτων ἄγγελος εἷς ἐκ τοῦ μνήματος· μεθ᾽ ὃν καὶ αὐτὸς ὁ Σωτήρ· πρωῒ δὲ ἔτι σκοτίας οὔσης, εἴσω τοῦ μνήματος ἄγγελοι δύο· μεθ᾽ οὓς πάλιν ὁ αὐτὸς Σωτήρ. Ὄρθρου δὲ βαθέος ἕτεροι κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες. Εἶθ᾽ ὕστερον ἁπάντων ὁ νεανίσκος, ὁ ταῖς ἡλίου ἀνατείλαντος ἀφικομέναις τεθεαμένος. Εἰ μὲν οὖν ἕνα καιρὸν εἰρηκότες οἱ πάντες καὶ τὸν αὐτὸν ἀναγράψαντες τόπον, οὐ τὰς αὐτὰς ἐπιφανείας ἐδήλουν, κἂν εὐλόγως ἄν τις ἐμέμψατο. Εἰ δ᾽ ἀφώρισαν τοὺς χρόνους, ἔνειμάν τε καθ᾽ ἕκαστον χρόνον καὶ τόπον ἰδιάζοντα, ἀκολούθως δὲ διαφόρους καὶ τὰς ὀπτασίας ἀνέγραψαν.

Ὡς εἴπερ ἦσαν μιᾶς μὲν οἱ πάντες ἐπιφανείας μνημονεύσαντες, καὶ ἕνα φάντες ἄγγελον ὦφθαι ἢ δύο συμφώνως ἀγγέλους εἰρηκότες, ἢ αὖ πάλιν δύο ἄνδρας ἢ νεανίσκον ἕνα· εἶτα τοὺς καιροὺς διήλλαττον, ἢ μὴ τοὺς αὐτοὺς ἐδήλουν τόπους, ἦν ἂν καὶ οὕτω μέμψασθαι. Νῦν δ᾽ ὁ λόγος ἀκριβὴς μένει καὶ ἀδιάβλητος ἐπὶ καιροῖς διαφόροις καὶ τόποις ἐναλλαττούσας τὰς ὀπτασίας εἰσάγων, καὶ τὰς τούτων θεωροὺς πάλιν διαφόρους, ἑτέρας μὲν τὰς δύο πρώτας, παρὰ τὴν δευτέραν· καὶ τὰς τρίτας δὲ ὡσαύτως ἑτέρας τῶν τετάρτων. Αὐτίκα δ᾽ οὖν μετὰ τὴν τοῦ νεανίσκου πρὸς τὰς τελευταίας γυναῖκας ὁμιλίαν, ὧν τὰ ὀνόματα οὐκ ἐμφέρονται, ἐπιλέγει ὁ Μάρκος· «Καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ·» αὗται μὲν οὖν τοιαῦται καὶ ἔμφοβοι, καὶ λίαν δειλαὶ, ὡς μηδὲ πεισθῆναι τῷ νεανίσκῳ φάντι πρὸς αὐτάς· «Ὑπάγετε καὶ εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, Ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν·» τούτων γὰρ ἀκούσασαι τῶν λόγων, τοὐναντίον διεπράξαντο· αἱ δὲ παρὰ τῷ Λουκᾷ ἀποστρέψασαι ἀπὸ τοῦ μνήματος ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα. Ὁμοίως δὲ καὶ ἡ παρὰ τῷ Ἰωάννῃ ἔρχεται πρὸς τοὺς μαθητὰς ἀπαγγέλλουσα ἃ ἑώρακε.

Μόναι δὲ αἱ παρὰ τῷ Μάρκῳ πασῶν ὕσταται ἐλθοῦσαι, καὶ ἀληθῶς ὀψισθεῖσαι, ὡς μετὰ ἀνατολὴν ἡλίου ἐπιστῆναι, οὔτε τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται, οὔτε τὸν ἄγγελον τὸν ἐξαστράπτοντα, οὔτε τοὺς δύο τοὺς εἴσω τοῦ μνήματος, οὔτε τοὺς δύο τοὺς παρὰ τῷ Λουκᾷ ἄνδρας· ψιλὸν δέ τινα νεανίσκον εἶδον περιβεβλημένον στολὴν λευκὴν, ἀναλόγως τῇ τῆς διανοίας αὐτῶν σμικρότητι τὴν ὀπτασίαν ἰδοῦσαι· καὶ τοῦτον δὲ λευχείμονα τῆς ἑορτῆς χάριν θεασάμεναι, ὅμως ἐθαυμάσθησαν· τοῦτο γὰρ ἐμαρτύρησεν αὐταῖς ὁ Μάρκος· καίτοιγε ἐπὶ τῶν προτέρων μηδαμοῦ τοῦ θάμβους ὠνομασμένου. Τὴν Μαγδαληνὴν δὲ σχολάζουσαν καὶ προσκαρτεροῦσαν, εἰκὸς οὐ μόνον τὰς πρώτας ὄψεις τεθεᾶσθαι τῶν αὐτῇ μόνῃ ὀφθέντων, ἀλλὰ καὶ τὸν παρὰ τῷ Μάρκῳ ταῖς λοιπαῖς γυναιξὶν ἑωραμένον νεανίσκον. Ταὐτὸν δ᾽ ἂν εἴποις καὶ ἐπὶ τῆς κατὰ τὸν Λουκᾶν ἱστορίας, ὃς μετὰ τὴν ἄφιξιν τῶν πολλῶν γυναικῶν, καὶ μετὰ τὴν θέαν τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν διηγεῖται λέγων· «Καὶ ἀποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα·» οἷς ἐπιφέρει, «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία,» καὶ τὰ ἑξῆς.

Οὐκ ἀπεικὸς μὲν γὰρ ἦν, καὶ νῦν πάλιν τὴν Μαγδαληνὴν πάλαι προαφιγμένην καὶ παραμείνασαν εὐτόνως παρὰ τῷ μνήματι εὑρῆσθαι, ὅτε πολλαὶ ἀπὸ τῆς Γαλιλαίας συνελθοῦσαι γυναῖκες ἀπήντων ἐπὶ τὸν τάφον φέρουσαι τὰ ἀρώματα, ὥστε καὶ αὐτὴν ἅμα ταῖς λοιπαῖς τοὺς δύο ἄνδρας τεθεᾶσθαι, καὶ τῶν λόγων αὐτῶν ἀκηκοέναι· εἶτα σὺν ταῖς πολλαῖς ἐπανελθεῖν καὶ διηγεῖσθαι τοῖς ἕνδεκα. Δύναται δὲ καὶ ἄλλως ὁ λόγος, τὰ μὲν πρῶτα ταῖς ἀπὸ τῆς Γαλιλαίας γυναιξὶν ἀπονεῖμαι, λέγω δὴ τὴν εἰς τὸ μνῆμα ἄφιξιν, καὶ τὴν τῶν ἀρωμάτων κομιδὴν, τήν τε γενομένην αὐταῖς τῶν δύο ἀνδρῶν ἐπιφάνειαν, καὶ τοὺς τούτων πρὸς αὐτὰς λόγους· τὴν μὲν οὖν ἀπαγγελίαν τὴν πρὸς τοὺς ἕνδεκα μηκέτι παρ᾽ αὐτῶν μόνον γεγενῆσθαι, ἀλλ᾽ ὁμοῦ παρὰ πασῶν, ἑκάστης ἃ τεθέατο διηγημένης· ἐν αἷς πάλιν τὴν Μαγδαληνὴν εἶναι μετὰ τῶν λοιπῶν καὶ αὐτὴν τοῖς μαθηταῖς ἀπαγγέλλουσαν τὰ ἰδίως μόνῃ αὐτῇ ἑωραμένα.

Ηʹ. Ἐγὼ δὲ κἀκεῖνο ζητῶ, πῶς παρὰ μὲν τῷ Μάρκῳ εἴρηται, ὡς ἄρα διαγενομένου τοῦ Σαββάτου ἡτοίμασαν ἀρώματα, παρὰ δὲ τῷ Λουκᾷ πρὸ τοῦ Σαββάτου τοῦτ᾽ ἔπραξαν ἐν αὐτῇ τῇ Παρασκευῇ. Καὶ τοῦτο δὲ τοῖς προτέροις συμπεπλεγμένον ζητήμασι, τῆς ὁμοίας ἐκείνοις τύχοι ἂν ἑρμηνείας· ἀποδεικνύντων δὲ ἡμῶν μὴ εἶναι τὰς αὐτὰς, ἀλλ᾽ ἑτέρας μὲν τὰς πρὸ τοῦ Σαββάτου ἐν αὐτῇ τῇ Παρασκευῇ, καθ᾽ ἣν πέπονθεν ὁ Σωτὴρ, περὶ τὴν κηδείαν ἀσχοληθείσας, ἑτέρας δὲ τὰς μετὰ τὸ Σάββατον· σαφῶς γὰρ ταύτας Λουκᾶς μεμαρτύρηκε κατ᾽ αὐτὴν τὴν ἡμέραν τοῦ πάθους ταῦτα πεποιηκέναι, οὐδαμῶς ὀνόματος γυναικῶν μνημονεύσας, ἀλλ᾽ ἁπλῶς γυναῖκας εἰπὼν τὰς συνελθούσας αὐτῷ ἀπὸ τῆς Γαλιλαίας· ὁ δὲ Μάρκος ὀνομαστὶ τρεῖς μόνας ἀνέγραψε καθ᾽ ἑαυτὰς πρόνοιαν πεποιημένας τῶν ἀρωμάτων, οὐ τῇ Παρασκευῇ, ἀλλὰ μετὰ διαγενέσθαι τὸ Σάββατον· ἑτέρας δὲ εἶναι ταύτας παρὰ τὰς παρὰ τῷ Λουκᾷ, καὶ τὰ ἑξῆς ἐπαγόμενα δείκνυσιν. Αὗται μὲν οὖν γυναῖκες παρὰ τῷ Μάρκῳ τὸν νεανίσκον ὁρῶσι καθήμενον ἐν τοῖς δεξιοῖς, ὃς καί φησιν αὐταῖς· «Μὴ φοβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν· ἠγέρθη, οὐκ ἔστιν ὧδε.» Ταῖς δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐπέστησαν ἐν ἐσθῆτι ἀστραπτούσῃ, καὶ ἑτέρας προφέρονται φωνὰς λέγοντες· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;»

καὶ τὰ ἑξῆς· καὶ αἱ μὲν παρὰ τῷ Μάρκῳ ἀκούσασαι τοῖς μαθηταῖς ἐπαγγεῖλαι τὰ παρηγγελμένα· οὐδενὶ οὐδὲν εἶπον· αἱ δὲ παρὰ τῷ Λουκᾷ πορευθεῖσαι ἀπήγγειλαν τοῖς ἕνδεκα· ὡς διὰ τούτων ἁπάντων συνάγεσθαι, μὴ τὰς αὐτὰς εἶναι· διὸ μηδὲ ὑφ᾽ ἕνα καιρὸν πεποιηκέναι τὰ ἀναγεγραμμένα.